Migne Reading Room

PG 39 · cols. 653–664 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:653Read from the page
Θεὸν δηλώσας εἶναι τὸ ἅγιον Πνεῦμα. Ἐπιφέρει γάρ· « Καὶ ἔκρινεν τοὺς πρεσβυτέρους, Πνεύματι ἁγίῳ ἐμφορούμενος. » Εὕροιμεν δ' ἂν καὶ Ἐλισσαῖον τὸν ἀξιολογώτατον ἐν προφήταις, ἀξιοῦντα εἰδέναι Θεὸν τὸ ἅγιον Πνεῦμα. Ἔχει δ' [110 b] ἡ πρὸς Ἠλίαν αὐτοῦ φωνὴ, ἡ ἐξαιτοῦσα σὺν τῇ μηλωτῇ καὶ τὸ ἅγιον κληρονομῆσαι Πνεῦμα οὑτωσί· « Γενέσθω τὸ Πνεῦμα τὸ ἐπὶ σοὶ, δισσῶς ἐπ' ἐμοί. Ὁ δὲ εἶπεν· Ἐσκλήρυνας τοῦ αἰτήσασθαι (ἀντὶ τοῦ, Μεγάλα ἐζήτησας). Πλὴν ἐὰν ἴδῃς με ἀναλαμβανόμενον, ἔσται σοι οὕτως· ἐὰν δὲ μὴ ἴδῃς, οὐ μὴ γένηται. » Ἴδεν τοίνυν αὐτὸν καὶ ἔκραξεν· « Πάτερ, πάτερ, ἅρμα Ἰσραὴλ, καὶ ἱππεὺς ἐν αὐτῷ. » Ὅτε οὖν « ἐπάταξεν » τὸν Ἰορδάνην τῇ μηλωτῇ τοῦ Ἠλία, « καὶ τὸ ὕδωρ οὐ διῃρέθη » ὡς ἐπὶ Ἠλία, ζητῶν τὴν αἴτησιν ἑαυτοῦ καὶ τὴν δοθεῖσαν ὑπόσχεσιν, οὐκ ἔτι εἶπεν·
having made clear that the Holy Spirit is God. For he adds: "And he judged the elders, being filled with the Holy Spirit." We should find Elisha too, the most notable among the prophets, thinking fit to know that the Holy Spirit is God. His utterance to Elijah, asking to inherit the Holy Spirit along with the sheepskin mantle, runs thus: "Let the Spirit that is upon you be doubly upon me. And he said: You have asked a hard thing (instead of, You have sought great things). Yet if you see me being taken up, it shall be so for you; but if you do not see, it shall not be." He saw him, then, and cried out: "Father, father, chariot of Israel, and horseman therein." When, therefore, he "struck" the Jordan with the sheepskin mantle of Elijah, "and the water was not divided" as under Elijah, seeking his own request and the promise that had been given, he no longer said:
PG 39:656Read from the page
‹ Ποῦ τὸ Πνεῦμα τὸ διπλοῦν; › ἀλλὰ · ‹ Ποῦ ὁ Θεὸς Ἠλίου ἀπφὼ ὁ διπλοῦς; › ἐκκαλύπτων Θεὸν ὑπάρχειν τὸ ἅγιον Πνεῦμα, καὶ διδάσκων ἅμα, ὡς ταυτόν ἐστιν εἰπεῖν Θεὸν, ἢ Πνεῦμα ἅγιον, καὶ τὸ ἔμπαλιν. Τὸ δὲ ἀπφὼ προσφώνησίς ἐστιν ἀδελφική. Τί δὲ καὶ Ἰεζεκιὴλ προφητεύει, ὅτε, τῶν οὐρανῶν ἀνοιγέντων αὐτῷ, ἴδεν ὅρασιν Θεοῦ καὶ τὰ χερουβίμ; ‹ Καὶ ἐν τῷ ἑστάναι, › φησὶν, ‹ τὰ ζῶα, ἱστήκεισαν οἱ τροχοί · καὶ ἐν τῷ ἐξαίρειν αὐτὰ, ἐξῄροντο · ὅτι Πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς · › ἀντὶ τοῦ, ἐπικαθεζόμενον ἐπὶ τῶν χερουβίμ. Καὶ μικρὸν ὑποκαταβὰς λέγει · ‹ Τοῦτο τὸ ζῶον, ὃ ἴδον ὑπὸ κάτω Θεοῦ Ἰσραὴλ, καὶ ἔγνων, ὅτι τὰ χερουβίμ ἐστιν. › Εἰρηκὼς ἀνωτέρω τὸ Πνεῦμα ἐπάνω εἶναι τῶν χερουβὶμ, ὑποκαταβὰς εἶπεν, ὑποκάτω τοῦ Θεοῦ, τοῦτ' ἔστιν τοῦ Πνεύματος, εἶναι τὰ χερουβὶμ καὶ ζῶα. Θέα τοίνυν καὶ αὖθις τὸ ἅγιον τοῦ Θεοῦ Πνεῦμα, καὶ Θεὸν καὶ Πνεῦμα ζωῆς προσαγορευόμενον, καὶ ἐπὶ τοῦ χερουβικοῦ καθεζόμενον αἰωνίου θρόνου. Χρηστέον δ' εἰς τὸ κεφάλαιον τοῦτο καὶ τοῖς κριταῖς οὐδὲ αὐτοῖς ἀμελήσασιν, ἀλλ' ὅτι μάλιστα παρὰ πάντα τοῦτο κεκρικόσιν καλῶς, τὸ ὁμολογῆσαι