Migne Reading Room

PG 39 · cols. 725–736 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:725Read from the page
οἶκος τοῦ Ἰακὼβ παρώργισε τὸ Πνεῦμα Κυρίου. » Καὶ ὁ πνευματοφόρος δὲ Δαυῒδ, τὸ πρὸς τὸν Πατέρα ἰσότιμον καὶ ἰσοδύναμον τοῦ Πνεύματος αὐτοῦ συνομολογῶν, καὶ τὸ δίχα τοῦ ἁγίου Πνεύματος μηδοτιοῦν τῶν ἀγαθῶν ὑπάρχειν τῇ κτίσει, ηὔχετο· « Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· » καὶ, « Πνεύματι ἡγεμονικῷ στήριξόν με· » τοῦτ' ἔστιν, τῷ Πνεύματί σου τῷ ἀρχικῷ καὶ ἐξουσίαν ἔχοντι στερέωσον, ἵν' οὕτω δυνηθῶ τῆς τε ἁμαρτίας καθαρισθῆναι, καὶ τῆς προφητείας μὴ ἐκπεσεῖν. Καὶ ἐν Εὐαγγελίῳ τοὺς ἀποστόλους διδάσκων ὁ Δεσπότης, ὅτι τῆς ἑαυτοῦ ἐπιφανείας οὐχ ἥσσων ἔσται ἡ παρουσία τοῦ ἁγίου Πνεύματος, καὶ ἡ ἐκεῖθεν περιγινομένη σωτηρία τῇ κτίσει· ἀλλ' ἴση καὶ ἡ αὐτὴ, διὰ τὴν μίαν θεότητα καὶ ἐνέργειαν, λέγει· « Συμφέρει ὑμῖν, ἵνα ἐγὼ ἀπέλθω. Ἐὰν γὰρ μὴ ἐγὼ ἀπέλθω, ἐκεῖνος οὐχ ἔρχεται, τὸ Πνεῦμα τὸ ἅγιον. » Καὶ σύμφωνον δὲ τῇ ἑαυτοῦ τὴν τοῦ ἁγίου Πνεύματος διδασκαλίαν παριστῶν, ἔφη· « Ὅταν ἔλθῃ τὸ Πνεῦμα τὸ ἅγιον, ἐκεῖνο ὑμᾶς διδάξει καὶ ἀναμνήσει πάντα, ἃ εἶπον ὑμῖν· » καὶ, « Οὐκ ἐστὲ ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς τὸ λαλοῦν ἐν ὑμῖν. » Εἰ δὲ τὸ Πνεῦμα τοῦ Πατρὸς ὁμότιμον τῷ Πατρὶ, ὡς ἀποδέδεικται, ὁμότιμον δὲ καὶ τῷ Υἱῷ, ὡς ὡμολόγηται· δῆλον, ὅτι τὴν ἴσην καὶ πρὸς ἀλλήλας ἔχουσι σχέσιν αἱ θεῖαι ὑποστάσεις. [130 a] Τὰ γὰρ τῷ αὐτῷ ἴσα, καὶ ἀλλήλοις ἴσα πάντως ἐστίν· ἴσος δὲ ὁ Υἱὸς τῷ Πατρὶ, ἴσον δὲ καὶ τὸ Πνεῦμα τῷ Υἱῷ· δῆλον, ὅτι ὁμοίως ἴσον ἐστὶ καὶ τῷ Πατρί. Αὐτοῦ τοίνυν εἰπόντος τὸ θεσπέσιον Πνεῦμα λαλεῖν ἐν τοῖς ἀποστόλοις, ὁ Παῦλος, διὰ τὴν ἀπαραλλαξίαν τῆς φύσεως καὶ διδαχῆς, τὸν Χριστὸν ἰσχυρίζεται λαλεῖν ἐν αὐτῷ, γράφων· « Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ. » Σημειωτέον δὲ, ὡς ὅλα ταῦτα τὴν ἐπιφάνειαν τοῦ Πνεύματος αὐθεντικῶς δηλοῖ γεγενῆσθαι· καὶ ἐν τῷ Λουκᾷ δὲ, ὡς προελέχθη, προείρηκεν αὐτοῖς· « Ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. » Αὕτη δὲ ἐτύγχανεν ἡ τοῦ θεϊκοῦ Πνεύματος.
