Migne Reading Room

PG 39 · cols. 857–868 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:857Read from the page
Πῶς δὲ καὶ ὑπερύψωσε καὶ ἐχαρίσατο ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα; Ἐρῶ, ὅτι καὶ δουλικὴν περιφέροντι αὐτῷ εἰκόνα ἔλεγέ τε, « Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, » καὶ ἤθελε Θεὸν καὶ τότε καλεῖσθαι αὐτὸν, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ὡς προείρηται. Πρὸ τῆς ἐν κόσμῳ γὰρ ἐπιφανείας τοῦ Υἱοῦ, τὰ ἐπουράνια μόνον γόνυ ἔκλινεν αὐτῷ, καὶ ἐδόξαζεν αὐτὸν, εἰδότα τῆς ἁγίας Τριάδος τὴν ἰσόθεον δόξαν· ὡς τὰ σεραφὶμ τρίτον βοᾷν, « Ἅγιος, » καὶ ἅπαξ, « Κύριος· » ἵνα καὶ ἑκάστῃ ὑποστάσει τὸν ὕμνον ὁμοίως ἀναπέμψῃ καὶ μίαν αὐταῖς εἶναι κυριότητα καταγγείλῃ· τὰ δὲ ἐπίγεια καὶ τὰ καταχθόνια οὐκ ᾔδει αὐτὸν οὕτως, ὡς ἐν τῇ οἰκονομίᾳ ἔγνω. Ἐξ ἐκείνου οὖν ἤρξατο καὶ αὐτὰ γόνυ κλίνειν αὐτῷ, καὶ δοξάζειν, καὶ Θεὸν καλεῖν· καὶ ἐν ἀθρόαις περιστάσεσι, τῇ ὀξύτητι τῶν συμβαινόντων φθανόμενα, οὐ πολλῇ κεχρῆσθαι προσευχῇ, οὐδὲ κατὰ τὸ σύνηθες βαττολογεῖν, ἀλλ' ἐπικαλεῖσθαι· « Χριστὲ, βοήθει· » ὡς τοῦ ὀνόματος τούτου ὄντος πᾶσιν εἰς σωτηρίαν. Τῷ δὲ εἰρῆσθαι, « Ἐν ὁμοιώματι ἀνθρώπων καὶ σχήματι εὑρεθεὶς, » οὐ φάντασμα ὑποδηλοῖ τὴν ἐνανθρώπησιν αὐτοῦ, ὡς ὑπετόπασάν τινες· τὸ ἐναντίον μὲν οὖν, ὅτι Θεὸς Λόγος ὁμοιότητα καὶ σχῆμα ἀνθρώπων ὄντως ἔφερεν. Νοητέον δὲ καὶ ἄλλως· Ἀπὸ τῆς ὄψεως, καὶ φορέσεως, καὶ ἀναστροφῆς δείκνυται ἕκαστος, ὅπερ ἐστὶ, καὶ ὃ βούλεται πράττειν. Κἂν γὰρ μὴ βοῶν περιέρχοιτο τοῦτο, ἀλλ' ὅμως κατήγορον τὴν φύσιν ἔχει τοῦ πράγματος, κἂν μὴ λέγῃ. Καὶ ὁ Σωτὴρ οὖν βουληθεὶς διὰ τῆς ἀτρέπτου ἐνανθρωπήσεως σῶσαι ἡμᾶς, καὶ πάντα ἐσχηκὼς τὰ ἡμέτερα δίχα ἁμαρτίας, ἀνάγκῃ τὴν ἀπὸ γνώμης καὶ ἔργων τοῖς ἀνθρώποις προσοῦσαν ἁμαρτίαν ποιεῖν ὑπελαμβάνετο. Ὁ γὰρ τληπαθέστατος Ἰὼβ ἀπὸ πάντων ἡμῶν κέκραγεν· « Οὐδεὶς ἀναμάρτητος, οὐδ' ἂν μιᾶς ὥρας ὁ βίος αὐτοῦ. Τί γάρ ἐστιν ἄνθρωπος, ὅτι ἐμεγάλυνας αὐτὸν, ἢ ὅτι προσέχεις τὸν νοῦν εἰς αὐτὸν, ἢ ἐπισκοπὴν αὐτοῦ ποιεῖς ἕως πρωῒ, καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρίνεις; » Αὐτὸς δὲ, τοῦτ' ἔστιν ὁ Δεσπότης, « ἁμαρτίαν, » ὡς προείρηται, « οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. » Τὸ δὲ
And how did He both highly exalt Him and bestow on Him the name which is above every name? I will say that even as He bore the servile image, He said, "This is My beloved Son," and willed that He should be called God even then, so that in the name of Jesus every knee should bow, as has been said before. For before the manifestation of the Son in the world, heavenly things alone bent the knee to Him and glorified Him, knowing the co-equal divine glory of the Holy Trinity; as the seraphim cry thrice, "Holy," and