Migne Reading Room

PG 39 · cols. 737–748 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:737Read from the page
προσηγορίας ἁρμόσας. Καὶ γὰρ ψυχὴν μὲν, ἣν καὶ πνεῦμά φαμεν, ἔτι δὲ καὶ τὸ διὰ τοῦ στόματος ἀναπνεόμενον ἀνύπαρκτον πνεῦμα, ὃ καὶ ἆσθμα καλοῦμεν, πᾶς ἄνθρωπος ἔχει· τὸ δὲ ἅγιον Πνεῦμα τοῦ Θεοῦ οὐ πᾶς ὁστισοῦν καταπεπλούτηκεν. « Πνευματικοὺς » τοίνυν προσαγορεύει τοὺς ἐμπρεπέσιν ἐνθυμήσεσιν καὶ πράξεσιν οἱονείπως ἀναθρῴσκοντας, καὶ τῆς ἑαυτῶν φύσεως ἀνωτέρω χωροῦντας, καὶ τὰς μὲν αἱρετικὰς θεοστυγεῖς νοήσεις [133 a] ἀποσκευαζομένους, τὸ δὲ ἀνυμνεῖν τὸ ἅγιον Πνεῦμα Θεὸν περιπτυσσομένους, καὶ ἑαυτοὺς διὰ τούτων ἀξίους τῆς ἐπιφοιτήσεως αὐτοῦ ἀποφαίνοντας. Οὗτοι γὰρ μόνοι ἔχουσίν τε αὐτὸ καταμένον παρ' αὐτοῖς, ἅμα τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ θείῳ αὐτοῦ φωτὶ καταλάμπονται, καὶ πνευματικοὶ ἀποτελοῦνται, ἐξομοιούμενοι κατὰ δύναμιν οἱ φωτιζόμενοι τῷ φωτίζοντι, καὶ μεταλαμβάνοντες ὡς τοῦ φωτὸς, οὕτω καὶ τοῦ ὀνόματος, καὶ εἰσδεχόμενοι ἐν ἑαυτοῖς ῥέουσαν ἀνεμποδίστως τῆς θείας χάριτος τὴν μετάδοσιν· εἶτα λοιπὸν καὶ τῷ πτερῷ αὐτοῦ, τῷ κατελθόντι σωματικῷ εἴδει περιστερᾶς ἀνίπτανται τὴν καρδίαν, καὶ τὴν διαβολικὴν ἐκφεύγοντες παγίδα, ἐῤῥῶσθαί τε πρὸς τὰ ἄστατα καὶ ἀβέβαια τοῦ βίου φράζοντες, τὴν μὲν μεγαλοπρέπειαν αὐτοῦ θεωροῦσιν ὑπεράνω πάντων τῶν οὐρανῶν ἐπηρμένην, καὶ ὑπὸ τῶν ἄνω δυνάμεων δοξαζομένην καὶ προσκυνουμένην σὺν τῷ Πατρὶ καὶ τῷ Υἱῷ· καὶ ὅσῳπερ ἂν ἀγόμενοι πρὸς τὸν ἐκείνου πόθον, ἐγγυτέρῳ αὐτοῦ τῇ προθέσει γίνονται, τόσῳ δὴ μᾶλλον αὐτοῦ τὸ ἀκατάληπτον τῆς θεότητος νοοῦσιν, ὡς ἅπαξ τῆς ἔνδοθεν ὄψεως τὸ ὄμμα καθαρὸν κεκτημένοι ἀπὸ πάντων τῶν ἐπιπροσθούντων· καὶ ὃν ἰδεῖν οὕτως, ὡς ἔστιν, καὶ χωρῆσαι ὅλον, διὰ τὴν τῆς φύσεως ἡμῶν πολλὴν ὕφεσιν, οὐ δύνανται, τοῦτον, ὡς ἐγχωρεῖ, ὁρῶσιν καὶ ὑποδέχονται διὰ τὴν ἔφεσιν.
appellations to each according to what is greater and predominant. For a soul, which we also call spirit, and further the unsubstantial breath breathed out through the mouth, which we also call respiration, every human being has; but not every one whatsoever has been enriched with the Holy Spirit of God. "Spiritual", therefore, he calls those who in seemly thoughts and deeds leap up, as it were, and advance above their own nature, and cast off [133 a] God-hating heretical notions, and embrace hymning the Holy Spirit as God, and thereby show themselves worthy of His visitation. For these alone have Him abiding with them, together with the Father and the Son, and are illumined by His divine light, and are made spiritual, those being illumined becoming like to Him Who illumines according to their capacity, and partaking both of the light and of the name, and receiving into themselves the impartation of divine grace flowing unhindered; then, moreover, on His wing, Who descended in the bodily form of a dove, they soar in heart, and escaping the devilish snare, and bidding farewell to the unstable and uncertain things of life, they contemplate His magnificence lifted up above all the heavens, and glorified and worshipped by the powers above with the Father and the Son; and the more, led by longing for Him, they draw nearer to Him in purpose, so much the more do they understand the incomprehensibility of His Godhead, since once for all they have acquired the eye of inner vision pure from all things that stand in the way; and Him Whom they cannot see thus, as He is, and contain whole, because of the great lowliness of our nature, Him, as far as is possible, they behold and receive because of their desire.