house of Jacob provoked the Spirit of the Lord" (Mic. 2:7). And the Spirit-bearing David also, confessing the equal honour and equal power of His Spirit with the Father, and that without the Holy Spirit there is nothing good at all for creation, prayed: "Thy good Spirit shall lead me in a straight land" (Ps. 142:10); and, "With a ruling Spirit establish me" (Ps. 50:14)—that is, confirm me with Thy Spirit Who is sovereign and has authority, that thus I may be able both to be cleansed from sin and not to fall from prophecy. And in the Gospel the Master, teaching the apostles that the presence of the Holy Spirit and the salvation accruing thence to creation will not be inferior to His own manifestation, but equal and the same on account of the one Godhead and operation, says: "It is expedient for you that I go away. For if I go not away, He cometh not, the Holy Spirit" (John 16:7). And showing that the teaching of the Holy Spirit is in accord with His own, He said: "When the Holy Spirit cometh, He will teach you and bring to your remembrance all things that I said unto you" (John 14:26, 15:26); and, "It is not ye that speak, but the Spirit of the Father that speaketh in you" (Matt. 10:20). Now if the Spirit of the Father is of equal honour with the Father, as has been demonstrated, and of equal honour with the Son also, as has been agreed, it is clear that the divine hypostases have an equal relation to one another as well. [130 a] For things equal to the same thing are altogether equal to one another too; and the Son is equal to the Father, and the Spirit is equal to the Son; it is clear that He is likewise equal to the Father. When He, therefore, had said that the divine Spirit speaks in the apostles, Paul, because of the invariability of nature and teaching, affirms that Christ speaks in him, writing: "If ye seek a proof of Christ speaking in me" (2 Cor. 13:3). And it is to be noted that all these passages show that the manifestation of the Spirit took place by His own authority; and in Luke too, as was said before, He foretold to them: "But tarry ye in the city, until ye be clothed with power from on high" (Luke 24:49). And this was [the power] of the divine Spirit.
ΚΕΦ. ΙΗʹ.
Chapter XVIII.
Ἥντινα ἀλκὴν ἐνδυσάμενοι οὐκ ἔτι εὐκατάπληκτοι καθεστήκεσαν, ὡς γέγραπται, ὅτι ἦσαν κεκλεισμέναι αἱ θύραι, τῶν μαθητῶν κρυπτομένων διὰ τὸν φόβον τῶν Ἰουδαίων, καὶ ὅτι Πέτρος ὁ πρόκριτος
Having been clothed with which strength, they were no longer easily terrified, as it is written that the doors were shut, the disciples hiding for fear of the Jews (John 20:19), and that Peter, the foremost
PG 39:728Read from the page
τῶν ἀποστόλων, διὰ κόρης ἀπειλὴν διωμνύετο μὴ εἰδέναι τὸν Κύριον, τὸν ποιήσαντα αὐτὸν κλειδοῦχον τῶν οὐρανῶν· ἀλλ' οἱ δυοκαίδεκα μόνοι, καὶ αὐτοὶ οὐχ ὑφ' ἓν ὄντες, ἀντέστησαν μονονουχὶ πάσῃ τῇ οἰκουμένῃ, δήμοις ὅλοις ἀντικράζοντες· « Οὐ δυνάμεθα ἡμεῖς ἃ ἴδομεν καὶ ἠκούσαμεν, μὴ λαλεῖν. » Ἀλλὰ καὶ πάσῃ τῇ διαβολικῇ πλάνῃ παρετάξαντο, καὶ τὴν κτισματολατρείαν ἀπήλασαν, καὶ τὴν λεγομένην ἀχλὺν ἀφεῖλον τῆς τῶν ἀνθρώπων ψυχῆς, ἣ πρὶν ἐπῆεν, ὥς φασιν,
of the apostles, at a maidservant's threat swore that he did not know the Lord, Who had made him key-bearer of the heavens; yet the twelve alone, and they not being in one place, withstood virtually the whole inhabited world, crying out against whole peoples: "We cannot but speak the things which we have seen and heard" (Acts 4:20). And they also arrayed themselves against all devilish error, and drove out the worship of creatures, and took away the so-called mist from the soul of human beings, which was there before, as they say,
Ὄφρ' εὖ γινώσκοιεν ἠμὲν Θεὸν ἠδὲ καὶ ἄνδρα.