once, "Lord," that they may both send up the hymn alike to each hypostasis and proclaim that they have one lordship; but earthly and subterranean things did not know Him thus, as they came to know Him in the dispensation. From that time, therefore, they also began to bend the knee to Him, and to glorify Him, and to call Him God; and in sudden emergencies, overtaken by the swiftness of events, not to use long prayer, nor to babble according to custom, but to call upon Him, "Christ, help!" since this name is for salvation to all. And by the saying, "Being found in the likeness of men and in fashion," He does not hint that His incarnation was a phantom, as some supposed; on the contrary, indeed, that God the Word truly bore the likeness and fashion of men. It is to be understood also in another way: from appearance, and bearing, and conduct each person is shown to be what he is and what he wishes to do. For even if one does not go about shouting this, yet he has the nature of the thing as its accuser, even if he does not speak. So too the Saviour, having willed to save us through His unchangeable incarnation, and having taken all that is ours apart from sin, was necessarily supposed to commit the sin that attaches to men from purpose and deeds. For most patient Job cried out on behalf of us all: "No one is sinless, even if his life be of one hour. What is man, that Thou hast magnified him, or that Thou settest Thy mind upon him, or makest visitation of him until morning, and judgest him unto rest?" But He Himself, that is, the Master, as was said before, "committed no sin, neither was guile found in His mouth." And that which
PG 39:860Read from the page
ἀναμάρτητον, ὑπεράνθρωπόν ἐστι. Διὰ τοῦτο κεχρησμῴδηται τὸ, « Ἐν ὁμοιώματι καὶ σχήματι ἀνθρώπων.
without sin, is above man. For this reason it has been oracularly declared, "In the likeness and fashion of men.
ΚΕΦ. ΙΑ΄.
Chapter XI.
Καὶ τὸ παρὰ Ἰωάννῃ, « Ἐγὼ ζῶ διὰ τὸν Πατέρα, » οὐδαμόθεν ἔχει λῆμμα. Ἢ γὰρ ἕνεκα τοῦ προλεχθέντος τῆς οἰκονομίας εἴρηται τρόπου, ἢ διὰ τὸ πεφηνέναι αὐτὸν ζωὴν ἐκ ζωῆς πατρικῆς, ὡς καὶ φῶς ἐκ φωτὸς, καὶ Θεὸν ἐκ Θεοῦ. Τοιγαροῦν καὶ τοῦτο ἠκούσαμεν αὐτοῦ παρ' αὐτῷ Ἰωάννῃ· « Ἐγώ εἰμι ἡ ζωὴ καὶ τὸ φῶς· » καὶ πάλιν· « Ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. » Εἰ οὖν καὶ ὁ Πατὴρ ζωή ἐστι καὶ φῶς ἀληθινόν· ζωὴ ζωῆς, καὶ φῶς φωτὸς οὐδὲν διαφέρει. Ζωὴ γὰρ καὶ φῶς ἅπαξ ἐστί· καὶ οὐδὲ πειθανότητος ἐγγὺς τὸ, « Ἦν, ὅτε οὐκ ἦν, » ἐπὶ αὐτῆς τῆς δημιουργοῦ ζωῆς καὶ τοῦ ἀνεκλείπτου φωτός. Καὶ ἄλλως· Ὁ δι' ἕτερον ζῶν, αὐτὸς οὐκ ἂν εἴη ποτὲ ζωὴ αἰώνιος· ὡς οὐδὲ ὁ μεταδόσει Θεοῦ ἅγιος, αὐτοάγιος· αὐτὸς δὲ κατ' ἐξουσίαν καὶ ἄλλους ἁγιάζων δι' ἑαυτοῦ τε καὶ δι' ἑτέρων.
