Migne Reading Room

PG 39 · cols. 701–712 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:701Read from the page
κατέλεξεν ἐν ῥητοῖς τοιοῖσδε· ‹ Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐξ αὐτῆς ἀναβήσεται· καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν Πνεῦμα σοφίας καὶ συνέσεως, Πνεῦμα βουλῆς καὶ ἰσχύος, Πνεῦμα γνώσεως καὶ εὐσεβείας, Πνεῦμα φόβου Θεοῦ › Ἀναφέροι δέ τις ἂν ὀρθῶς εἰς ταῦτα καὶ τὰ ἀποκεκρυμμένα τῆς Ζαχαρίου διανοίας, τὰ τῇδε λέγοντα· ‹ Διότι ἰδοὺ ἐγὼ ἄγω τὸν δοῦλόν μου Ἀνατολήν· διότι ὁ λίθος, ὃν ἔδωκα προ σώπου Ἰησοῦ ἐπὶ τὸν λίθον τὸν ἕνα, ἑπτὰ ὀφθαλμοί εἰσιν. › Ταῦτα ὁ Θεὸς πρὸς Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν ἔφη· Ἄγω, φησὶ, τὸν δοῦλόν μου τὸν Ζοροβάβελ εἰς τὴν ἐξουσίαν τῆς βασιλείας, ἀφ' ἧς ἔσται ὡς Ἀνατολὴ λαμ-
in such words as these: There shall come forth a rod out of the root of Jesse, and a flower shall ascend from it; and there shall rest upon him a Spirit of wisdom and understanding, a Spirit of counsel and might, a Spirit of knowledge and godliness, a Spirit of the fear of God (Isa. 11:1-3). And one might rightly refer to these things also the hidden words of Zechariah's thought, which speak here: Because behold I bring my servant the Dayspring; because the stone which I gave before the face of Jesus upon the one stone, there are seven eyes (Zech. 3:8-9). These things God spoke to Jesus the high priest: I bring, He says, my servant Zerubbabel into the authority of the kingdom, from which he shall be as a Dayspring shi-
Notes, col. 701

On the reading

Printed προ σώπου, for πρὸ προσώπου.