That they might well discern both God and man.
Διὰ δὲ τῆς τῶν χειρῶν ἐπιθέσεως ποικίλων νόσων ἀπήλλαττον τοὺς ἀνθρώπους· [130 b] ὡς Πέτρου μὲν καὶ τὴν ἀποπίπτουσαν τοῦ σώματος σκιὰν, Παύλου δὲ καὶ τὰ σουδάρια τοῦ χρωτὸς ἰάσεις ἀποτελεῖν. Καὶ Παῦλος μὲν Ῥωμαίοις ἔγραφεν· « Ἐν τῷ πιστεύειν εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι, ἐν δυνάμει Πνεύματος ἁγίου. » Πέτρος δὲ μετὰ παῤῥησίας τὸν διάβολον κατειργάζετο, καὶ τοῦ ἁγίου Πνεύματος τὴν θεϊκὴν οὐσίαν ἀνεφθέγγετο, πρὸς τὸν Ἀνανίαν λέγων· « Διὰ τί ἐπείρασεν ὁ Σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον; » Τίς γὰρ ὁ ψευσθείς; Εἶπεν ἐπαγαγών· « Οὐκ ἐψεύσω ἀνθρώπῳ, ἀλλὰ τῷ Θεῷ. » Οὐχ ἦν γὰρ αὐτοῖς ἐν αἰδοῖ τις, ἥττων χρημάτων ὑπάρχων, ἢ ἄδικον ἀναπνέων, ἢ σῶφρον μὴ βλέπων, ἢ μὴ διακείμενος περὶ τὴν ὁμοούσιον Τριάδα εἰλικρινῶς, κἂν τυχὸν ἦν τοῖς πρώτοις ἐπιβεβηκὼς κοσμικοῖς θρόνοις, καὶ τὰς ἄκρας ἐν χεροῖν ἔχων ἀρχάς. Ὑπερεώρων δὲ καὶ αὐτῆς τῆς βασιλικῆς ἁλουργίδος, καὶ κρείττονες ἦσαν χρημάτων, τὸν ἀμείωτον θησαυρὸν ἔχοντες τοῦ ἁγίου Πνεύματος. Ἐλάλουν δὲ
And through the laying on of hands they freed people from various diseases; [130 b] so that even the shadow falling from Peter's body, and the handkerchiefs from Paul's skin, wrought healings (Acts 5:15, 19:12). And Paul wrote to the Romans: "In believing, that ye may abound in hope, in the power of the Holy Spirit" (Rom. 15:13). And Peter with boldness overcame the devil, and proclaimed the divine essence of the Holy Spirit, saying to Ananias: "Why hath Satan tempted thy heart to lie to the Holy Spirit?" (Acts 5:3). For who was the one lied to? He said, adding: "Thou hast not lied unto man, but unto God" (Acts 5:4). For no one was held in reverence by them who was a slave to money, or breathing injustice, or not looking modestly, or not sincerely disposed towards the consubstantial Trinity, even if he happened to have ascended the foremost worldly thrones and to hold the highest offices in his hands. And they looked down even upon the imperial purple itself, and were superior to money, having the undiminished treasure of the Holy Spirit. And they spoke
Notes, col. 728

On the reading

Printed Οὐχ ἦν, for Οὐκ ἦν.

PG 39:729Read from the page
καὶ ἑτέραις γλώσσαις, « καθὼς, » φησὶν, « τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς· » καὶ συνίεσαν ὁμιλίαν οἱ Γαλιλαῖοι Πάρθων, Μήδων, Περσῶν, καὶ ἀλλοθρόων ἄλλων ἀνθρώπων, ἔτι δὲ καὶ τὴν Ἑλλάδα καὶ Αὐσονίαν γλῶτταν· πολύφωνοί τε ἐγίνοντο, καὶ ἀνεδείκνυντο, οἷοί περ ἐν τῷ μέλλοντι αἰῶνι εὑρίσκεσθαι μέλλομεν, τῶν τοῦδε τοῦ κόσμου ἀπολυθέντες δεσμῶν, κατὰ τὴν Παύλου φωνήν· « Ὅπου οὐκ ἔνι Ἕλλην, βάρβαρος, Σκύθης· ἀλλὰ τὰ πάντα ἐν πᾶσιν Χριστός. » Πρόδηλον δὲ, ὡς διὰ τὸ τῆς Τριάδος ταυτούσιον εἶπεν· « Πάντα ἐν πᾶσιν Χριστός· » ἐπεὶ ποῦ ζητοῦμεν τὸν . . .