Κύριον δυνατὸν καὶ ἐπίκουρον τὸ Πνεῦμα τοῦ Θεοῦ. Εἰπόντες γὰρ περὶ αὐτοῦ, ὅτι συνεπορεύετο μετὰ Σαμψὼν, καὶ κατεύθυνεν αὐτῷ, ὥστε μείζονα φύσεως ἀνθρωπίνης δύναμιν ἐνδείκνυσθαι αὐτὸν, οὐκ εἶπαν μετὰ ταῦτα τὸ ἐνδυναμοῦν αὐτὸν Πνεῦμα ἀνακεχωρηκέναι ἀπ' αὐτοῦ, καὶ διὰ τοῦτο ἠσθενηκέναι, ἀλλὰ τὸν Κύριον. Ἔχουσι δὲ οὕτως · ‹ Ἤρξατο Πνεῦμα Κυρίου συμπορεύεσθαι μετὰ Σαμψών · › καὶ πάλιν · ‹ Ἥλατο ἐπ' αὐτὸν Πνεῦμα Κυρίου · › καὶ πάλιν · ‹ Ἐξέκλινεν εἰς ἀμπελῶνα Θαμναθὰ, καὶ ἰδοὺ σκύμνος λέοντος εἰς ἀπάντησιν αὐτοῦ · καὶ κατεύθυνεν ἐπ' αὐτὸν Πνεῦμα Κυρίου, καὶ διέσπασεν αὐτὸν ὡς ἔριφον αἰγῶν · › καὶ πάλιν · ‹ Ἠλάλαξαν, › φησὶν, ‹ οἱ ἀλλόφυλοι, καὶ ἔδραμον εἰς ἀπάντησιν αὐτοῦ › (τοῦτ' ἔστιν Σαμψών) · ‹ καὶ κατεύθυνεν ἐπ' αὐτὸν Πνεῦμα Κυρίου, καὶ ἐγένοντο τὰ καλώδια,
"Where is the double Spirit?" but, "Where is the God of Elijah appho, the double one?" revealing that the Holy Spirit is God, and teaching at the same time that it is the same thing to say God or Holy Spirit, and the reverse. Now appho is a brotherly form of address. What also does Ezekiel prophesy when, the heavens having been opened to him, he saw a vision of God and the cherubim? "And when the living creatures stood," he says, "the wheels stood; and when they were lifted up, they were lifted up; because the Spirit of life was in the wheels" — meaning, seated upon the cherubim. And going down a little further he says: "This is the living creature which I saw underneath the God of Israel, and I knew that they are the cherubim." Having said above that the Spirit is above the cherubim, going down further he said that the cherubim and living creatures are underneath God, that is, the Spirit. Behold then once again the Holy Spirit of God, called both God and Spirit of life, and seated upon the eternal cherubic throne. One must also make use for this chapter of the Judges, who themselves were not negligent either, but above all things judged this well, to confess the Spirit of God as mighty Lord and helper. For having said concerning Him that He went along with Samson and directed him, so that he displayed a power greater than human nature, they did not say afterwards that the Spirit that strengthened him had departed from him and for this reason he had grown weak, but that the Lord had. And they read thus: "The Spirit of the Lord began to go along with Samson"; and again: "The Spirit of the Lord leaped upon him"; and again: "He turned aside into the vineyard of Timnah, and behold a lion's whelp came to meet him; and the Spirit of the Lord directed him, and he tore it in pieces as a kid of the goats"; and again: "The foreigners raised a shout," it says, "and ran to meet him" (that is, Samson); "and the Spirit of the Lord directed him, and the cords became,
PG 39:657Read from the page