PG 39:704Read from the page
πρός· ἐκ τοῦ πράγματος τὸ ὄνομα καλέσας· ἐντεῦθέν τε συνεχῆ τὸν λόγον καὶ ἀδιάστατον ποιούμενος, λίθον τὸν Ζοροβάβελ ὀνομάζει, ἐφ' ὃν τὸ πρόσωπον Ἰησοῦ ἐστήρικτο, παρέχον αὐτῷ τὴν ἐκ τῶν εὐχῶν ἐπικουρίαν, καὶ ἀντιλαμβάνον παρ' αὐτοῦ τὴν ἀπὸ τῆς βασιλείας εἰρήνην. Εἰπὼν δὲ ἐν τῷ μέσῳ· ‹ Ὀρύσσω βόθρον, λέγει Κύριος παντοκράτωρ, καὶ ψηλαφήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ· καὶ συγκαλέσεται ἕκαστος τὸν πλησίον αὐτοῦ ὑποκάτω ἀμπέλου αὐτοῦ, καὶ ὑποκάτω συκῆς αὐτοῦ· › ἀντὶ τοῦ, Θάνατον ἐπάγω διὰ τῆς στρατηγίας τοῦ Ζοροβάβελ τοῖς πολεμίοις· ὥστε πάντας πάσης ἀπαλλαγέντας ταραχῆς, καὶ ἐν ἀφθόνῳ διάγοντας εὐθηνίᾳ, πρὸς ἑστιάσεις ἀλλήλους προτρέπεσθαι· μνημονεύσας δὲ καὶ λυχνίας χρυσῆς, τοῦτ' ἔστι τῆς καθαροτάτης πίστεως, τῆς ἀρχομένης μὲν ἐξ ἡμῶν, ὑψουμένης δὲ καὶ μέχρι τῶν ὑπὲρ ἡμᾶς πραγμάτων (διὰ γὰρ τοῦ χρυσοῦ τὸ καθαρὸν καὶ τίμιον παραλαμβάνεται· οὐ γὰρ πέφυκεν ἰοῦσθαι χρυσός)· εἰπὼν δὲ εἶναι ἐπάνω αὐτῆς καὶ λαμπάδιον, τοῦτ' ἔστι τὴν ὑψόθεν πάντα καταφαίνουσαν θείαν χάριν, καὶ ἑπτὰ λύχνους, ἀντὶ τοῦ τῆς πνευματικῆς δωρεᾶς τὴν ἀφθονίαν καὶ τελειότητα· πρὸς τούτοις ὕπερθεν ἑπτὰ ἐπαρυστρίδας, τοῦτ' ἔστι τὸ ἄσβεστον καὶ διαρκὲς τῆς ἐκεῖθεν ἐπιῤῥοῆς, καὶ δύο ἐλαίας· αἳ νοοῦνται, ἤτοι ἱερωσύνη καὶ βασιλεία, ἤτοι δύο λαοὶ, ἢ οἶκοι Θεοῦ, ὁ Ἰσραηλιτῶν ποτε καὶ ὁ Χριστιανῶν· καὶ διαναστήσας τὸν προφήτην, καὶ πρὸς ἀκριβεστέραν τῶν δειχθησομένων κατανόησιν ἐγρηγορέναι καὶ συντετάσθαι πλέον πως παρασκευάσας, πάλιν ἐπιφέρει· ‹ Οὐκ ἐν δυνάμει μεγάλῃ, οὐδὲ ἐν ἰσχύϊ, ἀλλ' ἢ ἐν Πνεύματί μου, λέγει Κύριος παντοκράτωρ. Τίς εἶ σὺ, τὸ ὄρος τὸ μέγα, πρὸ προσώπου Ζοροβάβελ, τοῦ κατορθῶσαι καὶ ἐξοῖσαι τὸν λίθον τῆς κληρονομίας ἰσότητα χάριτος; › Ὄρος ἐνταῦθα τὸν πολέμιον καλεῖ, ᾧ διαλέγεται, ὅτι Τὸν λίθον, φησὶ, τῆς κληρονομίας τὸν Ζοροβάβελ, καθ' οὗ ἀντιπρόσωπος καὶ ἐναντίος ὁρμᾷς, τοσαύτη πνευματικὴ χάρις, κατορθοῦντα τὰς μάχας, περιβαλεῖ, ὡς ὅλον αὐτὸν δοκεῖν αὐτόχρημα χάριν ὑπάρχειν. Καὶ μετὰ βραχὺ βεβαιῶν ἔτι ταῦτα, προφητεύει οὕτως·
ning; calling him by the name from the fact itself; and from there making the discourse continuous and uninterrupted, he names Zerubbabel a stone, upon which the face of Jesus was fixed, affording him help from prayers and receiving in return from him the peace that comes from the kingdom. And having said in the midst: I dig a pit, says the Lord Almighty, and I will search out all the unrighteousness of that land in one day; and each shall invite his neighbour under his vine and under his fig-tree (Zech. 3:9-10), instead of: I bring death upon the enemies through the generalship of Zerubbabel, so that all, delivered from every trouble and living in abundant prosperity, invite one another to banquets; and having mentioned also a golden lampstand, that is, the purest faith, beginning indeed from us, yet rising even to the things above us (for through gold what is pure and precious is taken, since gold is not naturally subject to rust); and having said that there is also a bowl above it, that is, the divine grace illuminating all things from on high, and seven lamps, instead of the abundance and perfection of the spiritual gift; and besides these, seven spouts above, that is, the unquenchable and enduring flow from thence, and two olive trees, which are understood either as priesthood and kingship, or as two peoples or houses of God, once that of the Israelites and that of the Christians; and having roused the prophet and prepared him to be wakeful and more attentive for a more accurate understanding of the things to be shown, he adds again: Not by great power, nor by might, but only by My Spirit, says the Lord Almighty. Who art thou, O great mountain, before the face of Zerubbabel, to set upright and bring forth the stone of the inheritance, an equality of grace? (Zech. 4:6-7). Here he calls the enemy a mountain, with whom he converses, saying that so great a spiritual grace shall encompass Zerubbabel, the stone of the inheritance, against whom thou rushest face to face and in opposition, as he sets the battles upright, that he seems to be wholly grace itself. And shortly after, confirming these things further, he prophesies thus:
PG 39:705Read from the page
« Καὶ χαρήσονται, καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβάβελ. Ἑπτὰ οὗτοι ὀφθαλμοὶ Κυρίου εἰσὶν, οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν. » Οἱ οὖν τὴν πᾶσαν κτίσιν ἐφορῶντες ἑπτὰ ὀφθαλμοὶ, οἱ προλεχθέντες παράδοξοι χρηματισμοὶ τοῦ ἁγίου Πνεύματός εἰσιν. Κασσιτέρινον δὲ λίθον εἶπεν, ἐπειδὴ ἐν τῷ κασσιτέρῳ τὰ πεπονθότα σκεύη, σιδηρᾶ τε καὶ χαλκᾶ, θεραπεύεται καὶ ἀναπληροῦται, καὶ ἑνωτικός ἐστιν ὁ κασσίτερος. Φασὶ δέ τινες, ὅτι σὺν τέχνῃ καὶ.διακρίνει ἐν τῇ χώνῃ ἀπὸ τοῦ χρυσοῦ, ἢ ἀργύρου, ἢ χαλκοῦ τὸ δόκιμον καὶ ἀδόκιμον. Ἐγᾦμαι, ὡς καὶ τὸ ὑπὸ Σολομῶνος ὁμοίως ἐν ἀποῤῥήτῳ λεχθὲν, « Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτὰ, » παραδηλοῦν ἐφίεται τὸ τῇ Παρθένῳ εὐαγγελισθὲν ὑπὸ τοῦ Γαβριήλ· « Πνεῦμα ἅγιον ἐλεύσεται ἐπὶ σέ· » ὅπερ καὶ λειτουργεῖν αὐτῷ τοὺς ἀγγέλους δηλοῖ· καὶ ὡς τῶν ὅλων ὑπιστάτης ἐστὶ, καὶ τὰς ζωὰς ἀῤῥήτῳ φωταγωγίᾳ περιλάμπει τὸ θεῖον Πνεῦμα, σὺν τῷ Πατρὶ καὶ τῷ Υἱῷ, μετὰ ἀφράστου ἑνώσεως καὶ συμπνοίας. Ἀξιοῦσθαι οὖν αὐτοῦ τοὺς φωτιζομένους παιδεύων ἡμᾶς ὁ Ἀπόστολος, Γαλάταις ἐχάραξε γράμματα καὶ τοιάδε· « Τοῦτο μόνον θέλω μαθεῖν ἀφ' ὑμῶν· Ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως; » Ταῦτα καὶ Δαυῒδ οὐ σιωπῇ παρατρέχει. Συνάπτων γὰρ προφανῶς τὴν φύσιν καὶ ὁμοφροσύνην τοῦ ἐκ φωτὸς φῶς γεννηθέντος Υἱοῦ, καὶ τοῦ ἀληθείᾳ ἐξ ἀληθείας ἐκπορευθέντος ἁγίου Πνεύματος, ψάλλει, ἐν μὲν μβʹ· « Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου· » ἐν δὲ ρμζʹ· « Ἐξαποστελεῖ τὸν Λόγον αὐτοῦ, καὶ τήξει αὐτά· πνεύσει τὸ Πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα. » ᾯ ἕπεται τὸ Παύλου ῥητόν· « Ἡμεῖς πάντες ἓν Πνεῦμα ἐποτίσθημεν. »
"And they shall rejoice, and shall see the tin stone in the hand of Zorobabel. These seven are the eyes of the Lord, which look upon all the earth." The seven eyes, therefore, that oversee all creation are the aforementioned wondrous oracles of the Holy Spirit. He called it a tin stone because damaged vessels, both iron and bronze, are repaired and filled up with tin, and tin has a unifying power. Some also say that in the crucible it skilfully separates the genuine from the spurious in gold, or silver, or bronze. I suppose that what was similarly spoken in a hidden manner by Solomon, "Wisdom built a house for herself, and set up seven pillars," aims to intimate what was announced to the Virgin by Gabriel: "The Holy Spirit shall come upon thee"; which also shows that the angels minister to Him, and that the divine Spirit is the sustainer of all things, and illuminates lives with ineffable guidance of light, together with the Father and the Son, with inexpressible union and accord. Teaching us, then, that those who are enlightened are deemed worthy of Him, the Apostle also wrote such words to the Galatians: "This only I wish to learn from you: Did ye receive the Spirit from the works of the law, or from the hearing of faith?" Nor does David pass over these things in silence. For clearly joining together the nature and unanimity of the Son begotten light from light, and of the Holy Spirit proceeding in truth from truth, he sings in Psalm 42: "Send forth Thy light and Thy truth"; and in Psalm 147: "He shall send forth His Word, and shall melt them; His Spirit shall blow, and the waters shall flow." To which follows the saying of Paul: "We were all made to drink of one Spirit."
Notes, col. 705