and with other tongues, "as," it says, "the Spirit gave them utterance" (Acts 2:4); and the Galileans understood the speech of Parthians, Medes, Persians, and other men of strange tongue, and moreover the Greek and Ausonian language as well; and they became many-voiced, and were shown to be such as we are about to be found in the age to come, when loosed from the bonds of this world, according to Paul's saying: "Where there is neither Greek, barbarian, Scythian; but Christ is all and in all" (Col. 3:11). And it is manifest that because of the sameness of essence of the Trinity he said: "Christ is all and in all"; since where do we seek the . . .
ΚΕΦ. ΙΘʹ.
Chapter XIX.
. . . ἢ ὁ Πατὴρ ἐνηνθρωπηκέναι νομισθείη. Τῇ [131 a] καὶ περὶ τοῦ ἁγίου Πνεύματος ἀμυδρῶς ὁμοῦ καὶ τηλαυγῶς ἐμνημόνευεν, πρὸς τὸ αὐτοὺς κατὰ μέρος τὴν ὄψιν φωτιζομένους εἰς νόησιν τῶν θείων λογίων, καὶ, κατὰ τὸν Παῦλον, « ἀπὸ δόξης εἰς δόξαν » ἐρχομένους, δυνηθῆναι μαθεῖν τὰς αὐτοτελεῖς τρεῖς ὑποστάσεις. Καὶ τοῦτό ἐστιν ὅπερ ἐν ιζʹ φέρεται ψαλμῷ· « Λαὸς, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι, εἰς ὑπακοὴν ὠτίου ὑπήκουσέ μοι. » Ἀμέλει Δαυῒδ τοπικῶς τηνικαῦτα τὸν Πατέρα μόνον ἐγνῶσθαι εἰδὼς, ἔψαλλεν· « Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός· ἐν δὲ
. . . or the Father would be thought to have become man. [131 a] He also made mention of the Holy Spirit both obscurely and clearly, so that they, being enlightened in their sight by degrees unto the understanding of the divine oracles, and, according to Paul, going "from glory to glory" (2 Cor. 3:18), might be able to learn the three self-perfect hypostases. And this is what is reported in the 17th Psalm: "A people whom I have not known served me; at the hearing of the ear they obeyed me" (Ps. 17:45). Assuredly David, knowing that at that time the Father alone was locally known, sang: "In Judaea is God known; in
PG 39:732Read from the page
τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Ἐπιφανέντος δὲ τοῦ Θεοῦ Λόγου καὶ πιστευθέντος, ἡ Νέα Διαθήκη ἤρξατο καὶ αὐτὸν μὲν τρανέστερον κηρύττειν Θεὸν, κατὰ μέρος δὲ, πρὸς τὴν δύναμιν τῶν δεχομένων, ἐχορήγει πάλιν ἡσύχως τὴν περὶ τοῦ ἁγίου Πνεύματος γνῶσιν. Τοῖς γὰρ ἄρτι κεκλημένοις εἰς ἐπίγνωσιν ἀληθείας, καὶ οὐκ ἐντριβῆ τοῖς ἐπ' αὐτῇ θεωρήμασιν τὴν διάνοιαν ἔχουσιν, δυσπρόσιτός πως εἶναι ἐδόκει ἡ τοιάδε τελεωτάτη πίστις. Καὶ τί δεῖ περὶ τούτου διαπορεῖν, ἔχοντας εἰς ἀπόδειξιν τοὺς περὶ τὸ χάος κάτω νενευκότας, καὶ ἕως τῆς δεῦρο μηδὲ τῇ θεότητι τοῦ Μονογενοῦς πιστεύοντας; Οὐχ ἁμάρτυρα δὲ ταῦτα Παῦλος ποιεῖ, γράφων Κορινθίοις μὲν τὸ πρῶτον· « Κἀγὼ, ἀδελφοὶ, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς. Ὡς νηπίους ἐν Χριστῷ γάλα ὑμᾶς ἐπότισα, καὶ οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε· ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε· ἔτι γὰρ σαρκικοί ἐστε· » Ἑβραίοις [131 b] δέ· « Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ· καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, οὐ στερεᾶς τροφῆς. Πᾶς γὰρ ὁ μετέχων γάλακτος, ἄπειρος λόγου