Migne Reading Room

PG 39 · cols. 677–688 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:677Read from the page
Πρὸς δὲ Γαλάτας περὶ τῶν βαπτισθέντων [117 a] φησίν· « Οὐκ ἔτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ. » Κορινθίοις δὲ τὰ ἴσα ἐπιστέλλει· « Ἀλλὰ ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε, ἀλλ' ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. » Ἄθρει οὖν καὶ ἐκ τῶν ῥητῶν τούτων, ὡς ἡ ἀπολύτρωσις, καὶ ὁ ἁγιασμὸς, καὶ ἡ δικαίωσις οὐκ ἄνευ τοῦ ὀνόματος τοῦ θεϊκοῦ Πνεύματος παρέχεται. Καὶ πάλιν ἐν ταῖς Πράξεσιν ἠρώτησεν, φησὶν, τινὰς μαθητὰς, εἰπών· « Εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; » Τῶν δὲ ἀποκριναμένων, « Ἀλλ' οὐδὲ εἰ Πνεῦμα ἅγιόν ἐστιν, ἠκούσαμεν· » ἔφη· « Εἰς τί οὖν ἐβαπτίσθητε; » ὡς οὐδὲν ὄφελος ἐσχηκότων ἀπὸ τοῦ μὴ καὶ εἰς τὸ ἅγιον Πνεῦμα ἐξ ἴσου πιστεῦσαι καὶ βαπτισθῆναι, ὡς ἐπίστευσαν εἰς τὸν Πατέρα καὶ τὸν Υἱόν. Καὶ ἔτι ἀπαγγέλλουσιν αἱ Πράξεις ἀνωφελὲς τὸ βάπτισμα, δίχα τῆς τοῦ θεϊκοῦ Πνεύματος ἐπιφοιτήσεως, καὶ τοῦ ἁγιασμοῦ αὐτοῦ, ἐν συλλαβαῖς τοιαύταις· « Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι, ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάννην· οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν, ὅπως ἂν λάβωσιν Πνεῦμα ἅγιον. Οὐδέ πω γὰρ ἦν ἐπ' οὐδενὶ αὐτῶν ἐπιπεπτωκὸς, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. Τότε ἐπετίθεσαν τὰς χεῖρας ἐπ' αὐτοὺς, καὶ ἐλάμβανον Πνεῦμα ἅγιον. » Τὸ γὰρ ἔχειν· « Μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ, » καὶ τὸ μετέπειτα λαμβάνειν τὸ Πνεῦμα, δηλοῖ, ὡς μόνον οὐχὶ ἔλειπεν αὐτοῖς ἡ περὶ τοῦ Πνεύματος θεογνωσία· [117 b]· ἀλλ' ὅτι καὶ σὺν τῷ Υἱῷ καὶ τῷ Πνεύματι συμπάρεστιν, καὶ συμμνημονεύεται, καὶ συνευεργετεῖ ὁ Πατὴρ καὶ Θεὸς, κἄν ποτε ἰδικῶς μὴ ὀνομασθῇ· ἢ ὡς δ' αὖ πάλιν, κἂν σιωπηθείη τῷ λόγῳ, καὶ μὴ τῇ πίστει, ὁ Υἱὸς, ἢ τὸ Πνεῦμα, συμπάρεστιν, καὶ συμμνημονεύεται, καὶ συνσώζει ἅμα τῷ Θεῷ καὶ Πατρί. Καὶ πάλιν· « Καὶ συναυλιζομένοις παρήγγειλεν αὐτοῖς, ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι· ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἣν ἠκούσατέ μου· Ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ ἐν Πνεύματι ἁγίῳ βαπτισθήσεσθε, οὐ μετὰ πολλὰς ταύτας ἡμέρας· » καὶ πάλιν ἀπὸ τοῦ Πέτρου περὶ τῶν ἐν Καισαρείᾳ βαπτισθέντων· « Ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν, ἐπέπεσεν τὸ Πνεῦμα τὸ ἅγιον ἐπ' αὐτοὺς, ὥσπερ καὶ ἐφ' ἡμᾶς ἐν ἀρχῇ· ἐμνήσθην δὲ τοῦ ῥήματος τοῦ Κυρίου, ὡς ἔλεγεν· Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ. » Οἱ οὖν ἐν ψιλῷ ὀνόματι τοῦ ἁγίου Πνεύματος, καὶ οὐχ ὡς ἐν ὀνόματι Θεοῦ καὶ Πνεύματος Θεοῦ, φύσει ὄντος Πνεύματος αὐτοῦ, βαπτι-