And the saying in John, "I live because of the Father," gives no handle [to them] from any quarter. For either it was spoken on account of the aforementioned manner of the dispensation, or because He has been manifested as life from paternal life, just as light from light and God from God. Therefore we also heard this from Him in the same John: "I am the life and the light;" and again: "The Son makes alive whom He wills." If then the Father also is life and true light, life differs nothing from life, nor light from light. For He is life and light once for all; and the saying, "There was when He was not," is not even near plausibility regarding the creative life itself and the unfailing light. And in another way: he who lives because of another could never himself be eternal life; just as neither is he who is holy by participation of God, holiness-itself; whereas He Himself by authority sanctifies others also, both through Himself and through others.
ΚΕΦ. ΙΒ΄.
Chapter XII.
Καὶ τὸ « Ἐγὼ καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τοῦ πέμψαντός με Πατρὸς, » τοῦτο δηλοῖ· Οὐχ ἵνα τὸ τῆς ἀνθρωπότητος, φησὶ, θέλημα πράττω ἐν τῇ ἐνανθρωπήσει, ἀλλὰ τὸ τῆς θεότητος. Οὐ γάρ ἐστι θέλημα τοῦ ἀγαπητοῦ Υἱοῦ, θελήματος τοῦ Θεοῦ καὶ Πατρὸς κεχωρισμένον. Ἓν γὰρ καὶ τὸ αὐτὸ θέλημά ἐστι τῇ Τριάδι. Ταύτῃ γοῦν τῇ παραδόξῳ αὐτοῦ ὑπακοῇ τῇ ἀνθ' ἡμῶν, ἔλυσε τὴν ἡμῶν ἀρχαίαν παρακοήν· καὶ ὃν τρόπον εἰς ὁμοίωσιν ἡμῶν, ὡς οἶδε καὶ ἠβουλήθη, καταβὰς ἔπαθεν· οὕτω καὶ ἡμᾶς συμμόρφους ποιήσας ἑαυτοῦ, εἰς ἀπάθειαν μετέστησεν. Ὅθεν, « Καταβέβηκα, » ἔφη· αὐθαιρετικῶς, φησιν, οὐχ ὑπουργικῶς. Καθὰ καὶ ἐν ἑτέρῳ μέρει ὁμοίως φάσκει· « Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· » ὅ ἐστιν, οὐ πεμφθείς.
And the saying, "I have come down from heaven, not to do My own will, but the will of the Father who sent Me," makes this plain: Not in order that I may do the will of humanity, He says, in the incarnation, but that of the Godhead. For the will of the beloved Son is not separated from the will of God and the Father. For the Trinity has one and the same will. By this marvellous obedience of His on our behalf, therefore, He loosed our ancient disobedience; and in the manner in which He descended into our likeness, as He knew and willed, and suffered, so also having made us conformed to Himself, He translated us into impassibility. Whence He said, "I have come down," meaning, of His own free choice, not as a subordinate minister. Just as in another passage He speaks similarly: "I am the bread that came down from heaven;" that is, not sent.
ΚΕΦ. ΙΓ΄.
Chapter XIII.