δικαιοσύνης· νήπιος γάρ ἐστι· τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. » Ἀρκεῖ οὖν ὁ Πατὴρ, λέγων Πνεῦμα εἶναι αὐτὸ ἑαυτοῦ· ἀρκεῖ δὲ καὶ ὁ Υἱὸς, θεσπίσας δι' ἑνὸς μὲν ὀνόματος, τριῶν δὲ ὑποστάσεων ὁμοτίμων, πᾶσαν τὴν οἰκουμένην εἰς ἑνότητα συνάγεσθαι πίστεως. Εἰ γὰρ τοῦ Πατρὸς τὸ ὄνομα Θεός· εὖ δῆλον, ὡς, ὅπερ ἐστὶν ὁ Πατὴρ (τοῦτ' ἔστιν Θεὸς), τοῦτο ὑπάρχει ὅ τε Υἱὸς τό τε ἅγιον Πνεῦμα τοῦ Θεοῦ. Ὅπερ καὶ τὰ σεραφὶμ δηλοῖ, λέγοντα τρίτον, « Ἅγιος, » καὶ ἅπαξ, « Κύριος. » Καὶ ἑτέρωθι δὲ οὐκ ἄλλο, ἢ τοῦτο διδάσκων, ἔλεγεν ὁ Υἱὸς, περὶ μὲν ἑαυτοῦ τοῖς μὴ πιστεύουσιν αὐτῷ, ὡς Θεῷ ἀληθινῷ· « Ἐγὼ ἐν τῷ ὀνόματι τοῦ Πατρός μου ἐλήλυθα (τοῦτ' ἔστιν Θεὸς τοιοῦτος, οἷος ἐκεῖνος), καὶ οὐ λαμβάνετέ με (ἀντὶ τοῦ, οὐ πιστεύετέ μοι)· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε· » τὸν Ἀντίχριστον ὑπεμφαίνων. Περὶ δὲ τοῦ ἁγίου
Israel great is His name" (Ps. 75:2). And when God the Word had appeared and been believed in, the New Testament began both to proclaim Him more clearly as God, and by degrees, according to the capacity of those receiving it, silently supplied the knowledge concerning the Holy Spirit. For to those newly called to the knowledge of the truth, and not having their mind practised in the contemplations thereon, such most perfect faith seemed somehow hard of access. And why need one be at a loss about this, having as a proof those who have bent downwards towards chaos, and up to this day do not even believe in the Godhead of the Only-begotten? And Paul does not leave these things without witness, writing to the Corinthians first: "And I, brethren, could not speak unto you as unto spiritual, but as unto carnal. As babes in Christ I gave you milk to drink, and not meat; for hitherto ye were not able; nay, neither yet now are ye able; for ye are yet carnal" (1 Cor. 3:1-3); and to the Hebrews [131 b]: "For when for the time ye ought to be teachers, ye have need again that someone teach you what are the first principles of the oracles of God; and ye are become such as have need of milk, not of solid food. For everyone that partaketh of milk is inexperienced in the word of righteousness; for he is a babe; but solid food is for the full-grown, even those who by reason of use have their senses exercised to discern both good and evil" (Heb. 5:12-14). The Father, therefore, suffices, saying that the Spirit is His own; and the Son also suffices, having ordained that through one name, yet three hypostases of equal honour, the whole inhabited world be gathered into unity of faith. For if the Father's name is God, it is very clear that what the Father is (that is, God), this both the Son and the Holy Spirit of God are. Which the seraphim also make clear, saying thrice, "Holy", and once, "Lord". And elsewhere, teaching nothing other than this, the Son said, concerning Himself to those who did not believe in Him as true God: "I am come in My Father's name (that is, God such as He is), and ye receive Me not (instead of, ye believe Me not); if another shall come in his own name, him ye will receive" (John 5:43), hinting at the Antichrist. And concerning the Holy