On the reading

Printed καὶ.διακρίνει, for καὶ διακρίνει.

PG 39:708Read from the page
Τί οὖ καὶ ἄλλο συνῳδόν τι καὶ λαμπρὸν ἐνδείξομαι, ὑπὸ ἐξηγητῇ Ζαχαρίᾳ τῷ ὑστάτῳ προφήτῃ, ἵν' ἔτι καὶ μᾶλλον θαυμάζωμεν; Αὐτοῖς δὲ ἀναμνήσω τοῖς ῥήμασιν αὐτοῦ, ἔχουσιν ὧδε· « Ἐν ταῖς ἡμέραις ἐκείναις ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλήμ. » Τὸ δὲ « ζῶν ὕδωρ, » καὶ ἐκ τῆς ἄνω ἐκπορευόμενον Ἱερουσαλὴμ, ἄρα καὶ ζῶντας γεννᾷ. Εὕροιμεν δὲ ἂν πρὸς τοῖς μνημονευθεῖσι καὶ τὴν κολυμβήθραν τὴν ἐν Ἱερουσαλὴμ, ᾗ ὄνομα Ἑβραϊστὶ Βηθεσδὰ, ὁμολογουμένως εἰκόνα τοῦ βαπτίσματος, ἀλλ' οὐκ αὐτὴν τυγχάνουσαν τὴν ἀλήθειαν· ἡ γὰρ εἰκὼν πρὸς καιρὸν, ἡ δὲ ἀλήθεια εἰς αἰωνιότητα κρίνεται. Διὸ καὶ ἅπαξ τοῦ ἐνιαυτοῦ ὑπὸ ἀγγέλου κινηθὲν τὸ ἐν αὐτῇ ὕδωρ, καὶ ἕνα μόνον τὸν πρῶτον κατιόντα, καὶ σωματικὸν πάθος, οὐχὶ δὲ καὶ ψυχικὸν ἐθεράπευεν. Τὸ γὰρ αὐθεντικὸν βάπτισμα, μετὰ τὴν τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἐπιφάνειαν, καὶ καθ' ἑκάστην ἡμέραν, μᾶλλον δὲ ὥραν· ἀλ⟨η⟩θέστερον δὲ, ἀδιαλείπτως καὶ πάντας τοὺς κατιόντας, καὶ ἀπὸ πάσης ἁμαρτίας αἰωνίως ἐλευθεροῖ· καὶ τῶν πολλῶν καὶ διαφόρων, καὶ ἀνωμάλων, καὶ δυσλύτων διαθέσεων ψυχικῶν τε καὶ σωματικῶν ἡ ἴασις εὑρίσκεται μία, καὶ οὐδὲν καθοτιοῦν ἔτι παλαιὸν ἕπεται ἄλγημα τῶν ἐντὸς, ἢ τῶν ἐκτός. Πρὸς ἐπὶ τούτοις, πάντας ἐκ χάριτος ἀδελφοὺς πρωτοτόκους καὶ ἀρτιτόκους, καὶ αὐτοὺς τοὺς ἐξήλικας καὶ ἀφήλικας ἀναδείκνυσι· καὶ τούτοις αὐτοῖς, οἷς κατὰ νόμον κοσμικὸν τὰ γήϊνα χρήματα, διὰ τὸ ἀνασφαλὲς τῶν ἐτῶν, ἢ τῶν ὀλίγων, ἢ τῶν πολλῶν, οὐ καταπιστεύεται, ὁ θεῖος ἅπας ὄλβος ἀσφαλῶς παρακατατεθεὶς εὑρίσκεται· ὡς γεγηθότας ψάλλειν· « Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει· εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν· ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με· » καὶ, « Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξ ἐναντίας τῶν θλιβόντων με. Ἐλίπανας ἐν ἐλαίῳ τὴν
Why should I not also point out something else harmonious and splendid, with Zechariah the last prophet as interpreter, so that we may marvel even more? I will call it to mind in his very words, which run thus: "In those days living water shall go forth out of Jerusalem." Now "living water," and that which proceeds from the Jerusalem above, also begets living ones. In addition to the things already mentioned, we might also find the pool in Jerusalem, whose name in Hebrew is Bethesda, confessedly an image of baptism, yet not itself being the truth; for the image is judged for a season, whereas the truth is for eternity. Wherefore, the water in it, moved once a year by an angel, healed only one, the first who went down, and a bodily malady, not a spiritual one. But the authentic baptism, after the manifestation of the Son and of the Holy Spirit, both every day, or rather every hour—or more truly, unceasingly—frees all who go down into it eternally from every sin; and for the many, diverse, irregular, and hard-to-cure afflictions both of soul and of body, one healing is found, and no old ailment whatever of those within or of those without follows any longer. In addition to these things, it declares all by grace to be firstborn and newborn brothers, even those who are past their prime and those under age; and to these very persons, to whom according to worldly law earthly goods are not entrusted because of the insecurity of their years, whether few or many, all the divine wealth is found securely committed; so that rejoicing they sing: "The Lord shepherds me, and I shall lack nothing; in a place of greenness, there He has made me dwell; beside the water of rest He has nourished me"; and, "Thou hast prepared a table before me in the presence of those who afflict me. Thou hast anointed with oil
Notes, col. 708

On the reading

Printed οὖ, for οὐ.