And to the Galatians concerning those who have been baptized he says: "Thou art no longer a slave, but a son; and if a son, also an heir of God through Christ." And to the Corinthians he writes the same things: "But ye were washed, but ye were sanctified, but ye were justified in the name of our Lord Jesus Christ and in the Spirit of our God." Consider then from these sayings also that redemption, and sanctification, and justification are not bestowed apart from the name of the divine Spirit. And again in the Acts, it says, he asked certain disciples, saying: "Did ye receive the Holy Spirit when ye believed?" And when they answered, "Nay, we have not even heard whether there is a Holy Spirit," he said: "Into what then were ye baptized?" as having had no benefit from not having believed and been baptized equally into the Holy Spirit, as they believed into the Father and the Son. And further, the Acts declare baptism unprofitable apart from the visitation of the divine Spirit and His sanctification, in such syllables as these: "Now when the apostles in Jerusalem heard that Samaria had received the word of God, they sent unto them Peter and John; who, having gone down, prayed for them, that they might receive the Holy Spirit. For as yet He had fallen upon none of them, but they had only been baptized into the name of the Lord Jesus. Then they laid their hands upon them, and they received the Holy Spirit." For the fact that it says, "But they had only been baptized into the name of the Lord Jesus," and that afterwards they received the Spirit, makes plain that they did not merely lack the knowledge of God concerning the Spirit, but also that with the Son and the Spirit the Father and God is present, and is commemorated together, and works together, even if at times He is not specifically named; or, conversely, even if the Son or the Spirit be passed over in silence in speech, though not in faith, [each] is present together, and is commemorated together, and saves together with God the Father. And again: "And being assembled together with them, He commanded them not to depart from Jerusalem, but to wait for the promise of the Father, which ye have heard of me: For John indeed baptized with water, but ye shall be baptized with the Holy Spirit not many days hence"; and again from Peter concerning those baptized in Caesarea: "And as I began to speak, the Holy Spirit fell on them, even as on us at the beginning; and I remembered the word of the Lord, how He said, John indeed baptized with water, but ye shall be baptized with the Holy Spirit." Those therefore who in the bare name of the Holy Spirit, and not as in the name of God and the Spirit of God, since His Spirit is God by nature, are bap-
PG 39:680Read from the page