PG 39:733Read from the page
Πνεύματός φησιν· « Τὸ Πνεῦμα, ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου. » Καὶ ὃν τρόπον τὴν ἕνωσιν καὶ τὸν σύνδεσμον τῆς ἀκροτάτης καὶ ἀπεριγράφου θεϊκῆς εἰρήνης εἰσάγων εἶπε· [132 a] « Πνεῦμα Κυρίου ἐπ' ἐμέ· » καὶ, « Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· » καὶ, Ὁ Πατὴρ ὁ ἐν ἐμοὶ μένων· » καὶ, « Κατέβη, » φησὶν, « ἐξ οὐρανοῦ τὸ Πνεῦμα καὶ ἔμεινεν ἐπὶ τὸν Χριστόν· » οὕτως ἐνταῦθα ἓν ὄνομα ἐδήλωσεν, εἰπὼν, ἑαυτὸν μὲν ἐν τῷ ὀνόματι τοῦ Πατρὸς, τὸ δὲ ἅγιον Πνεῦμα ἐν τῷ ὀνόματι τῷ αὐτοῦ ἐληλυθέναι· καὶ ἀπὸ τοῦ προστάξαι βαπτίζειν « εἰς τὸ ὄνομα, » καὶ οὐχὶ « εἰς τὰ ὀνόματα, » ὡς ἑνὸς ὀνόματος τῇ Τριάδι ὄντος, τοῦ « Θεὸς, » καὶ μιᾶς οὐσίας καὶ δόξης. Καὶ ὁ μὴ ἔχων τὸ Πνεῦμα οὐδὲ τὸν Υἱὸν ἔχει· καὶ ὁ μὴ ἔχων τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα ἔχει· καὶ ἔστι τὸ πᾶν ὁ τοιοῦτος ἄθεος, ὡς ὁ ἐκ τοῦ ἐναντίου μακαριώτατος. Φασὶν γάρ·
Spirit He says: "The Spirit, whom the Father will send in My name" (John 14:26). And in the manner in which, introducing the union and bond of the supreme and uncircumscribed divine peace, He said [132 a]: "The Spirit of the Lord is upon Me" (Isa. 61:1; Luke 4:18); and, "I am in the Father, and the Father in Me" (John 14:11); and, "The Father Who abideth in Me" (John 14:10); and, "The Spirit," it says, "descended from heaven and abode upon Christ" (John 1:32): so here He manifested one name, saying that He Himself had come in the name of the Father, and the Holy Spirit in His own name; and from commanding to baptize "into the name", and not "into the names", since there is one name for the Trinity, "God", and one essence and glory. And he who does not have the Spirit does not have the Son either; and he who does not have the Son does not have the Father either; and such a one is altogether godless, just as on the contrary [the other] is most blessed. For they say:
Ὄλβιος, ὅστε Θεοῖο σοφῆς ἀπέλαυσεν ἀρωγῆς, Αὐτὸς ἑοῖς στέρνοισι φέρων θεὸν ἀστυφέλικτον.
Blessed is he who has enjoyed the wise succour of God, bearing in his own breast an unshaken god.
Τὸ ἓν τοίνυν ὄνομα τοῦτο καὶ ἡ Παλαιὰ Διαθήκη ἐμήνυσεν, ὅτε τῷ Ἰακὼβ συγκαταβὰς ἐπάλαισεν ὁ Θεός. Φησὶν γὰρ, « Ἵνα τί ἐρωτᾷς τὸ ὄνομά μου; Καὶ τοῦτό ἐστιν θαυμαστόν. » Ὅπερ ὑμνεῖ Δαυῒδ, ψάλλων· « Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! » καὶ πάλιν· « Ἐμεγάλυνας ἐπὶ πάντας τὸ ὄνομα τὸ ἅγιόν σου· » ἀφεὶς τὸ λέγειν· Ἐν τῷ Ἰσραὴλ μόνῳ. « Οὐ γάρ ἐστιν ἕτε-
This one name, then, the Old Testament also revealed, when God condescended and wrestled with Jacob. For He says: "Wherefore askest thou My name? And this is wonderful" (Gen. 32:29). Which David hymns, singing: "O Lord, our Lord, how wonderful is Thy name in all the earth!" (Ps. 8:2); and again: "Thou hast magnified Thy holy name above all" (Ps. 137:2); leaving off saying: In Israel alone. "For there is no other
Notes, col. 733

On the reading

Printed Ὁ Πατὴρ, for « Ὁ Πατὴρ.