Printed ἀλ,θέστερον, for ἀληθέστερον.

PG 39:709Read from the page
κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον. »
my head, and Thy cup inebriating me as the best."
PG 39:712Read from the page
Καὶ αὐτὸς δὲ ὁ ἄγγελος ὁ τὸ ὕδωρ ταράσσων, πρόδρομος ἦν τοῦ ἁγίου Πνεύματος· οὗτινος ἀγγέλου καθ' ὁμοιότητα Ἰωάννης ἄγγελός τε τοῦ Κυρίου ἐκλήθη, καὶ πρόδρομος ἐγένετο τοῦ Δεσπότου, καὶ ἐν ὕδασιν ἐβάπτισεν. Καὶ τὸ χρίσμα δὲ, ὅπερ ἐχρίσθησαν Ἀαρών τε ὑπὸ Μωϋσέως, ἔτι μὴν καὶ πάντες οἱ ἀπὸ τοῦ ἱερατικοῦ κέρατος, οἱ ἐπικληθέντες ἀπὸ τοῦ χρίσματος χρηστοὶ, τύπον ἔφερε τοῦ ἡγιασμένου χρίσματος, οὗ λαμβάνομεν ἡμεῖς. Εἰ γὰρ καὶ σωματικῶς τοῦτο τρέχει, ἀλλ' οὖν ψυχικῶς ὠφελεῖ. Μόνον τε γὰρ ἔλθῃ περὶ τῆς τρισμακαρίας Τριάδος πίστις ἐν καρδίᾳ ἡμῶν, καὶ ῥῆμα πνευματικὸν ἐν στόματι, καὶ σφραγὶς Χριστοῦ ἐν μετώπῳ· μόνον βάπτισμα ὑποδέξηται, καὶ τὸ χρίσμα ῥώσῃ· εὐθὺς ἵλεως εὑρίσκεται, ἡ τὴν φύσιν ἀγαθοδότις ὑπάρχουσα Τριάς· εὐθὺς παρ' ἡμῖν καταντᾷ, αὐτῇ τῇ ῥοπῇ τὰ ἀκάθαρτα πνεύματα ἀπὸ τῶν καθαρῶν ἀναχωρεῖ, παραχρῆμα τὰ κοσμικὰ πράγματα οἴχεται, καὶ τὰ σωματικὰ παντοῖα πάθη ἐκποδῶν καθίσταται· τὰ πταίσματα πάντα ἀφίεται, τὰ ὀνόματα ἡμῶν ἀνεξαλείπτοις ἐγγράφεται βίβλοις, τὰ οὐράνια ἡμῖν ἐπιτρέπεται ἀγαθά· ὡς διὰ τὴν ἄφατον αὐτῆς ἑτοιμότητα, καὶ προμηθίαν, καὶ τὸ ἐθέλειν ἀεὶ πάντων καλῶν πρωτεύειν, προφθάνεσθαι ὑπ' αὐτῆς καὶ αὐτὴν τὴν τοιάνδε πρόθεσιν ἡμῶν, ἢ προκατάρχεσθαι. Καὶ ἵνα συλλήβδην εἴπω, φυλάτ-
And the angel himself who troubled the water was a forerunner of the Holy Spirit; in the likeness of which angel John too was called the messenger of the Lord, and became the forerunner of the Master, and baptized in waters. And the chrism also, with which Aaron was anointed by Moses, and furthermore all those from the priestly horn who were surnamed "anointed" from the chrism, bore the type of the sanctified chrism which we receive. For even if this runs bodily, yet it profits spiritually. For no sooner has faith concerning the thrice-blessed Trinity come into our heart, and a spiritual word into the mouth, and the seal of Christ upon the forehead; no sooner has baptism received [us], and the chrism strengthened [us]; than immediately the Trinity, who is by nature the giver of good, is found propitious; immediately He comes to us, at that very moment the unclean spirits depart from the pure, forthwith worldly affairs vanish, and bodily passions of every kind are put out of the way; all offences are forgiven, our names are inscribed in indelible books, heavenly good things are entrusted to us; so that through His ineffable readiness and providence, and His will ever to take the lead in all good things, even this very purpose of ours is anticipated by Him, or initiated beforehand. And to speak summarily, He guar-
Notes, col. 712

On the reading

Printed χρηστοὶ, for χριστοὶ.

Printed ἐκποδῶν, for ἐκποδών.

Printed προμηθίαν, for προμήθειαν.