Κατανοοῦντες τέως, οἷα δ' ἄν τις μεγάλα εἴπῃ περὶ αὐτοῦ, τῆς ἀκριβοῦς ἀληθείας ἀφέστηκεν, οὐχ ὅσον οὐρανός ἐστιν ἀπὸ γῆς μόνον, ἀλλ' ἔτι πολλῷ πλέον, κράζουσιν μετὰ [133 b] τοῦ Ἱεροψάλτου· « Ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης, » οὐχὶ τῷ φεύγειν τὴν Θεῷ φίλην ἀλήθειαν, ἀλλὰ τῷ μηδὲν ἄξιον δύνασθαι νοῆσαι, ἢ φράσαι περὶ τῆς θεότητος τοῦ ἁγίου Πνεύματος· οὐ περὶ μεγέθους, ἢ φωτός· πάντα γὰρ ἔχει ὑφ' ἑαυτὸ, καὶ φωτίζει, καὶ ἔστιν ἐν πᾶσιν· οὐ περὶ δυνάμεως· πάντα γὰρ ὑπ' αὐτοῦ ἐστήρικται καὶ ζῳογονεῖται· οὐ περὶ σχήματος, ἢ ποιότητος· ἀόρατος γὰρ καὶ ἀκατάληπτος, ὡς πνοὴ Παντοκράτορος (εἰ γὰρ ὁ
Understanding meanwhile that whatever great things one may say about Him fall short of the exact truth, not only as much as heaven is from earth, but even far more, they cry out with [133 b] the sacred Psalmist: "I said in my ecstasy: Every man is a liar" (Ps. 115:2), not by fleeing the truth dear to God, but by being unable to conceive or utter anything worthy concerning the Godhead of the Holy Spirit; not concerning greatness or light, for He has all things under Him, and illumines, and is in all things; not concerning power, for all things are established and quickened by Him; not concerning form or quality, for He is invisible and incomprehensible, as the breath of the Almighty (for if the
PG 39:740Read from the page
παντοκράτωρ Πατὴρ ἀσχημάτιστος καὶ ἀόρατος, καθὸ καὶ ὑπερασώματος καὶ ὑπὲρ πᾶσαν νόησιν ἀναβεβηκὼς, δῆλον, ὅτι καὶ τὸ ἐξ αὐτοῦ ἐκπορευόμενον ζωογόνον Πνεῦμα)· οὐ περὶ ἀγαθότητος, ἢ ἀϊδιότητος, ἢ δόξης θεϊκῆς· Πνεῦμα γάρ ἐστιν ἅγιον, ἐξ ἁγίου Θεοῦ Πατρὸς ἐκφανθέν. Διαλέγεται οὖν πρὸς τοὺς πνευματικοὺς οὑτωσεί· « Οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν· » καὶ πάλιν· « Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἐξ ὑμῶν ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραότητος. » Ἐγράφη δὲ καὶ περὶ τοῦ Δανιὴλ, ὅτι « Πνεῦμα περισσὸν ἦν ἐν αὐτῷ· » αἰνιγματωδῶς δὲ τὸ ἅγιον ἐδηλοῦτο Πνεῦμα. Ψυχικοὺς δὲ ὀνομάζει Ἕλληνας, Ἰουδαίους, καὶ αἱρετικοὺς, ἐπειδὴ συλλογισμοῖς καὶ διαλογισμοῖς στρεβλοῖς ἐναβρυνόμενοι γνωσιμαχοῦσι, καὶ οὐχ ὁμολογοῦσι Θεὸν τὸ ἅγιον Πνεῦμα τοῦ Θεοῦ. Ἐπιστέλλει δὲ καὶ πρὸς αὐτοὺς οὕτω που· « Ψυχικοὶ Πνεῦμα μὴ ἔχοντες· » καὶ αὖθις· « Ψυχικὸς [134 a] δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν, καὶ οὐ δύναται γνῶναι. Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντας, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται. » Καὶ πάλιν, τὸ πρὸς τὴν μόνην ἡμερωτάτην φύσιν ἐπίκοινον τοῦ ἁγίου Πνεύματος δηλῶν, ἔφη· « Εἴ τις κοινωνία Πνεύματος. » Σαρκικοὺς δὲ, ἢ χοϊκοὺς καλεῖ τοὺς τῇ γῇ κατανενευκότας· ἐπειδὴ ἀκρασίαν λυττῶντες, καὶ τὰ διαβεβλημένα τοῖς τιμίοις παραμετροῦντες, καὶ τοῖς ὑλικοῖς ὑποκαθήμενοι πάθεσιν, καὶ ὡσανεὶ βορβόρῳ ταῖς αἰσχραῖς ἀεὶ ἐγκυλινδούμενοι πράξεσιν, καὶ αὐτοὶ παράλληλοί πως τοῖς ψυχικοῖς καθεστᾶσιν Ὡς γὰρ ὑπό τινος λήμης τὸ διορατικὸν τῆς ψυχῆς ἄμφω ἐπισκεπόμενοι, οὐ δύνανται καταλάμπεσθαι ὑπὸ τοῦ ἀειζώου καὶ ἀπόνου φωτὸς τοῦ ἁγίου Πνεύματος· ἀλλ' ἐν ἀποπτώσει γίνονται, καὶ ἐσπάμπαν ἀπόλλυνται, ὡς μύρον βορβόρῳ συμπλακέν· οὐδὲ συνιέντες τάχα, ὡς τοῦ ἑνὸς καὶ μόνου στεροῦνται ἀγαθοῦ. Πηλίκη γὰρ ἡ ἐντεῦθεν ζημία, μᾶλλον δὲ παντελὴς ἀπώλεια, οὐδεὶς λόγῳ παραστῆσαι δύναται, κἂν πάσῃ χρήσηται διανοίας ὑπερβολῇ. Διαγορεύει δὲ καὶ περὶ τούτων ὁ μὲν Θεὸς ἐν τῇ Γενέσει τοιῶσδε· « Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα, διὰ τὸ εἶναι αὐτοὺς σάρκας· » ὁ δὲ Παῦλος· « Οἷος ὁ χοϊκὸς ἄνθρωπος, τοιοῦτοι καὶ οἱ χοϊκοί· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι· » ἡ δὲ Σοφία· « Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ· δοκιμαζομένη δὲ ἡ δύναμις ἐλέγχει [134 b] τοὺς ἄφρο-
almighty Father is without figure and invisible, inasmuch as He is also super-corporeal and has ascended above all thought, it is clear that the life-giving Spirit Who proceeds from Him is so too): not concerning His goodness, or eternity, or divine glory; for He is the Holy Spirit, manifested from the holy God the Father. He therefore discourses to the spiritual in this manner: "Ye are not in the flesh, but in the Spirit, if so be that the Spirit of God dwelleth in you;" and again: "Brethren, if a man be overtaken in a fault, ye which are spiritual restore such an one in the spirit of meekness." And it was also written concerning Daniel, that "an excellent Spirit was in him;" and enigmatically the Holy Spirit was signified. Now He calls Greeks, Jews, and heretics "natural" (psychical), since, priding themselves in crooked reasonings and disputations, they fight against knowledge, and do not confess the Holy Spirit of God to be God. And he writes also to them somewhere thus: "Natural men, having not the Spirit;" and again: "But the natural man receiveth not the things of the Spirit of God: for they are foolishness unto him, neither can he know them. But he that is spiritual judgeth all things, yet he himself is judged of no man." And again, declaring the fellowship of the Holy Spirit with the only most gentle nature, he said: "If there be any fellowship of the Spirit." And he calls "carnal," or "earthy," those who have inclined downward to the earth; since, raging in incontinence, and measuring things that are condemned against things that are honourable, and sitting beneath material passions, and always wallowing as in mire in shameful deeds, they too stand somewhat parallel to the natural men. For as though both had the discerning faculty of the soul overshadowed by some rheum, they cannot be shone upon by the ever-living and painless light of the Holy Spirit; but they fall into apostasy, and utterly perish, like ointment mixed with mire; not even understanding, perhaps, that they are deprived of the one and only good. For how great is the loss therefrom, or rather utter destruction, no one can set forth in speech, even if he should use every excess of thought. And concerning these things God in Genesis declares thus: "My Spirit shall not abide in these men for ever, because they are flesh;" and Paul: "As is the earthy, such are they also that are earthy: and as is the heavenly, such are they also that are heavenly;" and Wisdom: "For froward thoughts separate from God: and His power, when it is tried, reproveth the fool-
Notes, col. 740

On the reading

Printed ἐσπάμπαν, for ἐς πάμπαν.

PG 39:741Read from the page
νας· ὅτι εἰς κακότεχνον ψυχὴν οὐχ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας.
-ish: for wisdom shall not enter into an evil-devising soul, nor dwell in a body indebted to sin.
ΚΕΦ. ΚΑ΄.
Chapter XXI.