Καὶ τὸ τοῦ Ψαλμῳδοῦ· « Διὰ τοῦτο ἔχρισέ σε Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου· » καὶ τὸ παρ' Ἰωάννῃ ἐν Εὐαγγελίῳ κείμενον, « Ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς
And the saying of the Psalmist: "Therefore God, Thy God, hath anointed Thee with the oil of gladness above Thy fellows;" and that which stands in the Gospel according to John, "Whom the Father sanctified and sent into
PG 39:861Read from the page
τὸν κόσμον, » παραπλησίως εἴρηται. Οὐχ ἄλλοτε γὰρ ἐχρίσθη καὶ ἡγιάσθη ὁ ἅγιος καὶ ἁγίοις ἀναπαυόμενος, « ὁ εἷς ἅγιος, εἷς Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμὴν· » εἰ μὴ ὅτε οὐκ ἀποθέμενος ὃ ἦν, ἐγένετο ἀσυγχύτως καὶ ὃ οὐκ ἦν· ἵν' ἡμᾶς μετόχους ἑαυτοῦ ποιήσῃ καὶ ἁγιάσῃ, καθὰ εἶπεν· « Ὑπὲρ αὐτῶν ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσιν αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ. »
the world," is spoken in a similar way. For at no other time was He who is holy and rests in the holy ones, "the one Holy, one Lord Jesus Christ, to the glory of God the Father, Amen," anointed and sanctified, except when, without laying aside what He was, He became without confusion also what He was not, in order that He might make us partakers of Himself and sanctify us, as He said: "For their sakes I sanctify Myself, that they themselves may be sanctified in truth."
ΚΕΦ. ΙΔ΄.
Chapter XIV.
Ἀκολούθως τούτῳ θεωρεῖται καὶ τὸ ἐν ψαλμῷ εἰρημένον· « Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν· » καὶ τὸ πολλαχοῦ γεγραμμένον, ὅτι τὸν Χριστὸν Ἰησοῦν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν. Οὐ γὰρ χάριν ἔλαβεν αὐτὸς τὴν ἀνάστασιν, ἀλλὰ χάριν αὐτὸς δέδωκεν ἡμῖν τὸ καθ' ὁμοιότητα τῆς ἀναστάσεως αὐτοῦ ταύτης πάλιν ἀνίστασθαι. Ἐπείτοιγε τὸ πρὸς τὸν Πατέρα ἰσότιμον καὶ ἰσοδύναμον καὶ ἐν τούτῳ διδάσκων τῷ κεφαλαίῳ, παρὰ Ματθαίῳ καὶ Λουκᾷ εἶπε· « Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· » καὶ, « Ἐξουσίαν ἔχω τὴν ψυχήν μου θεῖναι, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. »
Consistently with this is also contemplated what is spoken in the Psalm: "Thou shalt not leave My soul in Hades, neither shalt Thou suffer Thy Holy One to see corruption;" and what is written in many places, that God raised Christ Jesus from the dead. For He did not receive the resurrection as a grace, but He Himself gave us the grace to rise again after the likeness of this resurrection of His. Since indeed, teaching in this chapter also His equality in honour and power with the Father, He said in Matthew and Luke: "Destroy this temple, and in three days I will raise it up;" and, "I have authority to lay down My soul, and I have authority to take it again."
PG 39:864Read from the page
ΚΕΦ. ΙΕ΄.
Chapter XV.
Καὶ ἡ πρὸς τὸν νομικὸν ἀπόκρισις, τὸν πειραστικῶς εἰπόντα ὡς ἀνθρώπῳ τῷ Κυρίῳ, « Διδάσκαλε ἀγαθὲ, » καὶ ἀκούσαντα, « Τί με λέγεις ἀγαθόν, Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεὸς, » τοιαύτη τίς ἐστιν. Τὸ, « Οὐδεὶς ἀγαθὸς, » εἰς τὸ γένος τῶν ἀνθρώπων· τὸ, « Εἰ μὴ εἷς ὁ Θεὸς, » εἰς τὸ ὁμοούσιον τῶν θείων ὑποστάσεων φέρει. Εἰ γὰρ οἶδάς με, φησὶν, ἀγαθὸν, ὁμολόγησόν με Θεὸν ἴσον καὶ ὅμοιον, ὡς κατὰ τὴν ἀγαθότητα, οὕτως καὶ κατὰ τὴν οὐσίαν ὑπάρχοντα τοῦ Πατρός. Ἡ γὰρ ἀνθρωπότης μεταλήψει τὴν ἀγαθότητα κέκτηται· ἡ δὲ θεότης ἄκρα ἀγαθότητος, καὶ ζωὴ, καὶ φῶς, καὶ ἀλήθεια, καὶ εἰρήνη, καὶ ἀγάπη ἐστίν. Καὶ ἐπάγει· « Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ ἀκολουθῶν μοι ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. » Πείθων τε τὸν νομικὸν ταῦθ' οὕτως ἔχειν, εἶπε· « Πώλησον πάντα, ὅσα ἔχεις, καὶ δεῦρο, ἀκολούθει μοι. » Ὅπερ οὐκ ἐποίησεν ἡττώμενος τῆς γνώμης, οὐχ ἐχούσης ἔμφυτον τὸ ἀγαθόν. Ἐμαρτυρήθη μὲν οὖν ἡ ἀγαθότης αὐτοῦ ἐν τῷ αʹ λόγῳ. Τί δὲ ἂν εἴη εἰς ἀπόδειξιν μεῖζον τοῦ ἔργοις μᾶλλον ἢ λόγοις δεικνύντος τὸ ἑαυτοῦ φύσει ἀγαθὸν, κατὰ τὸν λέγοντα· « Ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν; »—« ποιεῖν» μὲν, ἐν τῷ κενῶσαι ἑαυτὸν, καὶ μορφὴν δούλου ὑπὲρ τῶν δούλων λαβεῖν, θεραπεῦσαί τε πᾶσαν νόσον καὶ πᾶσαν μαλακείαν, καὶ δαίμονας ἀπελάσαι, καὶ θάλασσαν ἀνθρώποις ποιῆσαι βατὴν, καὶ πεινῶντας ὄχλους ἐπ' ἐρημίας ἐμπλῆσαι, καὶ δούλων νίψαι τοὺς πόδας, καὶ διὰ τὸ πλάσμα τῶν ἰδίων χειρῶν, ὑπὸ τῶν χειρῶν τοῦ πλάσματος παθεῖν, καὶ ἑκατονταπλασίονα τοῖς εὖ ποιοῦσι χορηγεῖν ἀγαθὰ, καὶ προστιθέναι ζωὴν αἰώνιον· « διδάσκειν» δὲ, « Πώλησον, ὅσα ἔχεις, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο, ἀκολούθει μοι· » καὶ, « Ὃ σὺ μισεῖς, ἄλλῳ μὴ ποιήσῃς· » καὶ, « Μὴ ἀποδῶτε κακὸν ἀντὶ κακοῦ· » καὶ, « Ὃς ἐὰν ποιήσῃ ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποίησεν· » καὶ, « Παντὶ τῷ αἰτοῦντί σε δίδου· » καὶ, « Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς
And the reply to the lawyer, who temptingly addressed the Lord as a man, "Good Teacher," and heard, "Why callest thou Me good? None is good, save one, God," is of such a sort. "None is good" refers to the race of men; "save one, God" leads to the consubstantiality of the divine hypostases. For if you know Me, He says, to be good, confess Me to be God equal and like, as in goodness, so also in essence, to the Father. For humanity possesses goodness by participation; whereas the Godhead is the summit of goodness, and life, and light, and truth, and peace, and love. And He adds: "I have come a light into the world, that whosoever follows Me may not abide in darkness." And persuading the lawyer that these things are so, He said: "Sell all that you have, and come, follow Me." Which he did not do, being overcome by his own mind, which did not have goodness innate. Now His goodness was witnessed to in the first discourse. And what could be greater for demonstration than Him who shows by deeds rather than by words that He is good by nature, according to him who says, "Jesus began both to do and to teach"?—"to do," on the one hand, in emptying Himself and taking the form of a servant on behalf of servants, and healing every disease and every infirmity, and driving out demons, and making the sea walkable for men, and filling hungry multitudes in the desert, and washing the feet of servants, and for the sake of the creature of His own hands suffering at the hands of the creature, and supplying hundredfold good things to those who do well, and adding eternal life; and "to teach," on the other hand, "Sell what you have, and give to the poor, and come, follow Me;" and, "What you hate, do not do to another;" and, "Render not evil for evil;" and, "Whoever does it to one of these least, has done it to Me;" and, "Give to everyone who asks you;" and, "Thou shalt love the Lord thy God with all thy
Notes, col. 864

On the reading

Printed ἀγαθότητος, for ἀγαθότης.

Printed μαλακείαν, for μαλακίαν.