ζόμενοι, ὡς ὕδατι ψιλῷ λουόμενοι, ἀνόητον ἔχουσι τὴν ἐλπίδα. Καταδύοντες μὲν γὰρ ἐν τῇ κολυμβήθρᾳ, εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς γυμνούμεθα, τῇ χάριτι τοῦ Πνεύματος αὐτοῦ, τῶν ἁμαρτιῶν, ἀποτιθέμενοι τὸν παλαιὸν ἄνθρωπον, καὶ τῇ βασιλικῇ αὐτοῦ δυνάμει ἀναγεννώμεθα καὶ σφραγιζόμεθα· ἀνιόντες δὲ ἐνδυόμεθά τε τὸν Σωτῆρα Χριστὸν, στολὴν ἄφθαρτον καὶ ἰσότιμον τοῦ ἀναγεννήσαντος καὶ σφραγίσαντος ἡμᾶς ἁγίου Πνεύματος, (« Ὅσοι γὰρ, » φησὶν, « εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· ») καὶ τὴν γεγραμμένην εἰκόνα καὶ ὁμοίωσιν τοῦ Θεοῦ ἀπολαμβάνομεν, ἣν ἐδεξάμεθα διὰ τοῦ θείου ἐμφυσήματος, καὶ ἀπωλέσαμεν διὰ τοῦ ἁμαρτήματος· καὶ αὖθις εὑρισκόμεθα, [118 a] οἷοί περ ἐπὶ τοῦ πρωτοπλάστου ἐγενήθημεν, ἀναμάρτητοι καὶ αὐτεξούσιοι· ταῦτα γὰρ σημαίνει ἡ εἰκὼν καὶ ὁμοίωσις· ὡς ἁρμόζειν τὴν Παύλου περὶ τῶν βαπτιζομένων Γραφήν· « Ὅπως
tized, as washing in bare water, have a senseless hope. For when we go down into the font, by the good pleasure of God the Father we are stripped, by the grace of His Spirit, of our sins, putting off the old man, and by His royal power we are regenerated and sealed; and coming up we put on Christ the Saviour, an incorruptible robe and of equal honour with the Holy Spirit who regenerated and sealed us ("For as many of you," he says, "as were baptized into Christ have put on Christ"), and we receive back the written image and likeness of God, which we received through the divine inbreathing and lost through sin; and again we are found such as we were made in the first-formed man, sinless and self-determining; for this is what the image and likeness signify; so that Paul's Scripture concerning those who are baptized fits: "That
PG 39:681Read from the page
γένησθε κατ' εἰκόνα τοῦ κτίσαντος ὑμᾶς· » καί, « Καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.» Ἀναπείσει δὲ περὶ τούτου, καὶ αὖθις γράφων ὁ αὐτὸς, Ῥωμαίοις μέν· « Οὓς προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς· » Ἐφεσίοις δέ· « Καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν, συνεζωοποίησε τῷ Χριστῷ, καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις.» Τίς, ἢ πότε ταῦτα παρέσχεν; Ὁ Πατὴρ, μετὰ τοῦ ἀνακαινισθῆναι ἡμᾶς ὑπὸ τοῦ ἁγίου Πνεύματος αὐτοῦ. Ὅν τρόπον γὰρ τὸ πρῶτον ὑπὸ τῆς μακαρίας Τριάδος ἐκτίσθημεν κατὰ τὸ, « Ποιήσωμεν ἄνθρωπον· » οὕτως τὸ δεύτερον ὑπ' αὐτῆς σωζόμεθα· ἵν' ὁμοίως τὴν Τριάδα δοξάζωμεν. Δίχα δὲ τοῦ ἀναγεννηθῆναι βαπτίσματι ὑπὸ τοῦ Πνεύματος τοῦ Θεοῦ, καὶ σφραγισθῆναι τῷ ἁγιασμῷ, καὶ ναὸς αὐτοῦ γενέσθαι, οὐδεὶς τῶν ἐπουρανίων ἔτυχεν ἀγαθῶν, κἂν τὸν ἄλλον βίον ἄμεμπτος εὑρέθη. Ἀλλὰ καὶ οἱ πρὸ βαπτίσματος μαρτυρῆσαι ἐπιτυχόντες, τῷ ἰδίῳ ἀπολουσάμενοι αἵματι, οὕτως ὑπὸ τοῦ ἁγίου Πνεύματος τοῦ Θεοῦ ἐζωοποιήθησαν. Διὸ προτρέπων ὁμοῦ καὶ μαρτυρόμενος ἱερολόγος ἀνὴρ βοᾷ· « Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. » Φῶς γὰρ τὸ ἀληθινὸν καὶ αἴτιον τοῦ αἰσθητοῦ φωτὸς, καὶ δόξα ἐκλάμπουσα πανταχοῦ ἐστι τὸ Πνεῦμα τὸ σεπτὸν, ᾗ καὶ αὖθις ψάλλει· [118 b] « Διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. » Περὶ τούτου καὶ ἐν τῷ κηʹ ψαλμῷ διδάσκει· « Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Θεὸς τῆς δόξης ἐβρόντησεν· Κύριος ἐπὶ ὑδάτων πολλῶν· » καὶ