Οὐχ ὡς αἱρετικοῖς δοκεῖ, διὰ τὸ δοξάζεσθαι τὸν Θεὸν ἐν τῷ ἁγίῳ Πνεύματι, καὶ ἐν αὐτῷ, καθὰ δι' ὀργάνου τινὸς, πᾶσαν λατρείαν ἀναπέμπεσθαι, λέγει Ἰωάννης μέν· « Τοὺς δὲ προσκυνοῦντας τὸν Θεὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν· » Παῦλος δέ· « Οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ, » καὶ ὅσα τοιαῦτα. Μάλιστα μὲν γὰρ τὸ, « Ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν, » ἀντὶ τοῦ, ἐξ ὅλης ψυχῆς καὶ ἀνυποκρίτως, εἶπεν τῇ Σαμαρείτιδι ὁ Σωτὴρ, νομιζούσῃ ἐν τόπῳ ὡρισμένῳ τὸν Θεὸν προσκυνεῖσθαι, καὶ λεγούσῃ αὐτῷ· « Οἱ πατέρες ἐν τῷ ὄρει τούτῳ τὸν Θεὸν προσεκύνησαν. » Ὅτι γὰρ τῷ ἁγίῳ Πνεύματι, ὡς Θεῷ, προσκύνησις καὶ λατρεία προσφέρεται, Παῦλος ἔγραψεν· « Οἱ Πνεύματι Θεοῦ λατρεύοντες. » Εἰ δὲ μὴ καταβαίνει αὐτοῖς ἡ ὄντως ἀλήθεια, ἀκουέτωσαν, ὅτι οὔκουν, Ἐν Πνεύματι καὶ Υἱῷ, εἶπεν. Αὐτὸς γὰρ παρ' Ἰωάννῃ λέγει· « Ἐγώ εἰμι ἡ ἀλήθεια. » Καὶ ὃν τρόπον ἐν τῷ Υἱῷ προσκυνοῦντες τὸν Πατέρα, προσκυνοῦμεν καὶ τὸν Υἱὸν, τὸν ἴσον τρόπον ἐν τῷ ἁγίῳ Πνεύματι προσκυνοῦντες, συμπροσκυνοῦμεν καὶ αὐτό. Τὸ δὲ, « Οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ, » τοῦτο δηλοῖ ἀντὶ τοῦ, Αἱρεσιομάχοι οὐ μετέχουσι τοῦ θείκου Πνεύματος· οἱ δὲ μὴ μετέχοντες ἡνωμένου αὐτοῦ τῷ Υἱῷ τῇ φύσει, οὐ δύνανται τὴν μνημονευθεῖσαν ἀξίως ῥῆξαι φωνήν. Ομοιότροπον γὰρ περὶ μὲν τοῦ Πατρὸς . . . . . . .
Not, as it seems to heretics, because God is glorified in the Holy Spirit, and in Him, as through some instrument, all worship is sent up, does John say: "But those who worship God must worship in spirit and in truth;" and Paul: "No man can say Jesus is Lord, except in the Holy Spirit," and all such things. For most of all, the Saviour said to the Samaritan woman, who supposed that God was worshipped in a definite place, and said to Him: "Our fathers worshipped God in this mountain," "In spirit and in truth one must worship," instead of "from the whole soul and without hypocrisy." For that worship and service are offered to the Holy Spirit as to God, Paul wrote: "We who serve the Spirit of God." But if the real truth does not come down to them, let them hear that He did not then say, "In the Spirit and the Son." For He Himself says in John: "I am the truth." And in the manner in which, worshipping the Father in the Son, we worship the Son also, in the like manner, worshipping in the Holy Spirit, we worship It also together with Them. And the saying, "No man can say Jesus is Lord, except in the Holy Spirit," signifies this instead: Heresy-fighters do not partake of the divine Spirit; and those who do not partake of Him Who is united to the Son by nature cannot worthily utter the afore-mentioned cry. For in like manner concerning the Father . . . . . . .
[135 a] ΚΕΦ. ΚΓ΄.
[135 a] Chapter XXIII.
Ὀφείλεσθαι δὲ αὐτῷ δόξαν οὐκ ἐκ τῆς μνημονευθείσης ἐν τοῖς προάγουσι μόνον τοῦ Κυρίου δεδιδάγμεθα παραδόσεως, ἀλλὰ διαφόρως· ὡς ὅταν Πέτρος γράφῃ· « Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοί ἐστε· ὅτι τὸ τῆς δόξης καὶ δυνάμεως Πνεῦμα ἐφ' ὑμᾶς ἀναπέπαυται· » καὶ ὡς ἡνίκα τὸν ὀφθέντα τῷ Ἡσαΐᾳ ἐπὶ θρόνου θεϊκοῦ ἐπηρμένον καὶ
And that glory is owed to Him we have been taught not only from the tradition of the Lord mentioned in the preceding, but in various ways: as when Peter writes: "If ye are reproached in the name of Christ, blessed are ye; because the Spirit of glory and of power resteth upon you;" and as when Him Who was seen by Isaiah lifted up upon a divine throne and
Notes, col. 741

On the reading

Printed οὐχ, for οὐκ.

Printed θείκου, for θείου.

Printed Ομοιότροπον, for Ὁμοιότροπον.

