Πρὸς δὲ Γαλάτας περὶ τῶν βαπτισθέντων [117 a] φησίν· « Οὐκ ἔτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ. » Κορινθίοις δὲ τὰ ἴσα ἐπιστέλλει· « Ἀλλὰ ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε, ἀλλ' ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. » Ἄθρει οὖν καὶ ἐκ τῶν ῥητῶν τούτων, ὡς ἡ ἀπολύτρωσις, καὶ ὁ ἁγιασμὸς, καὶ ἡ δικαίωσις οὐκ ἄνευ τοῦ ὀνόματος τοῦ θεϊκοῦ Πνεύματος παρέχεται. Καὶ πάλιν ἐν ταῖς Πράξεσιν ἠρώτησεν, φησὶν, τινὰς μαθητὰς, εἰπών· « Εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; » Τῶν δὲ ἀποκριναμένων, « Ἀλλ' οὐδὲ εἰ Πνεῦμα ἅγιόν ἐστιν, ἠκούσαμεν· » ἔφη· « Εἰς τί οὖν ἐβαπτίσθητε; » ὡς οὐδὲν ὄφελος ἐσχηκότων ἀπὸ τοῦ μὴ καὶ εἰς τὸ ἅγιον Πνεῦμα ἐξ ἴσου πιστεῦσαι καὶ βαπτισθῆναι, ὡς ἐπίστευσαν εἰς τὸν Πατέρα καὶ τὸν Υἱόν. Καὶ ἔτι ἀπαγγέλλουσιν αἱ Πράξεις ἀνωφελὲς τὸ βάπτισμα, δίχα τῆς τοῦ θεϊκοῦ Πνεύματος ἐπιφοιτήσεως, καὶ τοῦ ἁγιασμοῦ αὐτοῦ, ἐν συλλαβαῖς τοιαύταις· « Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι, ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάννην· οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν, ὅπως ἂν λάβωσιν Πνεῦμα ἅγιον. Οὐδέ πω γὰρ ἦν ἐπ' οὐδενὶ αὐτῶν ἐπιπεπτωκὸς, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. Τότε ἐπετίθεσαν τὰς χεῖρας ἐπ' αὐτοὺς, καὶ ἐλάμβανον Πνεῦμα ἅγιον. » Τὸ γὰρ ἔχειν· « Μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ, » καὶ τὸ μετέπειτα λαμβάνειν τὸ Πνεῦμα, δηλοῖ, ὡς μόνον οὐχὶ ἔλειπεν αὐτοῖς ἡ περὶ τοῦ Πνεύματος θεογνωσία· [117 b]· ἀλλ' ὅτι καὶ σὺν τῷ Υἱῷ καὶ τῷ Πνεύματι συμπάρεστιν, καὶ συμμνημονεύεται, καὶ συνευεργετεῖ ὁ Πατὴρ καὶ Θεὸς, κἄν ποτε ἰδικῶς μὴ ὀνομασθῇ· ἢ ὡς δ' αὖ πάλιν, κἂν σιωπηθείη τῷ λόγῳ, καὶ μὴ τῇ πίστει, ὁ Υἱὸς, ἢ τὸ Πνεῦμα, συμπάρεστιν, καὶ συμμνημονεύεται, καὶ συνσώζει ἅμα τῷ Θεῷ καὶ Πατρί. Καὶ πάλιν· « Καὶ συναυλιζομένοις παρήγγειλεν αὐτοῖς, ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι· ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἣν ἠκούσατέ μου· Ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ ἐν Πνεύματι ἁγίῳ βαπτισθήσεσθε, οὐ μετὰ πολλὰς ταύτας ἡμέρας· » καὶ πάλιν ἀπὸ τοῦ Πέτρου περὶ τῶν ἐν Καισαρείᾳ βαπτισθέντων· « Ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν, ἐπέπεσεν τὸ Πνεῦμα τὸ ἅγιον ἐπ' αὐτοὺς, ὥσπερ καὶ ἐφ' ἡμᾶς ἐν ἀρχῇ· ἐμνήσθην δὲ τοῦ ῥήματος τοῦ Κυρίου, ὡς ἔλεγεν· Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ. » Οἱ οὖν ἐν ψιλῷ ὀνόματι τοῦ ἁγίου Πνεύματος, καὶ οὐχ ὡς ἐν ὀνόματι Θεοῦ καὶ Πνεύματος Θεοῦ, φύσει ὄντος Πνεύματος αὐτοῦ, βαπτι-
And to the Galatians concerning those who have been baptized he says: "Thou art no longer a slave, but a son; and if a son, also an heir of God through Christ." And to the Corinthians he writes the same things: "But ye were washed, but ye were sanctified, but ye were justified in the name of our Lord Jesus Christ and in the Spirit of our God." Consider then from these sayings also that redemption, and sanctification, and justification are not bestowed apart from the name of the divine Spirit. And again in the Acts, it says, he asked certain disciples, saying: "Did ye receive the Holy Spirit when ye believed?" And when they answered, "Nay, we have not even heard whether there is a Holy Spirit," he said: "Into what then were ye baptized?" as having had no benefit from not having believed and been baptized equally into the Holy Spirit, as they believed into the Father and the Son. And further, the Acts declare baptism unprofitable apart from the visitation of the divine Spirit and His sanctification, in such syllables as these: "Now when the apostles in Jerusalem heard that Samaria had received the word of God, they sent unto them Peter and John; who, having gone down, prayed for them, that they might receive the Holy Spirit. For as yet He had fallen upon none of them, but they had only been baptized into the name of the Lord Jesus. Then they laid their hands upon them, and they received the Holy Spirit." For the fact that it says, "But they had only been baptized into the name of the Lord Jesus," and that afterwards they received the Spirit, makes plain that they did not merely lack the knowledge of God concerning the Spirit, but also that with the Son and the Spirit the Father and God is present, and is commemorated together, and works together, even if at times He is not specifically named; or, conversely, even if the Son or the Spirit be passed over in silence in speech, though not in faith, [each] is present together, and is commemorated together, and saves together with God the Father. And again: "And being assembled together with them, He commanded them not to depart from Jerusalem, but to wait for the promise of the Father, which ye have heard of me: For John indeed baptized with water, but ye shall be baptized with the Holy Spirit not many days hence"; and again from Peter concerning those baptized in Caesarea: "And as I began to speak, the Holy Spirit fell on them, even as on us at the beginning; and I remembered the word of the Lord, how He said, John indeed baptized with water, but ye shall be baptized with the Holy Spirit." Those therefore who in the bare name of the Holy Spirit, and not as in the name of God and the Spirit of God, since His Spirit is God by nature, are bap-