PG 39:865Read from the page
ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου· καὶ τὸν πλησίον σου ὡς σεαυτόν· » καὶ, « Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. » Καὶ πῶς δὲ οὐκ ἔστιν, ὦ αἱρετικὲ, ἀγαθὸς ἴσα τῷ ἑαυτοῦ Πατρὶ, ὅς γε ταῦτά σοι λέγοντι συγγνώμην ἔχει;
soul, and with all thy strength, and with all thy mind; and thy neighbour as thyself;" and, "By this shall all men know that you are My disciples, if you love one another." And how, O heretic, is He not good equally with His Father, Who indeed bears with you when you say these things?
ΚΕΦ. ΙϚ΄.
Chapter XVI.
Διὰ πάντων αἱρεσιομαχεῖν ἐγνωκότες, καὶ τὴν πρὸς Τιμόθεον τοῦ Παύλου φωνὴν, τὴν λέγουσαν· « Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν· » καὶ τὴν, « Μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον· » καὶ τὴν ἐν Εὐαγγελίῳ κειμένην· « Ἵνα γινώσκωσί σε, τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν· » καὶ τὴν διαγορεύουσαν προφητείαν· « Ἐγὼ ἐξέτεινα τὸν οὐρανὸν μόνος· » οὐχ εἰς δέον ἐκδέχονται· φάσκοντες τὴν « μόνος » καὶ τὴν « ἀληθινὸς Θεὸς » λέξιν μὴ ἐπιδέχεσθαι δευτέραν, ἢ τρίτην ὑπόστασιν, ἔχειν δὲ τὴν ἀναφορὰν εἰς μόνον τὸν Πατέρα. Ἡ δὲ « μόνος » καὶ ἑνός ἐστι λέξις, ὁσάκις ἂν εἴρηται ἐπὶ τῆς Τριάδος τῇ Γραφῇ, διὰ τὸ ἐν μονάδι θεότητος ὑπάρχειν αὐτὴν, καὶ « μοναρχίαν » ἔχειν εἴρηται. Διὸ ἡ ταυτότης « μόνος, » ἢ ἐκείνης, ἢ ἅμα τῶν δύο, ἢ τῶν τριῶν ἀχράντων ὑποστάσεων μνημονεύει, ἢ χωρίς. Ἔτι δὲ οὕτως, ἐῤῥήθη πρὸς ἀντεξέτασιν τῶν καλουμένων ψευδωνύμων θεῶν, ὥσπερ ἀεὶ τὴν δαιμόνιον πολυκοιρανίαν ἐκβάλλει, ἀκουσάντων· « Θεοί ἐστε· » ἵνα μηκέτι ὦμεν δεδουλωμένοι ὑπὸ ταλαὰ, καὶ πολύμορφα, καὶ τρεπτὰ, καὶ ἑτερόγνωμα στοιχεῖα, ἐπὶ τὴν πορνείαν ταύτην σκορπίζοντες τὰ νοήματα ἡμῶν, κατὰ τὸν λέγοντα· « Πρώτη πορνεία, ἐπίνοια εἰδώλων. » Πρὸς τούτοις, καὶ ὅτι οὐχ ἁρμόττει κτίσματι κυρίως καὶ καθ' ἅπαξ ἡ « μόνος » καὶ ἑνὸς λέξις, τῷ εἶναι· πάντων, ἢ πολλῶν ἅμα κοινόν τι, διὰ τὸ πάντα ἔχειν πολλὰ ὁμοούσια καὶ ὁμοειδῆ, ὡς ἐν τῷ τεσσαρεσκαιδεκάτῳ κεφαλαίῳ τοῦ πρώτου ἐῤῥήθη λόγου. Ἡ δὲ, « Μόνος ἔχων ἀθανασίαν, » καὶ ἡ, « Ἀοράτῳ μόνῳ σοφῷ Θεῷ, » φωνὴ ἐγράφη, διὰ τὸ μηδὲ ἓν κτίσμα ἔχειν ἀφ' ἑαυτοῦ καὶ παντὶ τὸ ἀθάνατον καὶ ἀόρατον, καὶ σοφὸν, ἀλλ'
Having resolved to fight against truth in every way, they also take amiss the utterance of Paul to Timothy, which says, "Now to the King of the ages, incorruptible, invisible, only wise God, be honour and glory for ever and ever, Amen," and, "Who alone hath immortality, dwelling in light unapproachable," and that which stands in the Gospel, "That they may know Thee, the only true God, and Him whom Thou hast sent, Jesus Christ," and the