PG 39:744Read from the page
δοξαζόμενον βασιλέα καὶ Κύριον δυνάμεων, ὁ Ἀπόστολος τὸ ἅγιον εἶναι δείκνυσι Πνεῦμα· καὶ ὡς ὅταν ὁ αὐτὸς ἐπιστέλλῃ, κοινωνίαν εἶναι φάσκων τῷ Πνεύματι πρὸς τὸν Πατέρα καὶ τὸν Υἱὸν, δῆλον δὲ ὅτι θεότητος, καὶ βασιλείας, καὶ δόξης, ὡς προείρηται καὶ αὖθις ῥηθήσεται· οὕτως Κορινθίοις ἐν τῇ δευτέρᾳ Ἐπιστολῇ· « Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος· » καὶ ἑτέρωθί φησιν· « Εἴ τις κοινωνία Πνεύματος. » Ἐφεσίοις δέ· « Σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. » Κατανόησον, ὡς ἑνότητα εἶπεν διὰ τὴν πρὸς τὸν Πατέρα τῆς φύσεως ἕνωσιν. Καὶ πάλιν Κορινθίοις· « Ἢ οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ τοῦ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν ; Ἠγοράσθητε γὰρ τιμῆς. Δοξάσατε δὴ τὸν Θεὸν τὸν ἐν τοῖς σώμασιν ὑμῶν· » τοῦτ' ἔστιν, τὸ ἅγιον Πνεῦμα. Καὶ πάλιν προαναφωνήσας, « Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν, » ἐπάγει· « Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος· » καὶ πάλιν· « Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις [135 b] ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως, διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην· πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ Πνεύματος ἔσται ἐν δόξῃ ; » παραπλησία τῷ ὑπὸ Ἰωάννου εἰρημένῳ· « Ἴδομεν τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός· πλήρης χάριτος καὶ ἀληθείας. » Καὶ ὁ σοφὸς Ζοροβάβελ φησίν· « Πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ, καὶ ὁ οὐρανὸς εὐλογεῖ, καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει· » ἀλήθειαν δὲ τὸ ἅγιον Πνεῦμα λέγει, ὡς ἀνωτέρω μεμαρτύρηται. Καὶ αὐτὸ δὲ τὸ Πνεῦμα τοῦ Θεοῦ διὰ τοῦ Ψαλμῳδοῦ λέγει· « Τοὺς δοξάζοντάς με δοξάσω, καὶ οἱ ἐξουθενοῦντές με ἐξουθενηθήσονται. » Ὅτι δὲ καὶ συμπροσκυνεῖται τῷ Πατρὶ καὶ τῷ Υἱῷ, ὁ προπάτωρ ἐδίδαξεν ἐν τῇ δρυῒ τῇ Μαμβρῇ, τὴν ἁγίαν ὁμοτίμως δε-
being glorified as King and Lord of hosts, the Apostle shows to be the Holy Spirit; and as when the same writes, declaring that the Spirit has fellowship with the Father and the Son, clearly in deity, and kingdom, and glory, as has been said before and will be said again: thus to the Corinthians in the Second Epistle: "The grace of our Lord Jesus Christ, and the love of God and the Father, and the fellowship of the Holy Spirit;" and elsewhere he says: "If there be any fellowship of the Spirit." And to the Ephesians: "Endeavouring to keep the unity of the Spirit in the bond of peace." Observe that he said "unity" because of the union of nature with the Father. And again to the Corinthians: "Or know ye not that your bodies are a temple of the Holy Spirit Who is in you, Whom ye have from God, and ye are not your own? For ye were bought with a price. Glorify therefore God Who is in your bodies;" that is, the Holy Spirit. And again, having first proclaimed, "Now the Lord is the Spirit," he adds: "But we all, with unveiled face beholding as in a mirror the glory of the Lord, are transformed into the same image from glory to glory, even as from the Lord the Spirit;" and again: "But if the ministration of death, written in letters engraved on stones [135 b], was in glory, so that the children of Israel could not look steadfastly upon the face of Moses for the glory of his countenance, which was being done away: how shall not rather the ministration of the Spirit be in glory?" akin to what was said by John: "We beheld His glory, glory as of the Only-begotten from the Father: full of grace and truth." And the wise Zorobabel says: "All the earth calleth upon truth, and the heaven blesseth it, and all works shake and tremble;" and he calls the Holy Spirit "truth," as has been testified above. And the Spirit of God Himself also says through the Psalmist: "Them that glorify Me I will glorify, and they that despise Me shall be despised." And that He is also worshipped together with the Father and the Son, the forefather taught at the oak of Mamre, equally honourably re-
PG 39:745Read from the page
ξιωσάμενος καὶ προσκυνήσας Τριάδα, ὡς ἐν τῷ πρώτῳ εἴρηται λόγῳ. Καὶ ὁ Παῦλος δὲ ἔγραψεν, ὡς ἀνωτέρω εἰς τὰς θεολογίας τοῦ Πνεύματος ἐδείχθη, ὅτι « Πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει. » Αἱρετικοὶ δὲ, τῷ περὶ τὸ βάπτισμα δεσποτικῷ θεσπίσματι καὶ τῷ Ἀποστόλῳ ἀντινομοθετοῦντες, καὶ περὶ πλείονος ποιούμενοι, μήποτε φωραθεῖεν ἀπηχὲς μὴ προέμενοι κατὰ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, κατ' οἰκείαν ὥσπερ σύνθεσιν τὴν δοξολογίαν ἀναπέμπουσι.
-ceiving and worshipping the Trinity, as has been said in the first discourse. And Paul also wrote, as was shown above in the theological testimonies of the Spirit, that "Falling on his face he will worship." But heretics, legislating contrary to the Lord's decree concerning baptism and to the Apostle, and caring more lest they should be detected in not uttering something harsh against the Son and the Holy Spirit, send up the doxology according to their own, as it were, composition.