ye become according to the image of Him who created you"; and, "As we have borne the image of the earthy, we shall also bear the image of the heavenly." And the same [Apostle] will persuade us concerning this when he writes again, to the Romans: "Whom He foreknew He also predestined to be conformed to the image of His Son, that He might be the firstborn among many brethren"; and to the Ephesians: "Even when we were dead in trespasses, He quickened us together with Christ, and raised us up together, and made us sit together in the heavenly places." Who, or when, bestowed these things? The Father, along with our being renewed by His Holy Spirit. For in the same way as we were first created by the blessed Trinity according to the saying, "Let us make man," so a second time we are saved by It, that we may equally glorify the Trinity. And apart from being regenerated by baptism by the Spirit of God, and sealed with sanctification, and becoming His temple, no one has obtained the heavenly good things, even if he was found blameless in the rest of his life. But even those who attained to martyrdom before baptism, having washed themselves in their own blood, were thus quickened by the Holy Spirit of God. Wherefore, both exhorting and testifying, the sacred writer cries: "Come unto Him, and be enlightened, and your faces shall not be ashamed." For the true light and cause of sensible light, and glory shining forth everywhere, is the venerable Spirit, to whom again he sings: "Because Thy commandments are a light upon the earth." Concerning this he also teaches in the twenty-eighth Psalm: "The voice of the Lord is upon the waters, the God of glory hath thundered; the Lord is upon many waters"; and
PG 39:684Read from the page
ἐν οςʹ ψαλμῷ· « Φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ. Ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ· ἴδεν, καὶ ἐσαλεύθη ἡ γῆ. » Διὰ μὲν γὰρ τῶν ὑδάτων τὸ βάπτισμα σημαίνει, ἐν ᾧ γίνεται παρὰ τῶν ἱερέων, καθὰ ψαλμῳδεῖ ὁ αὐτὸς, « ἐργασία πολλή· » διὰ δὲ τῆς βροντῆς τὴν πανταχοῦ φθάσασαν καὶ μετὰ φόβου ὑποδεχθεῖσαν χάριν τοῦ βαπτίσματος αἰνίττεται· διὰ δὲ τοῦ τροχοῦ, τὸν ἄστατον καὶ ἀλλόκοτον βίον· διὰ δὲ τῶν ἀστραπῶν, τὰ κατὰ Θεὸν κάλλη τῶν φωτιζομένων· διὰ δὲ τοῦ σαλευθῆναι τὴν γῆν τὸ κινηθῆναι σὺν προθυμίᾳ τὴν ἀνθρωπότητα εἰς θεογνωσίαν δηλοῖ. Καὶ τοῦ Δεσπότου δὲ βαπτιζομένου ἐν τῇ οἰκονομίᾳ ἐπὶ τῷ τόν τε δράκοντα, τὸν ἐπὶ τοῖς ὕδασι δεξάμενον τὸν Ἰορδάνην, ἐν τῷ στόματι, ὡς ἱστορεῖ αἰνιγματωδῶς ὁ Ἰὼβ, θανατῶσαι, τόν τε ἡμέτερον ἀποσμῆξαι ῥύπον, καὶ τὴν παλαιὰν συγχωρῆσαι ἁμαρτίαν, καὶ ποιῆσαι πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, ἅμα δὲ καὶ διδάξαι πάντας, τὴν παλιγγενεσίαν ἀνθρώποις εἶναι σωτηρίαν· παρῆν τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ὁ Πατήρ. Ὁ μὲν γὰρ ἐξ οὐρανῶν ἐμαρτύρει τῇ