prophecy that declares, "I stretched out the heaven alone"—claiming that the word "only" and "true God" do not admit a second or third hypostasis, but have reference to the Father alone. Yet the word "only" and "of one" is spoken, as often as it is said of the Trinity in Scripture, because It subsists in unity of Godhead, and is said to have "monarchy." Therefore the identity "only" makes mention either of It, or of the two together, or of the three immaculate hypostases, or separately. Furthermore, it was thus spoken in contrast to the so-called falsely named gods, just as it always casts out demonic polyarchy, when they heard, "Ye are gods," so that we may no longer be enslaved under wretched, and multiform, and mutable, and discordant elements, scattering our thoughts upon this fornication, according to him who says, "The first fornication is the devising of idols." In addition to this, also because the word "only" and "of one" does not properly and absolutely fit a creature, since all things or many have something in common together, because all things have many things consubstantial and of the same kind, as was said in the fourteenth chapter of the first discourse. And the utterance, "Who alone hath immortality," and, "To the invisible, only wise God," was written because not a single creature has of itself and in every respect what is immortal, and invisible, and wise, but
PG 39:868Read from the page
εἰληφέναι παρὰ τοῦ δημιουργήσαντος Υἱοῦ, τοῦ μόνως σὺν Πατρὶ καὶ Πνεύματι ὑπάρχοντος ταῦτα, ὕπαρξιν ἀθανασίας καὶ ἀορασίας· ὡς Παῦλον γράφειν Κορινθίοις τὸ πρῶτον· « Τί δὲ ἔχεις, ὃ οὐκ ἔλαβες; Εἰ δὲ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; » Καὶ διὰ τοῦτο μηδὲ τὰς λέξεις ταύτας κυρίως πρέπειν ποιήματι. Ἔστι γὰρ θνητὴν δυνάμει, τὸ μὴ ἔχον οἴκοθεν τὸ ἀθάνατον, ἀλλὰ καὶ δυνάμενον, εἰ θελήσοι τυχὸν ὁ ποιήσας, καὶ τὸ ἀποσβεσθῆναι, καθὰ ἐν Εὐαγγελίῳ εἶπεν· « Φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. »
has received from the creating Son, Who alone with the Father and the Spirit is these things, the subsistence of immortality and invisibility; as Paul writes to the Corinthians in the first [epistle]: "What hast thou that thou didst not receive? Now if thou didst receive it, why dost thou boast as if thou hadst not received it?" And on this account neither do these words properly befit a thing made. For that is potentially mortal which does not have immortality from itself, but is even able, if perchance the Maker should will it, also to be extinguished, as He said in the Gospel: "But fear rather Him who is able to destroy both soul and body in Gehenna."