ΚΕΦ. ΚΔ΄.
Chapter XXIV.
Τοὺς δὲ ἀντιδιαταττομένους καὶ ἰδίαις παραδόσεσιν ἐναμείβοντας τὴν ἐντολὴν τοῦ Θεοῦ, μάτην ἐλπίζειν τῆς βασιλείας αὐτοῦ τυχεῖν ὁ Σωτὴρ διδάσκων ἐν τῷ κατὰ Μάρκον Εὐαγγελίῳ, τοῖς [136 a] Φαρισαίοις παραπλήσια αἱρετικοῖς φρονήσασιν εἶπε· « Διὰ τί ἀθετεῖτε τὴν ἐντολὴν τοῦ Θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε ; Μωϋσῆς γὰρ εἶπεν· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καί, Ὁ κακολογῶν πατέρα, ἢ μητέρα, θανάτῳ τελευτάτω. Ὑμεῖς δὲ λέγετε· Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ, ἢ τῇ μητρὶ, Κορβὰν, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφελήθης· καὶ οὐκ ἔτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ αὐτοῦ, ἢ τῇ μητρὶ αὐτοῦ, ἀκυροῦντες τὸν λόγον τοῦ Θεοῦ τῇ παραδόσει ὑμῶν. » Ὁ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὁ τοῦ φιλοψύχου Θεοῦ νόμος παρακελεύεται μὴ ἀθετεῖσθαι, μήτε κακηγορεῖσθαι πατέρας, καθὰ προγέγραπται· ὡς δ' αὖ πάλιν ἀγαπᾶσθαι τοὺς παῖδας ὑπ' αὐτῶν, καὶ μὴ παροργίζεσθαι προστάττει. Τὸ δὲ Ἰσραηλιτῶν ἔθος ἐβούλετο ἕκαστον τοῦ λαοῦ, ἀφιεροῦντα ἑαυτὸν τῷ ναῷ, φανερὰ πρὸς τὴν δύναμιν προσφέρειν τῷ ἱερῷ, ἅτινα ἐλέγετο Κορβὰν, ὃ ἑρμηνεύεται δῶρον, ὡς δὴ τῷ Θεῷ ἀνακείμενα· κέρδος δὲ ἐγίνετο τῶν ἱερέων. Ὀκνηρῶς οὖν ἐχόντων μάλιστα τῶν πατράσι τὰ ἀναγκαῖα χορηγεῖν ὀφειλόντων πρὸς τοῦτο τὸ δῶρον, καὶ καλῶς λεγόντων, ὅτι οὐ θεμιτὸν τὸν ὀφείλοντα μὴ ἀποτῖσαι, μάλιστα τοῖς γενομένοις· οἱ ἱερεῖς νεαλογοῦντες ἐδίδασκον, ὥστε τοὺς γενομένους μᾶλλον ἢ τὸ προσφέρειν δῶρον παραβλέπειν, καὶ τέκνοις ὑπετίθεντο λέγειν τοκεῦσιν, ὅτι Τὰ προσόντα ἡμῖν, δῶρόν ἐστιν, καὶ ὅπερ ἐὰν λήψεσθε παρ' ἡμῶν, τοῦτο ἀπὸ τοῦ δώρου τοῦ ἤδη ὑποσχεθέντος, ἢ ἀνατεθέντος, ὥσπερ τῷ Θεῷ ἀφαιρεῖσθε· κατεχόμεθα γὰρ, φησὶν, τῷ περὶ εὐχῆς λόγῳ, τῷ κελεύοντι, εὐξάμενον ἀποδιδόναι. Ἐλθὼν οὖν ὁ Θεὸς Λόγος [136 b] ὁ μὴ ἐξ ἐνδείας γονέων αὐτὸς τιμᾶσθαι βουλόμενος, μήτε πατέρας υἱῶν ἀτιμοτέρους ὑπάρχειν, ἀλλὰ μήτε τούτους ἐκείνων, καὶ τὴν προλεχθεῖσαν εὑρὼν ἀσεβῆ τῶν ἱερέων παράδοσιν,
And teaching in the Gospel according to Mark that those who set themselves in opposition and exchange the commandment of God for their own traditions hope in vain to obtain His kingdom, the Saviour said to the Pharisees who thought similarly to heretics: "Why do ye set aside the commandment of God, that ye may keep your tradition? For Moses said: Honour thy father and thy mother; and, He that revileth father or mother, let him die the death. But ye say: If a man say to his father or to his mother, Corban, whatsoever thou mightest have been profited by me; and ye no longer suffer him to do aught for his father or his mother, making void the word of God by your tradition." And what He says is of this sort: the law of God, Who loves souls, exhorts that fathers be not set aside nor spoken ill of, as has been written before; just as again it commands that children be loved by them and not provoked to wrath. Now the custom of the Israelites wished each of the people, consecrating himself to the temple, to offer openly according to his ability to the sanctuary things which were called Corban, which is interpreted "a gift," as being dedicated to God; and it became the profit of the priests. Since, then, especially those who owed it to their fathers to supply their necessities were reluctant towards this gift, and rightly said that it is not lawful for one who owes a debt not to pay it, especially to those who begot him, the priests, innovating in speech, taught so as to overlook those who begot them rather than the offering of a gift, and suggested to children to say to their parents: "What belongs to us is a gift, and whatsoever ye shall receive from us, ye take this away as it were from God, from the gift already promised or dedicated; for we are bound," say they, "by the word concerning a vow, which commands that one who has vowed should pay." Therefore God the Word, coming—He Who Himself did not wish to be honoured out of the want of parents, nor that fathers should be less honoured than sons, nor yet these than those, and having found the aforesaid impious tradition of the priests,
PG 39:748Read from the page
ἐναντίως ἔχουσαν πρὸς τὴν ὁσίαν αὐτοῦ ἐντολὴν, ἐγκαλεῖ τὰ μνημονευθέντα.
