ἀνθρώπειον σκεῦος, δεῖται πρότερον τοῦ ἀπὸ ὕδατος καθαρσίου, εἶτα καὶ τοῦ στερέμνιον αὐτὸ ἀποτελοῦντος νοητοῦ πυρὸς (ὁ γὰρ Θεὸς πῦρ καταναλίσκον), καὶ οὕτω τοῦ ἀπαρτίζοντος καὶ ἀνακαινίζοντος ἁγίου Πνεύματος· ὁπότε οἶδεν τό τε πῦρ τὸ πνευματικὸν καὶ ἀρδεύειν, τό τε ὕδωρ καὶ ἀναχωνεύειν. Ἀπόδειξις δὲ τούτου, ὁ Παῦλος γράφων Κορινθίοις τὸ δεύτερον· « Ἔχοντες δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν. » Τῷ δέ γε εἰπεῖν· « Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν· καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος Πνεῦμά ἐστιν· » ἐδίδασκεν ἐν ἐπιτόμῳ, ὡς ὁ ἄνθρωπος, ὁ βαπτίσματος μὴ τυχὼν, σαρκικός ἐστιν, τοῦτ' ἔστιν ἀμέτοχος φωτὸς ἐπουρανίου (σαφὲς γὰρ, ὡς ἡ σὰρξ ἐν ὅσῳ ζῇ μετὰ τῆς ἰδίας ψυχῆς νοεῖται)· ὁ δὲ βαπτισθεὶς πνευματικός ἐστιν, ἀντὶ τοῦ, μέτοχος ζωῆς ἀθανάτου. Τῷ δὲ εἰπεῖν· « Τὸ Πνεῦμα, ὅπου θέλει πνεῖ· » τὸ αὐτεξούσιον καὶ παντοδύναμον αὐτοῦ ἐκφαίνει. Τῷ δὲ εἰπεῖν· « Καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις· ἀλλ' [116 a] οὐκ οἶδας, πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει· » δηλοῖ ὡς οὐ Νικοδήμῳ τὸ τηνικαῦτα διελέγετο μόνῳ, ἀλλὰ καὶ Ἀρείῳ, Εὐνομίῳ τε καὶ Μακεδονίῳ προενεκάλει, τοῖς τὴν φωνὴν τοῦ ἁγίου Πνεύματος διὰ τῶν Γραφῶν ἀκούουσιν, καὶ οὐκ εἰδόσιν, ὡς ἔρχεται, ἀνάρχως ἐκπορευθὲν παρὰ τοῦ Πατρὸς, τὸ πανταχοῦ ἀεὶ παρὸν, καὶ ὑπάγει πρὸς αὐτὸν, ὡς Πνεῦμα αὐτοῦ ἀχώριστον ὑπάρχον τῇ θεότητι· ἀῤῥήτως γὰρ προῆλθεν ἐξ αὐτοῦ φύσει, καὶ ἐπέστραπται πρὸς αὐτόν· καὶ πρόοδον μὲν τὴν ἐκ τοῦ Πατρὸς ἔχει, ὡς ἂν ἐξ αὐτοῦ ἐκπορευόμενον· μόνην δὲ τὴν εἰς τὸν Πατέρα, ὡς ἂν ἓν καὶ ταυτὸν ὑπάρχον· ἐπιστρέφει δὲ πρὸς τὸν γεννήσαντα προελθὸν, ὡς ἂν μιᾶς καὶ τῆς αὐτῆς ὂν οὐσίας, καὶ τῆς πατρικῆς ἔξω γενέσθαι συνυπάρξεως μὴ δυνάμενον. Τῷ δὲ εἰπεῖν· « Οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος· » διδάσκει, ὡς τὸ Πνεῦμα τοῦ Θεοῦ πνευματικὸν γεννᾷ, καὶ λέγεται πνευματικὸς ἐκ τῆς ἕξεως, καθὰ ὁ ἐξ ἀνθρώπου τεχθεὶς καλεῖται ἄνθρωπος. Ἐπιφωνεῖ γοῦν τῷ τοιούτῳ ὁ Μελῳδός· « Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου· » καί, « Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. » Καὶ Παῦλος δὲ συνιστῶν, ὅτι
human vessel, needs first the cleansing [power] from water, and then also the intelligible fire that renders it firm (for God is a consuming fire), and thus the Holy Spirit who perfects and renews; for the spiritual fire knows how to water as well, and the water to recast. And a proof of this is Paul, writing to the Corinthians in the second [epistle]: "And having this treasure in earthen vessels." And by saying, "That which is born of the flesh is flesh, and that which is born of the Spirit is Spirit," he taught in summary that the person who has not obtained baptism is fleshly, that is, without a share in heavenly light (for it is clear that the flesh is here understood insofar as it lives with its own soul); whereas the one who has been baptized is spiritual, that is, a partaker of immortal life. And by saying, "The Spirit bloweth where He willeth," he declares His self-determining and almighty power. And by saying, "And thou hearest His voice, but knowest not whence He cometh and whither He goeth," he makes plain that he was not then speaking to Nicodemus alone, but was also reproving Arius, Eunomius, and Macedonius beforehand, who hear the voice of the Holy Spirit through the Scriptures and do not know how He comes, having proceeded without beginning from the Father, He who is everywhere always present, and goes unto Him, as His Spirit who is inseparable in divinity; for ineffably He came forth from Him by nature, and is turned back towards Him; and He has His procession from the Father, as proceeding from Him, yet His [movement] solely unto the Father, as being one and the same; and having come forth He returns unto Him who begat, as being of one and the same essence, and unable to come outside the paternal coexistence. And by saying, "So is every one that is born of the Spirit," he teaches that the Spirit of God begets a spiritual [person], and he is called spiritual from his state, just as one born of a human being is called a human being. The Psalmist therefore acclaims such a one: "Thy youth shall be renewed as the eagle's"; and, "Blessed are they whose iniquities are forgiven, and whose sins are covered." And Paul too, establishing that