in the seventy-sixth Psalm: "The voice of Thy thunder in the wheel. Thy lightnings shone upon the world; it saw, and the earth was shaken." For by the waters he signifies baptism, in which there is accomplished by the priests, as the same [Psalmist] sings, "much work"; and by the thunder he hints at the grace of baptism reaching everywhere and received with fear; and by the wheel, the unstable and strange life; and by the lightnings, the Godward beauties of those who are illuminated; and by the shaking of the earth he declares the eager movement of humanity unto the knowledge of God. And when the Master was baptized in the dispensation in order to slay the dragon that received the Jordan into its mouth upon the waters, as Job enigmatically relates, and to wash away our filth, and forgive the ancient sin, and make us tread upon serpents and scorpions and upon all the power of the enemy, and at the same time to teach all that regeneration is salvation for human beings, the Holy Spirit was present, as was the Father. For the One bore witness from heaven to the
PG 39:685Read from the page
γνησιότητι τοῦ οἰκείου τόκου· τὸ δὲ ἅγιον Πνεῦμα, ἀνοιχθέντων αὐτῷ, ὡς βασιλεῖ καὶ ἀνωτέρῳ τῆς ἀγγέλων φύσεως ὄντι, τῶν οὐρανῶν, κατελθὸν, ἐπέμενεν ἐπὶ τὸν Υἱὸν τοῦ Θεοῦ. Φησὶν γάρ· « Ἰδοὺ ἀνεῴχθησαν οἱ οὐρανοὶ, καὶ ἴδον τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡς περιστεράν. » [119 a] Νόει οὖν, τί ἐστιν τὸ ἅγιον Πνεῦμα, ἅτε τὸν ἑαυτοῦ ναὸν, ἡμᾶς, τῷ ὑψίστῳ Θεῷ συγκαθεσθῆναι, καὶ συνδοξασθῆναι, καὶ συμβασιλεῦσαι ποιεῖ, καὶ ὅτε μένει ἐπὶ τὸν μονογενῆ Θεόν· καὶ εἰ ὁσίως λέγουσιν αἱρετικοὶ μὴ συγκαθέζεσθαι αὐτὸ, καὶ συμπροσκυνεῖσθαι, καὶ συμβασιλεύειν τῷ Θεῷ Πατρί. Μὴ ὁμοίως δὲ ἡμῶν, τῶν κτιστῶν, καὶ ἐν τοσαύτῃ ἀγαθῶν ἔργων γυμνότητι τηλικαῦτα ἐλπιζόντων, νοηθείη τὸ ἅγιον Πνεῦμα τοῦ Θεοῦ συγκαθέζεσθαι, καὶ συνδοξάζεσθαι, καὶ συμβασιλεύειν τῷ Θεῷ· ἀλλ' ὡς Πνεῦμα αὐτοῦ, καὶ φύσει Θεὸς καὶ Βασιλεὺς, καὶ ἀϊδίως συγκαθεζόμενος, καὶ πλήρης ἀχράντου δόξης ὑπάρχων. Οἱ γὰρ κτιστοὶ, κατὰ χάριν μετὰ τὴν ἀνάστασιν τούτων ἀξιωθήσονται, ἀπολαύοντες τῶν ἀγαθῶν τῆς βαιλείας, οὐκ ὄντες δὲ βασιλεῖς. Οἶδεν γὰρ ἡ Γραφὴ, ἄλλην μὲν ἡλίου δόξαν, ἄλλην δὲ σελήνης καὶ ἀστέρων· καὶ τούτων πάλιν διάφορον δόξαν. « Ἀστὴρ γὰρ, » φησὶν, « ἀστέρος διαφέρει ἐν δόξῃ. » Καὶ ὁ ὀφθαλμὸς τοῦ σώματος τῶν ἄλλων μελῶν τιμιώτερός ἐστι· πλὴν καὶ αὐτὸς σῶμά ἐστιν· ὥστε τοσοῦτον ἡμᾶς ἀνακαινισθέντας τῆς θείας ἀπολαύειν οἰκειότητος, ὅσον ἡ τῆς ἡμετέρας φύσεως ἐνδέχεται δύναμις, καθὼς λέγουσιν.