which was opposed to His holy commandment, brings forward the afore-mentioned charges.
ΚΕΦ. ΚΕ΄.
Chapter XXV.
Ὑπερφυῶν τοίνυν ἀποδείξεων μαρτυρουσῶν, ὅτι ἐκ τῆς μιᾶς καὶ ἀνωτάτω θεϊκῆς φύσεως ἐξεφάνη συναϊδίως τὸ ἅγιον Πνεῦμα, καὶ ἔχει κατά τε τὴν οὐσίαν καὶ τὴν δύναμιν τὸ ἄπειρον, καὶ τὸ ἄφθαρτον, καὶ τὸ αὐτεξούσιον, καὶ τὸ ἀγαθὸν, καὶ τὸ ἅγιον, καὶ τὰ προειρημένα πάντα ἀπαραλλάκτως πρὸς τὸν Πατέρα καὶ τὸν Υἱὸν οὕτως, ὥστε ἐξ αὐτοῦ γνωρίζεσθαι τὸν Θεὸν οἰκεῖν ἐν ἡμῖν· καὶ τοῦ Πατρὸς ἐκφανῶς διὰ τοῦ δεικνύειν Πνεῦμα αὐτοῦ εἶναι αὐτὸ μαρτυροῦντος, ὅτι καὶ ὁμοούσιον αὐτῷ, καὶ Θεὸς ἀγένητός ἐστιν· οὐκ ἀπαξιώσαντος δὲ οὔτε τοῦ Υἱοῦ, διὰ τὴν περὶ αὐτὸ τῆς θεότητος, καὶ βασιλείας, καὶ δόξης κοινωνίαν· καὶ ἐν αὐτῷ χρισθῆναι, καὶ ἔχειν αὐτὸ μένον παρ' αὐτῷ, καὶ δι' ἑαυτοῦ προεξαγγεῖλαι τὴν ἐπιδημίαν αὐτοῦ, καὶ τὴν ἰσοτιμίαν αὐτῷ ἀπονεῖμαι, ἣν καὶ ὁ Ἀπόστολος ἐφύλαξεν, ἔτι δὲ καὶ κοινωνίαν καὶ ἑνότητα αὐτοῦ ἔγραψεν· ὁμοίως δὲ καὶ πασῶν τῶν ἄλλων Γραφῶν μίαν εἶναι φύσιν θείαν δηλουσῶν, καὶ ἓν ὄνομα τῇ παντίμῳ Τριάδι λεγουσῶν, καὶ συνταττουσῶν αὐτὸ ἐν τοσούτοις καὶ τηλικούτοις χαρίσμασιν, ἢ μετὰ τοῦ Υἱοῦ, ἢ καὶ [137 a] αὐτοῦ κατὰ μόνας ἐπὶ θείων ἔργων καὶ δυνάμεων μνημονευουσῶν, καὶ καλουσῶν αὐτὴ κατ' ἐξαίρετον Πνεῦμα ἅγιον, Πνεῦμα τοῦ Θεοῦ, καὶ ἐκ τοῦ Θεοῦ, καὶ ὃ παρὰ τοῦ Πατρὴς ἐκπορεύεται, καὶ Πνεῦμα ἓν, καὶ Πνεῦμα ἀληθείςς, καὶ Πνεῦμα θεῖον, καὶ Πνοὴ τοῦ Παντοκράτορος, ἃ καὶ μόνα αὐτάρκη πρὸς πάσας αἱρετικὰς διαστροφάς· μαρτυρουσῶν δὲ, ὅτι τοῦ Θεοῦ ἡμᾶς υἱοὺς ποιεῖ, καὶ θεοποιεῖ, καὶ ἐλευθεροῖ, καὶ ἀνακτίζει, καὶ ἁμαρτιῶν ἀφέσεως ἀξιοῖ, καὶ σοφίαν καὶ γνῶσιν παρέχει, καὶ πᾶν τὸ πεποιημένον ἁγιάζει, καὶ πληροῖ τὴν οἰκουμένην, καὶ συνέχει τὰ πάντα, καὶ αὐτὸ τῶν οὐρανῶν ἥδρασεν καὶ ἐνίσχυσεν τὰς δυνάμεις, καὶ ἀνεῴχθησαν αὐτῷ καταβαίνοντι, καὶ ἀπὸ καταβολῆς κόσμου φερόμενον ἐπὶ τῶν ὑδάτων ἡγίαζεν αὐτὰ, καὶ προφήτας καὶ ἀποστόλους ἐνήχησεν καὶ ἔπεμψεν, ὡς Δεσπότης, καὶ συνεργεῖ τῷ Πατρὶ καὶ τῷ Υἱῷ, μόνος τε οἶδεν τὰ τοῦ Θεοῦ, καθὰ ὁ Μονογενὴς, καὶ πνεῖ ἔνθα προείρηται, καὶ θεϊκὰ δωρεῖται ὡς βούλεται, καὶ ναὸν ἔχει τὸν πιστὸν ἄνθρωπον ἴσως τῷ Πατρὶ, καὶ καθάπερ εἰς τιμὴν καὶ δόξαν τῆς τοῦ Μονογενοῦς θεότητος τὸ ἅγιον Πάσχα, οὕτω καὶ τοῦ Πνεύματος ἡ ἑορτὴ τῆς Πεντηκοστῆς ἐξ ἀρχῆς ἐπετελέσθη, καὶ διακονεῖ αὐτῷ ὁ Γαβριὴλ, ὡς τῷ παντοκράτορι Θεῷ Πατρί· πῶς κατὰ αἱρετικοὺς οὐ Θεὸς ὁ ἡμᾶς θεοποιῶν ; καὶ οὐ Κύριος ὁ ἡμᾶς ἐλευθερῶν ; καὶ οὐ βασιλεὺς καὶ δοξαζόμενος ὁ μὴ ὑμνῶν μετὰ τῆς κτίσεως, ὁ ἡμᾶς διὰ τοῦ βαπτίσματος συμβασιλεύειν καὶ συνδοξασθήσεσθαι Χριστῷ καταξιώσων ; Καὶ γὰρ ἐν πᾶσιν τοῖς προλεχθεῖσιν [137 b] περὶ τοῦ θείου Πνεύματος, οὐδὲν ἴδιον κτισμάτων εὑρίσκεται, οὐδ' ὑπῆρξεν οὐρανίοις δυνάμεσιν συμμνημονεύεσθαι ἐπὶ θεϊκῆς δωρεᾶς, ἢ ἐνεργείας, ἢ δοξολογίας μετὰ τοῦ Θεοῦ
