δὲ τοῦ γράφειν, ‹ Ὕψωσον σεαυτῷ, › καὶ διὰ τοῦ, ‹ Ἐξέτεινε τὴν χεῖρα, καὶ ἔλαβε, › τὸ δεῖν εἰδέναι, ὡς αὐτὸν τὸν προσιόντα τῷ φωτίσματι, πιστεῦσαι χρεὼν, καὶ ὑψῶσαι, τοῦτ' ἔστι δοξάσαι, οὕτως, ὡς βαπτισθῆναι προστέτακται, καὶ ἐκτεῖναι νῦν τὰς χεῖρας καλῶς εἰς τὴν Θεὸν, ἃς πάλαι, τῷ κοινῷ λόγῳ τῆς πρὸς τὸν Ἀδὰμ φυσικῆς ἑνώσεως, οὐ καλῶς εἰς τὸ φυτὸν τῆς ζωῆς ἐπέβαλεν. Τὸν δὲ ἀνανεύειν ἐθέλοντα, ὅτι καὶ τὸ χωρίον τοῦτο προφητεία περὶ τοῦ βαπτίσματός ἐστιν, ἄξιον ἀπαιτεῖν, τί τὸ χρήσιμον τῶν τοιῶνδε ῥημάτων καὶ διηγημάτων, πρὸς ὃ βλέπων ὁ ἱερὸς συγγραφεὺς ταῦτα τέθεικεν. Καὶ τῆς ἐν Ἰεριχὼ δὲ πηγῆς τὸ πικρὸν καὶ ἀγονοποιὸν ὕδωρ, προσηνὲς καὶ γόνιμον ἀποτελέσας ὁ αὐτὸς προφήτης, ἐν τῷ ἅλας καὶ ὕδωρ, καὶ εἰς ὑδρίαν καινὴν βαλεῖν, καὶ ἀπ' αὐτῆς εἰς τὸ πηγαῖον ὕδωρ, καὶ φάναι, ‹ Τάδε λέγει Κύριος· Ἴαμαι τὰ ὕδατα ταῦτα· › προηγόρευσε, διὰ μὲν τῆς καινουργίας ὑδρίας καὶ τοῦ ὕδατος, τὴν νέαν κολυμβήθραν· διὰ δὲ τῶν ἁλῶν, τὴν πίστιν καὶ τὴν ἐξ αὐτῆς ὄνησιν· διὰ δὲ τοῦ τὸ ἄποιον ὕδωρ, γόνιμον καὶ νόστιμον πᾶσι γεγενῆσθαι, προεφήτευσεν, ὡς οἱ προσομιλοῦντες τῷ βαπτίσματι, τῆς παλαιᾶς στυγνότητος ἀποδύονται τοὺς χιτῶνας, καὶ ἀποτίθενται τὰ φορτία, καὶ τῆς νέας χάριτος ἐνδύονται τὴν δωρεὰν, καὶ ἀπολαύουσι τῆς τοῦ σωτηρίου Πνεύματος μετουσίας καὶ υἱοθεσίας. Δοκεῖ μοι καλῶς, ὅτι τοῦ ἁγίου Πνεύματος τὸν ἐπὶ τοῖς βαπτιστικοῖς ὕδασιν ἀῤῥητότατον πλοῦτον καὶ ἱλασμὸν προδιδάσκων ὁ αὐτὸς, καὶ ὅτι εἰς πάντας τοὺς ἐπιστρέφοντας καὶ εἰς πάντας τοὺς ἀνθρωπίνους βίους διατείνει ἡ ἐπὶ πάντων πνευματικὴ πρόνοια, ὡς μηδένα τῶν οὐ θελόντων ἀπόβλητον εὑρίσκεσθαι, Νεεμὰν τὸν Σύρον τὸν λεπρὸν, τὸν ἀλλόφυλον, δεηθέντα αὐτοῦ τῆς περιοδίας, εἰς τὸν Ἰορδάνην ἑπτάκις καταβαπτισθῆναι ἔπεμψεν· ὥστε τῇ ἐπὶ τῶν ὑδάτων τοῦ Κυρίου φωνῇ τὸ πάθος ἀπ' αὐτοῦ ἐξαναλῦσαι, καὶ ὅλον αὐτὸν ἐπὶ τὸ καθαρὸν καὶ ὅσιον εἶδος τῆς ψυχῆς ἀναδραμεῖν. Ἑπτάκις δὲ εἶπε βαπτίσασθαι, ἢ ἵνα εἰδέναι ἔχοι ὁ ἀλλοεθνὴς, ὡς ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ ὁ Θεὸς τῶν ἔργων κατέπαυσε, καὶ εὐλόγησεν ἅπερ ἐν ταῖς ἓξ ἐποίησεν (ὅθεν ἑπτάμυξον τῇ συναγωγῇ ἓν ἦν τῶν κειμηλίων), καὶ ὡς πληρωματικός ἐστι καὶ τέλειος ὁ ἀριθμὸς ὁ ἑπτά· ἢ μᾶλλον, ὅτι τὸ θεϊκὸν Πνεῦμα ᾐνίξατο. Ἡσαΐας γὰρ τὸ παντελὲς καὶ πρὸς τὸν υἱὸν ἀπαράλλακτον τῆς φύσεως αὐτοῦ τῇ πίστει ἐγχωρούντως θεωρήσας, ἑπτὰ σημασίας περὶ αὐτοῦ
writing, Lift it up for thyself, and through, He stretched out his hand, and took it (4 Kgdms. 6:6-7), that we must know that he who approaches enlightenment must believe and lift up, that is, glorify, in the way in which it has been commanded to be baptized, and stretch out his hands now rightly towards God, which of old, by the common principle of natural union with Adam, he stretched out not rightly to the tree of life. And one who wishes to deny that this passage too is a prophecy concerning baptism ought to be asked what is the usefulness of such words and narratives, looking to which the sacred writer set these things down. And the same prophet, having made the bitter and barren water of the spring in Jericho pleasant and fruitful, by casting salt and water into a new pitcher, and from it into the spring water, and saying, Thus says the Lord: I have healed these waters (4 Kgdms. 2:21), foretold, through the newly made pitcher and the water, the new font; through the salt, faith and the benefit from it; and through the tasteless water becoming fruitful and sweet for all, he prophesied that those who converse with baptism put off the tunics of ancient gloom, and lay aside their burdens, and put on the gift of the new grace, and enjoy the participation and adoption of the saving Spirit. It seems to me well that the same prophet, teaching beforehand the most ineffable wealth and propitiation of the Holy Spirit upon the baptismal waters, and that the spiritual providence over all extends to all who turn back and to all human lives, so that none of those who are unwilling [to be lost] is found cast out, sent Naaman the Syrian, the leper, the foreigner, when he begged for his healing, to be baptized seven times in the Jordan, so that by the voice of the Lord upon the waters the affliction might be dissolved from him, and the whole man might run back to the pure and holy form of the soul. And he told him to be baptized seven times either so that the foreigner might know that on the seventh day God rested from His works, and blessed what He had made in the six (whence also the seven-nozzled lampstand was one of the treasures in the synagogue), and that the number seven is full and perfect; or rather, because he hinted at the divine Spirit. For Isaiah, having contemplated with faith, as far as was possible, His completeness and His exact likeness of nature to the Son, reckoned up seven designations concerning Him