PG 39:736Read from the page
ρον ὄνομα δεδομένον ὑπὸ τὸν οὐρανὸν, ἐν ᾧ δεῖ σωθῆναι. » Καὶ Ζαχαρίας δὲ λέγει· « Καὶ ἔσται Κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ἔσται Κύριος, Κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἓν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον· » καὶ πάλιν ὁ Ἱεροψάλτης· « Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν εἰς τὸν αἰῶνα, καὶ γνώτωσαν, ὅτι ὄνομά σοι Κύριος· σὺ εἶ μόνος Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. » [132 b] Εἰ γὰρ μιᾷ τις ἀφορίσῃ ὑποστάσει τὸ, « Ὁ Θεὸς, » καὶ τὸ, « Κύριος, » καὶ « Μόνος Ὕψιστος, » ἐκβάλλει τὴν ἑτέραν. Καὶ ἀπὸ τῆς φυσικῆς δὲ ἡμῶν κινήσεως καὶ τῆς συνηθείας ἔστι τούτῳ ἐπιστῆναι. Εὐχόμενοι γὰρ, εἴτε εἴπωμεν, « Κύριε, ἐλέησον, » εἴτε, « Ὁ Θεὸς, βοήθησον, » εἴτε τὰ συναμφότερα, οὐ διαμαρτάνομεν τοῦ σκοποῦ· συμπεριλαμβάνομεν γὰρ τὴν ἐν μιᾷ θεότητι ἁγίαν Τριάδα. Ἢ οὖν μὴ ἀγράφῳ διαστροφῇ, τὰς προκειμένας μεγαλοφυεῖς περὶ τοῦ Πνεύματος τοῦ Θεοῦ ἐγγράφους, καὶ ἀναμφιβόλους ἀποδείξεις ἀκυροῦν βιαζέσθωσαν, ἢ λεγέτωσαν καὶ αὐτοὶ, πῶς τὸν Υἱὸν παραπλησίως ἡμῶν καλοῦσι Θεὸν καὶ ἀγαθὸν, τῶν Γραφῶν λεγουσῶν· « Εἷς ὁ Θεός· » καὶ, « Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός· » ἢ πῶς τὸν Πατέρα λέγουσιν ἅγιον καὶ Κύριον, ἀκούοντες· « Εἷς ἅγιος, εἷς Κύριος Ἰησοῦς Χριστός· » καὶ πάλιν· « Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν. »
name given under heaven, wherein we must be saved" (Acts 4:12). And Zechariah also says: "And the Lord shall be king over all the earth in that day. There shall be the Lord, one Lord, and His name one, going round all the earth and the wilderness" (Zech. 14:9-10); and again the sacred Psalmist: "Let them be ashamed and confounded for ever, and let them know that Thy name is Lord; Thou alone art Most High over all the earth" (Ps. 82:18-19). [132 b] For if anyone assigns to one hypostasis "God", and "Lord", and "Alone Most High", he casts out the other. And from our natural impulse and custom also one can attend to this. For when praying, whether we say, "Lord, have mercy", or, "God, help", or both together, we do not miss the mark; for we include together the Holy Trinity in one Godhead. Either, then, let them not by an unwritten perversion force themselves to annul the aforesaid noble, written, and unambiguous proofs concerning the Spirit of God, or let them also say how they, like us, call the Son God and good, when the Scriptures say: "There is one God"; and, "None is good, save one, God" (Mark 10:18; Luke 18:19); or how they call the Father holy and Lord, when they hear: "One is holy, one Lord Jesus Christ"; and again: "Now the Lord is the Spirit" (2 Cor. 3:17).
ΚΕΦ. Κ.
Chapter XX.
Διορίζει δὴ οὖν ἡμᾶς ὁ τὴν οἰκονομίαν πιστευθεὶς Ἀπόστολος, καὶ τοὺς μὲν πνευματικοὺς καλεῖ, τοὺς δὲ ψυχικοὺς, τοὺς δὲ σαρκικοὺς, ἢ χοϊκοὺς, ἀπὸ τοῦ πλείονος καὶ ἐπικρατοῦντος ἑκάστοις τὰς τοιάσδε
The Apostle, then, who was entrusted with the stewardship, distinguishes us, and calls some spiritual, some natural, and some carnal or earthy, [giving] such