Since, therefore, supernatural demonstrations testify that the Holy Spirit shone forth co-eternally from the one and supreme divine nature, and possesses according to both essence and power the infinite, and the incorruptible, and the self-determining, and the good, and the holy, and all the afore-mentioned things without variation towards the Father and the Son, so that from Him God is known to dwell in us; and since the Father clearly testifies, by showing Him to be His own Spirit, that He is both consubstantial with Him and uncreated God; and since neither the Son disdained, on account of the fellowship of deity and kingdom and glory concerning Him, to be anointed in Him, and to have Him abiding with Him, and through Himself to announce beforehand His advent, and to assign to Him equality of honour, which the Apostle also preserved, and furthermore wrote of His fellowship and unity; and likewise since all the other Scriptures declare that there is one divine nature, and speak of one name for the all-honoured Trinity, and rank Him together in so many and so great gifts, or mention Him even by Himself with the Son in divine works and powers, and call Him pre-eminently Holy Spirit, Spirit of God, and from God, and that which proceeds from the Father, and one Spirit, and Spirit of truth, and divine Spirit, and Breath of the Almighty—which alone are sufficient against all heretical perversions; and since they testify that He makes us sons of God, and deifies, and frees, and re-creates, and deems worthy of remission of sins, and grants wisdom and knowledge, and sanctifies everything that has been made, and fills the inhabited world, and holds all things together, and Himself established and strengthened the powers of the heavens, and they were opened to Him as He descended, and from the foundation of the world being borne upon the waters He sanctified them, and inspired and sent prophets and apostles as Master, and cooperates with the Father and the Son, and alone knows the things of God, even as the Only-begotten, and breathes where it has been said before, and bestows divine gifts as He wills, and has the faithful man as a temple equally with the Father, and just as the holy Pascha is in honour and glory of the deity of the Only-begotten, so too the feast of Pentecost of the Spirit was celebrated from the beginning, and Gabriel ministers to Him as to Almighty God the Father: how, according to heretics, is He not God Who deifies us? and not Lord Who frees us? and not King and glorified Who does not sing hymns with creation, Who will deem us worthy through baptism to reign together and be glorified together with Christ? For in all the things said before [137 b] concerning the divine Spirit, nothing peculiar to creatures is found, nor has it belonged to heavenly powers to be mentioned together in divine gift, or operation, or doxology with God
Notes, col. 748

On the reading

Printed αὐτὴ, for αὐτὸ.

Printed Πατρὴς, for Πατρὸς.

Printed ἀληθείςς, for ἀληθείας.