genuineness of His own offspring; and the Holy Spirit, when the heavens were opened unto Him as to a King and one higher than the nature of angels, descended and remained upon the Son of God. For it says: "Behold, the heavens were opened, and I saw the Spirit of God descending as a dove." Understand then what the Holy Spirit is, inasmuch as He causes us, His own temple, to sit together, and be glorified together, and reign together with the most high God, even when He remains upon the only-begotten God; and [see] whether heretics speak piously in saying that He does not sit together, and is not worshipped together, and does not reign together with God the Father. Yet not in the same way as we, who are created and in such nakedness of good works hope for such great things, should the Holy Spirit of God be thought to sit together, and be glorified together, and reign together with God; but as His Spirit, and by nature God and King, and eternally sitting together, and being full of undefiled glory. For created beings will be deemed worthy of these things by grace after the resurrection, enjoying the good things of the kingdom, yet not being kings. For Scripture knows one glory of the sun, and another of the moon and stars, and again a differing glory among these: "For star," it says, "differeth from star in glory." And the eye of the body is more precious than the other members, yet it too is a body; so that when we are renewed we enjoy the divine intimacy as much as the capacity of our nature admits, as they say:
Ὁππόσον ἡμέριόν κε θεῷ γένος ἰσάζοιτο.
As much as the mortal race could be likened unto God.
Καὶ Πέτρος ἐκθειάζων τὸ βάπτισμα, ὡς Θεοῦ ὄντος τοῦ ἀνακτίζοντος ἡμᾶς ἁγίου Πνεύματος, καθολικὸν διὰ τῆς πρώτης Ἐπιστολῆς ἐξεφώνησε κήρυγμα, διαγορεῦον ταυτί· « Ἀναγεγεννημένοι, οὐκ ἐκ σπορᾶς
And Peter, extolling baptism as divine, since the Holy Spirit who newly creates us is God, proclaimed a catholic message through his First Epistle, declaring these words: "Having been born again, not of seed
Notes, col. 685

On the reading

Printed βαιλείας, for βασιλείας.

PG 39:688Read from the page
φθαρτῆς, ἀλλ' ἀφθάρτου, διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος. › Ἐδεδοίκει γὰρ τὸν παρακελευσάμενον ἐν τῷ κατὰ Μάρκον Εὐαγγελίῳ· ‹ Πορευθέντες εἰς τὸν κόσμον πάντα, κηρύξατε τὸ Εὐαγγέλιον πάσῃ τῇ κτίσει. Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται· ὁ δὲ ἀπιστήσας κατακριθήσεται. › Τί δὲ τὸ κήρυγμά ἐστιν; ‹ Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. › Ὅπερ καὶ Παῦλος φυλάττων ἔγραψεν· ‹ Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος, μετὰ πάντων ὑμῶν. › Ἥντινα πνευματικὴν κοινωνίαν καὶ τὰ Καθολικὰ προκατωνόμασεν χαράγματα οὕτως· ‹ Ἵνα γένησθε θείας κοινωνοὶ φύσεως. › Τίνες δὲ οἱ ἀπιστοῦντες, καὶ διὰ τοῦτο κατακρινόμενοι; Οἱ ταύτην μὴ φυλάττοντες τὴν ἰσοτιμίαν τῆς ἁγίας Τριάδος· οἵστισι καὶ αὖθις διὰ Παύλου παρήγγειλεν ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ· ‹ Εἰσί τινες, οἵτινες ὑμᾶς θορυβοῦσι, θέλοντες στρέψαι τὸ Εὐαγγέλιον Χριστοῦ· ἀλλ' εἰ καὶ ἄγγελος ὑμᾶς ἀπ' οὐρανοῦ ἄλλως εὐαγγελίσηται, παρ' ὃ εὐαγγελίσθητε, ἀνάθεμα ἔστω. Καὶ πάλιν λέγω· Εἴ τις ὑμᾶς εὐαγγελίσηται, παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω. › Παράδοσιν δὲ μὴ παραβαίνεσθαι, τὴν προλεχθεῖσαν αὐτοῦ εἶπε θεϊκὴν ἐντολὴν, οὐ τὴν Ἀρειανῶν, καὶ Εὐνομιανῶν, καὶ Μακεδονιανῶν, τῶν τὴν προσηγορίαν ταύτην κληρωσαμένων ἀπ' ἐκείνων, ὧν τῇ δοκήσει ἐξηκολούθησαν, καὶ τῶν θείων κηρυγμάτων καταφρονήσαντες, νόμον τὴν ἐκείνων ἀδολεσχίαν ἐποιήσαντο, οὐδὲ τῶν ἄλλων ἀκούοντες.