Τούτων οὕτως ἐχόντων, οὐδὲν κωλύσει πρὸς πλείονα εὐμαθίαν ἕκαστον ἰδιαζόντως ἐξεργάσασθαι ῥητόν. Τὸ μὲν οὖν, « Τῷ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ » ἔγραψε, πολλὰ προδιηγησάμενος κοσμικὰ ἐν τῇ Ἐπιστολῇ, καὶ κατὰ πάσης τῆς διηγήσεως ἐπαγαγὼν τοῦτο, ὡς ἔσται σαφὲς παντὶ τῷ προσέχοντι τῇ ἐννοίᾳ τῆς Ἐπιστολῆς. Τὸ δὲ, « Μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, » ὡς πρὸς τὴν κτίσιν ἐπέστειλε, καθὰ εἴρηται. Ἡ γὰρ αἰώνιος ζωὴ, καὶ ἡ ἀφθαρσία, ἀθανασία ἐστί· καὶ ἡ « ἀλήθεια, » καὶ « σοφία » λέξις ἰσοδυναμεῖ τῷ « ἀληθινῷ » καὶ « σοφῷ » ῥήματι· καθάπαξ δὲ ταῦτά ἐστι μόνου Θεοῦ· μεμαρτύρηται δὲ ταῦτα εἶναι ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα. Καὶ εἰ, ὥσπερ ὁ Πατὴρ δημιουργεῖ, ἁγιάζει, δικαιοῖ καὶ θεοποιεῖ τοὺς πρὸς οὓς γίνεται, τὸν ἴσον τρόπον καὶ ὁ Μονογενὴς, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ποιεῖ· κυρίως ἄρα τῷ τε Υἱῷ, τῷ τε Πνεύματι τοῦ Θεοῦ τὸ, « μόνος, » καὶ « ἀληθινὸς, » καὶ « σοφὸς, » καὶ « ἀόρατος Θεὸς, » καὶ « μόνος ἔχων ἀθανασίαν, » ὡς τῷ Πατρὶ ἐφαρμόσει· καθάπερ καὶ αὐτῷ πρέψει ἡ περὶ τοῦ Μονογενοῦς λέγουσα Γραφή· « Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. » Πᾶσιν γὰρ, ἵν' οὕτως φράσω, οἷς ὁ Πατὴρ τῆς κτίσεως διαφέρει, καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ὁμοίως διαφέρει. Πῶς γὰρ λοιπὸν μόνος ἔχει τὰ προλεχθέντα ὁ Πατὴρ, εἰ ἀληθεύει τὰ περὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος γεγραμμένα, καὶ τὸ, « Ὥσπερ ὁ Πατὴρ ζωὴν ἔχει, οὕτως ἔδωκε τῷ Υἱῷ ζωὴν ἔχειν, » ὡς καὶ τὸ προσεχὲς τούτῳ κεφάλαιον ἐπιδείξει; Τὸ δὲ, « Ἵνα γινώσκωσί σε, τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστὸν, » συμπεριέχει καὶ τὸν Υἱὸν, καὶ δείκνυσιν ἴσον τῷ Πατρὶ, μεθ' οὗ νοεῖται καὶ τὸ Πνεῦμα αὐτοῦ. Ἡ δὲ ἀποστολὴ τὴν οἰκονομίαν δηλοῖ. Ἡ δὲ, « Ἐγὼ ἐξέτεινα τὸν οὐρανὸν μόνος, » φωνὴ, οὐκ ἔστι τοῦ Πατρός. Ἐπεὶ πῶς ἀληθὲς τὸ πάντα διὰ
These things being so, nothing will hinder us from working out each saying individually for greater ease of understanding. That, then, "To the King of the ages, incorruptible, invisible, only wise God" he wrote after first narrating many worldly matters in the Epistle, and adding this upon the whole narrative, as will be clear to everyone who attends to the sense of the Epistle. And that, "Who alone hath immortality, dwelling in light unapproachable," he wrote as in contrast to creation, as has been said. For eternal life and incorruptibility are immortality; and the word "truth" and "wisdom" is equivalent to the expression "true" and "wise"; and altogether these belong to God alone; and the Son and the Holy Spirit are witnessed to be these. And if, just as the Father creates, sanctifies, justifies, and deifies those to whom He comes, in the same manner both the Only-begotten and the Spirit of God do so, then properly to both the Son and the Spirit of God the terms "only," and "true," and "wise," and "invisible God," and "who alone hath immortality" will apply just as to the Father; even as the Scripture speaking of the Only-begotten will befit Him also: "This is our God; no other shall be reckoned in comparison with Him." For in all things, so to speak, wherein the Father differs from creation, both the Son and the Spirit of God likewise differ. For how, moreover, does the Father alone have the aforementioned things, if what is written concerning the Son and the Holy Spirit is true, and the saying, "As the Father hath life, so He gave to the Son to have life," as the chapter next to this will also show? And the saying, "That they may know Thee, the only true God, and Him whom Thou hast sent, Jesus Christ," includes the Son also, and shows Him equal to the Father, with Whom His Spirit is also understood. And the sending manifests the dispensation. And the utterance, "I stretched out the heaven alone," is not of the Father. Otherwise how is it true that all things through
Notes, col. 868

On the reading

Printed θνητὴν, for θνητὸν.