τὰ ἐν τοῖς βραχίοσιν αὐτοῦ, ὡσεὶ στύππιον, ἡνίκα ἂν ὀσφρανθῇ πυρός. › Ὅτε δὲ λοιπὸν σὺν τῇ κόμῃ καὶ τὴν δύναμιν αὐτοῦ ἀπέθετο, καὶ ἀπώνατο εἰς ὄλεθρον ἑαυτοῦ τῆς ἀβουλίας, ἀλλόφυλον, οὐ δέον, γυναῖκα ὑπερφιλῶν τὴν Δαλιδὰ, ‹ Ἐξηγέρθη, › φησὶν, ‹ ἐκ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν · Ἐξελεύσομαι, καὶ ἀποτινάξομαι, καὶ ποιήσω καθὼς ἀεί. Καὶ αὐτὸς οὐκ ἔγνω, ὅτι Κύριος ἀπέστη ἀπ' αὐτοῦ. › Τῆς γὰρ δυναστείας τοῦ Κυρίου τούτου πεῖραν ἔχων καὶ Μωϋσῆς, εἶπεν · ‹ Πῶς διώξεται εἷς χιλίους, καὶ δύο μετακινήσουσιν μυριάδας, εἰ μὴ Κύριος παρέδωκεν αὐτοὺς, καὶ ὁ Θεὸς ἀπέδοτο αὐτούς; › Καὶ τὸν ὀφθέντα δὲ τῷ Ἠσαΐᾳ βασιλέα Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου, ἐν οἴκῳ δόξης πεπληρωμένῳ, καὶ ὑπὸ τῶν σεραφὶμ τῇ τρισαγίῳ φωνῇ καταγεραιρόμενον, ὁ μὲν προφήτης τὸν Πατέρα οἶδεν, ὁ δὲ Ἰωάννης τὸν Υἱόν · ὁ δὲ Παῦλος ἐν ταῖς Πράξεσιν, διὰ τὴν ταυτότητα τῆς θεότητος, τὸ πάνσοφον Πνεῦμα εἶναι ἐδήλωσεν τοιῶσδε · ‹ Καλῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησεν πρὸς τοὺς πατέρας ὑμῶν διὰ Ἠσαΐου τοῦ προφήτου, λέγον · Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον, καὶ εἰπὲ αὐτῷ · Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, › καὶ τὰ ἑξῆς. Αἱρετικοὶ δὲ, κατὰ τὴν ἐξ ἀρχῆς προαίρεσιν διοδεύοντες, καὶ τὸν οἰκεῖον σκοπὸν καὶ λόγον ἄγοντες κατὰ τοῦ χάους, ἀποπηδῶσι καὶ πρὸς τὸ λόγιον τοῦτο, καὶ συνήθως ἀντιφάσκουσιν οὐκ εὐλόγως, καὶ πειρῶνται δυσσεβείᾳ δυσσέβειαν συνδεῖν καὶ συνάπτειν, φημὶ τοῖς προτέροις αὐτῶν ῥήμασιν τὰ δεύτερα καὶ τρίτα, λόγους προϊέμενοι, ὅτι οὐδὲν θαυμαστὸν καὶ θεότητος ἴδιον περὶ τοῦ ἁγίου Πνεύματος εὑρίσκεται ἐκ τοῦ Παῦλον φάναι · ‹ Καλῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησεν πρὸς τοὺς πατέρας ὑμῶν διὰ Ἠσαΐου τοῦ προφήτου, λέγον · Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον, καὶ εἰπὲ αὐτῷ › τάδε καὶ τάδε · διὰ τὸ πολλάκις, φησὶν, τὰ αὐτὰ, ποτὲ μὲν ἐκ προσώπου τοῦ Θεοῦ, ποτὲ δὲ ἐκ προσώπου τοῦ προφήτου, ἢ ἀγγέλου εἰρημένα φέρεσθαι · ὡς ἡνίκα, φησὶν, περὶ τοῦ χωρίου τούτου λέγει Ἰωάννης · ‹ Ταῦτα εἶπεν Ἠσαΐας, ὅτε ἴδεν τὴν δόξαν αὐτοῦ · › καὶ ὡς ὁ Σωτὴρ ἐν Ματθαίῳ ἔφη · ‹ Καλῶς προεφήτευσεν Ἠσαΐας, λέγων · Ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ, τῇ δὲ καρδίᾳ πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ · › καὶ ὡς ὁ Παῦλος ἐν ἄλλῳ κεφαλαίῳ ἔφη · ‹ Καθὼς Δαυῒδ λέγει τὸν μακαρισμόν · Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι · › οὐκ εἶπεν δὲ, φησὶν · Καθὼς ὁ Θεὸς διὰ Δαυῒδ λέγει. Καὶ ἑτέρωθι · ‹ Καὶ ἦλθεν ὁ Θεὸς πρὸς Βαλαὰμ νυκτὸς, καὶ εἶπεν αὐτῷ · Εἰ καλέσαι σε πάρεισιν οἱ ἄνθρωποι οὗτοι, ἀναστὰς ἀκολούθη-
