γενέστερον αὐτοῦ· ἀλλ' εἰδότες, ὅτι οὐδὲν ἀνθρώποις βέβαιον, ἂν ἡ Τριὰς μὴ συμμαχῇ, οὖσα πάντων πλησίον, καὶ πάντων ἐπίκουρος ( « Ψευδὴς » γὰρ « ἵππος εἰς σωτηρίαν, » φησίν· « ἐγγὺς δὲ Κύριος τοῖς φοβουμένοις αὐτὸν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος [129 a] αὐτοῦ » )· ἡ Γραφὴ δηλοῖ, ὡς συμπάρεστιν ἀεὶ καὶ συνεργεῖ τῷ Πατρὶ, καὶ ἐφ' ἑκάστῳ βοηθεῖ ἡμῖν, καὶ ἰσχὺν ἐντίθησιν, καὶ τῆς τοῦ Υἱοῦ παρουσίας καὶ διδαχῆς ἡ αὐτοῦ ἐπιφάνεια ὁμότιμός ἐστιν, καὶ ἡ διδασκαλία σύμφωνος τυγχάνει οὖσα. Ἀμέλει τοι ὁ Θεὸς καὶ Πατὴρ τὴν ἀδιαίρετον, καὶ μόνην βεβαίαν, καὶ ἀήττητον βοήθειαν αὐτοῦ, καὶ τοῦ Λόγου, καὶ τοῦ Πνεύματος αὐτοῦ ὑπισχνούμενος τῷ Ζοροβάβελ, καὶ ἀποφαίνων τρανέστατα, ὡς οὐ διαφέροιεν, οὔτ' ἀφεστᾶσιν ἀλλήλων αἱ θεῖαι ὑποστάσεις, εἶπεν δι' Ἀγγαίου τοῦ προφήτου· « Καὶ νῦν κατίσχυε, Ζοροβάβελ, λέγει Κύριος, καὶ κατίσχυε, Ἰησοῦ ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας, καὶ κατισχυέτω πᾶς ὁ λαὸς τῆς γῆς· διότι μεθ' ὑμῶν ἐγώ εἰμι, λέγει Κύριος παντοκράτωρ, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν. » Διὰ δὲ Ἡσαΐου πραϋπαθῶς καταμέμφεται τοῖς ἐπ' ὀνόματι αὐτοῦ καὶ τοῦ Πνεύματος αὐτοῦ μὴ πορευομένοις, οὑτωσεὶ λέγων· « Οὐαὶ, τέκνα! Βουλὴν ἐποιήσατε, οὐ δι' ἐμοῦ· καὶ συνθήκας, οὐ διὰ τοῦ Πνεύματός μου. » Καὶ πάλιν Ἡσαΐας περὶ τῶν πλημμελησάντων εἰς τὸ θεῖον κράτος τοῦ Πνεύματος λέγει· « Αὐτοὶ ἠπείθησαν, καὶ παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν. » Ὀργῆς μὲν γὰρ καὶ ἔχθρας, καὶ ἀπὸ τῶν τοιούτων πάντων ἐκβέβηκεν τὸ Πνεῦμα τὸ ἅγιον· καὶ οὐ παρασαλεύεται, οὐδ' ὑποκινεῖται, Πνεῦμα πραύτητος ὂν, καὶ ἀγαθὸν, καὶ τῆς πρωτίστης, καὶ ἀπαθοῦς, καὶ παντοκρατορικῆς φύσεως· καὶ αὐτὸ μᾶλλον τοὺς ὀργιζομένους καὶ θυμοῦντας ἰώμενον, καὶ ὅλης ἀφαιρούμενον τῆς κτίσεως τὸ φλεγμαῖνον, καὶ ἀντεισφέρον εἰρήνην, ὥς ἐστι δῆλον τοῖς νοοῦσιν, ὅτι πᾶς ὁ πεισθεὶς τοῖς λόγοις αὐτοῦ, ἔζησεν ἡμέρως. Ὅν τρόπον δὲ πολλαχοῦ ἐγράφη· [129 b] « Παρεπίκραναν τὸν Θεὸν καὶ Πατέρα, καὶ ὠργίσθη αὐτοῖς· » καὶ ὡς ἐν ρεʹ ψαλμῷ φάσκει· « Αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὐτῶν· » οὕτω νῦν ὁμοιοτρόπως περὶ τοῦ Πνεύματος αὐτοῦ προφητεύει, διὰ τὸ τῆς θεότητος, καὶ ἐξουσίας, καὶ δυνάμεως ἀπαράλλακτον. Καὶ Μιχαίας δὲ ὁμοίως ἀποκλαίεται τὸν Ἰσραὴλ, ὡς Θεῷ προσκρούσαντα, λέγων· « Ὁ
[junior] to Him; but knowing that nothing is secure for human beings unless the Trinity fights on their side, being near to all and helper of all ("For a horse is a false thing for safety," it says, "and the Lord is near to those who fear Him, and a giant shall not be saved by the multitude of his [129 a] strength" [Ps. 32:17, 144:18, 32:16])—Scripture makes clear that He is always present and works together with the Father, and helps us in everything, and puts strength into us, and that His manifestation is of equal honour with the presence and teaching of the Son, and His teaching is harmonious. Assuredly God and Father, promising to Zerubbabel His undivided, sole firm, and invincible help, and that of the Word, and that of His Spirit, and declaring most clearly that the divine hypostases do not differ nor stand apart from one another, said through Haggai the prophet: "And now be strong, Zerubbabel, saith the Lord, and be strong, Jesus son of Josedech the high priest, and let all the people of the land be strong; for I am with you, saith the Lord Almighty, and My Spirit hath stood in the midst of you" (Hag. 2:4-5). And through Isaiah He gently reproves those who do not walk in His name and that of His Spirit, speaking thus: "Woe, children! Ye have taken counsel, not through Me; and made covenants, not through My Spirit" (Isa. 30:1). And again Isaiah says concerning those who have sinned against the divine power of the Spirit: "They were disobedient, and provoked the Holy Spirit, and He was turned to enmity against them" (Isa. 63:10). For the Holy Spirit is far removed from wrath and enmity and all such things; and He is not shaken nor moved, being a Spirit of meekness, and good, and of the foremost, impassible, and almighty nature; and He Himself rather heals those who are angry and wrathful, and takes away the inflammation from all creation, and brings in peace instead, as is clear to those who understand that everyone who obeys His words has lived gently. And just as it has been written in many places [129 b]: "They provoked God and Father, and He was wroth with them"; and as it says in the 105th Psalm: "And they provoked Him in their counsel" (Ps. 105:43); so now in like manner it prophesies concerning His Spirit, because of the invariability of the Godhead, and authority, and power. And Micah likewise bewails Israel, as having struck against God, saying: "The