perishable, but of imperishable, through the word of the living and abiding God. For he feared Him Who gave the command in the Gospel according to Mark: Go ye into all the world, preach the Gospel to every creature. He who believes and is baptized shall be saved; but he who disbelieves shall be condemned (Mark 16:15-16). And what is the preaching? Go ye, make disciples of all nations, baptizing them into the name of the Father, and of the Son, and of the Holy Spirit (Matt. 28:19). Which Paul also, keeping it, wrote: The grace of our Lord Jesus Christ, and the love of God and the Father, and the communion of the Holy Spirit, be with you all (2 Cor. 13:13). Which spiritual communion the Catholic Epistles also named beforehand thus: That ye may become partakers of the divine nature (2 Pet. 1:4). And who are they that disbelieve, and are on this account condemned? Those who do not guard this equal honour of the Holy Trinity; to whom again through Paul He gave charge in the Epistle to the Galatians: There are some who trouble you, wishing to pervert the Gospel of Christ; but even if an angel from heaven preach to you otherwise than what was preached to you, let him be accursed. And again I say: If anyone preach to you other than what ye received, let him be accursed (Gal. 1:7-9). And that tradition be not transgressed, he spoke of His aforesaid divine commandment, not that of the Arians, and Eunomians, and Macedonians, who inherited this appellation from those whose opinion they followed, and despising the divine proclamations, made their idle babbling a law, not even listening to the others.
Ὅσσα κεν ἀθανάτοιο Θεοῦ βουλεύματα φαίνει, Ταῦτα σὺ, θνητὸς ἐὼν, ἴσχε μάλ' ἀσφαλέως· Μηδὲ νόον δολίοισιν ὑπ' ἀνθρώποισι δολωθεὶς, Ἄσχετον ἀθανάτου μῆνιν ἐπισπάσεαι.
Whatsoever counsels of the immortal God He reveals, these do thou, being mortal, hold very securely; nor, with thy mind beguiled by deceitful men, shalt thou draw upon thyself the irresistible wrath of the Immortal.
ΚΕΦ. ΙΓʹ.
Chapter XIII.
Περὶ τῶν πρὸς εὐτέλειαν τοῦ Πνεύματος ἐπιφερόντων τὸ, Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος.
Concerning those who, to the disparagement of the Spirit, allege the saying: Unless a man be born of water and the Spirit (John 3:5).
Οὗτοι δὲ λεξιθηροῦντες, καὶ τὰ περὶ τοῦ ἁγίου Πνεύματος καθ' ἑαυτῶν σμικρύνοντες, φασίν· Οὐκοῦν ἰσοδύναμον καὶ συνδοξαζόμενον τὸ ὕδωρ τῷ ἁγίῳ
But these, hunting after words and belittling what concerns the Holy Spirit to their own undoing, say: Is water then of equal power and glorified together with the Holy