those upon his arms, like tow whenever it scents fire." And when at last along with his hair he also laid aside his strength, and reaped the fruit of his folly to his own destruction by excessively loving a foreign woman, Delilah, which was not right, "He awoke," it says, "from his sleep, and said: I will go out, and shake myself, and do as always. And he himself did not know that the Lord had departed from him." For Moses also, having experience of the power of this Lord, said: "How shall one chase a thousand, and two put ten thousand to flight, unless the Lord had delivered them up, and God had sold them?" And as for the King, the Lord Sabaoth, seen by Isaiah sitting upon a throne high and lifted up, in a house filled with glory, and honoured by the seraphim with the thrice-holy voice, the prophet knows Him as the Father, and John as the Son; while Paul in Acts, because of the identity of the Godhead, declared Him to be the all-wise Spirit in this manner: "Well did the Holy Spirit speak to your fathers through Isaiah the prophet, saying: Go to this people, and say to them: Hearing you shall hear, and by no means understand," and what follows. But the heretics, travelling along their initial choice, and leading their own aim and argument down into chaos, leap away at this oracle also, and as usual contradict unreasonably, and try to bind and join impiety to impiety, I mean their second and third utterances to their former ones, putting forth arguments that nothing marvellous or proper to Godhead is found concerning the Holy Spirit from Paul's saying: "Well did the Holy Spirit speak to your fathers through Isaiah the prophet, saying: Go to this people, and say to them" such and such things; because, they say, the same things are often reported as spoken now in the person of God, now in the person of the prophet, or of an angel; as when, they say, John says concerning this passage: "These things said Isaiah when he saw His glory"; and as the Saviour said in Matthew: "Well did Isaiah prophesy, saying: This people honours Me with their lips, but their heart is far away from Me"; and as Paul said in another chapter: "Even as David speaks the blessing: Blessed are they whose iniquities have been forgiven, and whose sins have been covered"; he did not say, they assert: Even as God says through David. And elsewhere: "And God came to Balaam by night, and said to him: If these men have come to call you, rise up and foll-
PG 39:660Read from the page
σον αὐτοῖς · ἀλλὰ τὸ ῥῆμα, ὃ ἂν λαλήσω πρὸς σὲ, τοῦτο ποιήσεις · › καὶ μεθ' ἕτερα · ‹ Εἶπεν, › φησὶν, ‹ ὁ ἄγγελος τοῦ Θεοῦ πρὸς Βαλαάμ · Συμπορεύθητι μετὰ τῶν ἀνθρώπων τούτων · πλὴν τὸ ῥῆμα, ὃ ἐὰν εἴπω πρὸς σὲ, τοῦτο φυλάξῃ ποιῆσαι · › καὶ οὐκ εἶπεν αὐτῷ, φησίν · Ὃ εἶπέν σοι ὁ Θεός · ἀλλ', ‹ Ὃ ἐὰν εἴπω σοι. › Ἐν τοιούτοις κακοῖς τὰ κατ' ἐκείνους · καὶ μὴ ὡς κρατοῦντες σεμνυνέσθωσαν. Ἡμεῖς δὲ δείσαντες, μή τισιν δόξωμεν χρῆσθαι, ὡς ἐκεῖνοι, σοφιστοῦ τινος ὡς ἀληθῶς εἰρωνείᾳ, εὐθὺς ὡς ἐκ πρώτης σχεδὸν συλλαβῆς, οὕτω μέχρι καὶ αὐτοῦ τοῦ τέλους, πλείστην τινὰ τῆς ἀληθείας πρόνοιαν ποιήσωμεν, διελέγχοντες αὐτούς. Ἴστε δὴ οὖν, οἱ συγγενόμενοι τῷ τε τῆς προφητείας λόγῳ, καὶ τοῖς μνημονευθεῖσιν θείοις γραφίοις, ὡς ὁ Ἠσαΐας κελευσθεὶς παρὰ τοῦ καθημένου ἐπὶ τοῦ αἰωνίου θρόνου, προεφήτευσεν, ἅπερ αὐτῷ ἐκεῖνος κατὰ λέξιν εἰπεῖν ἐνετείλατο · ὁ γὰρ προφητεύων Θεοῦ, οὐχὶ ἑαυτοῦ προφήτης ἐστίν. Ὥστε διὰ Ἠσαΐου, ἤτοι παρὰ Ἠσαΐου (ταυτὸν γάρ ἐστιν εἰπεῖν), ἡ τοῦ ὀφθέντος αὐτῷ κραταιὰ φωνὴ, ὃν ὁ Παῦλος τὸ ἅγιον Πνεῦμα εἶναι κατήγγειλεν, ἀπηγγέλθη, ὅτε ἴδεν τὴν δόξαν αὐτοῦ · οὐ μέντοι κατ' ἐξουσίαν ἰδίαν ταύτην ἐφθέγξατο, κἄν που ἐλέχθη, ὅτι ‹ Ἠσαΐας εἶπεν, › καὶ οὐχὶ ὁ Θεὸς Πατὴρ, ἢ ὁ Υἱὸς, ἢ τὸ Πνεῦμα αὐτοῦ διὰ Ἠσαΐου. Οὐδὲ μὴν ἐπλανήθησαν οἱ ἀπόστολοι, οἱ ἐκ παίδων εὐθὺς ταῖς Γραφαῖς ἐντεθραμμένοι, καὶ πιστευθέντες τῆς νέας χάριτος τὸ κήρυγμα, οἱ ἔχοντες, διὰ τὴν ἀγαθότητα τῆς ἐν μονάδι Τριάδος, ἃ μήπω τις τῶν ἀνθρώπων καὶ ἕτερος. Ἀλλὰ καὶ Ἰωάννης δῆλός ἐστι, καθά φασι, καὶ τυφλῷ, ταῦτα τὸν Υἱὸν τοῦ Θεοῦ νοήσας εἰρηκέναι · καὶ Παῦλος, τὸ ἅγιον Πνεῦμα. Κελεύουσι γὰρ αἱ μακάριαι ὑποστάσεις αὗται, εἴκει δὲ ἡ ἀγγέλων καὶ πάντων φύσις. Ἡγεμονεύουσι γὰρ βασιλικῶς, καὶ κατάρχουσιν αὐτοφυῶς, διὰ τὴν ἀπαράλλακτον πρὸς τὸν ἐξ οὗ προῆλθον Πατέρα θεότητα, καὶ ἀνάγεται πάντα εἰς ἐκεῖνον. Ἔχεται οὖν ἓν τοῦτο · ἕτερον δὲ, ὅτι τίς ἂν ὀφθείη ἕτερος, ᾧτινι συμφωνότερον, ἢ προσφορώτερον ταῦτα, τὰ ἐκ προσώπου τοῦ Θεοῦ Πατρὸς προφητευθέντα, δόξειεν ἐπιγράφεσθαι ὡς εἰρηκότι; Ποίας δὲ κατακρίσεως οὐχ ἔστιν ἄξιος ὁ τὴν περὶ τοῦ κρείττονος ἀλήθειαν τολμῶν παραχαράττειν, καὶ παρευδοκιμεῖν ἐθέλων Ἰωάννην καὶ Παῦλον, τοὺς μήτ' ἀγνοήσαντας, μήτ' ἀποκρύψαντας, ἐναργῶς δὲ καὶ τρανῶς τὰ περὶ τούτου εἰς πάντας ἐξαγορεύσαντας; Καὶ πᾶσα δὲ Γραφὴ ἔχει τι νόημα περὶ τῆς τοῦ μεγαλωνύμου Πνεύματος
-low them; but the word which I shall speak to you, this you shall do"; and after other things: "The angel of God said," it says, "to Balaam: Go along with these men; nevertheless the word which I shall speak to you, this take care to do"; and he did not say to him, they assert: What God has said to you; but, "What I shall speak to you." In such evils are their affairs; and let them not pride themselves as though victorious. But lest we should seem to some to use, as they do, a truly sophistical irony, let us from the very first syllable almost, and so right on to the very end, take the greatest care for truth in refuting them. Know then, you who have been conversant with the word of prophecy and with the divine writings that have been mentioned, that Isaiah, being commanded by Him Who sits upon the eternal throne, prophesied the very things which He enjoined him to speak word for word; for he who prophesies is a prophet of God, not of himself. Therefore through Isaiah, or by Isaiah (for it is the same thing to say), the mighty voice of Him Who was seen by him, Whom Paul announced to be the Holy Spirit, was proclaimed when he saw His glory; yet he did not utter this on his own authority, even if somewhere it was said that "Isaiah said," and not God the Father, or the Son, or His Spirit through Isaiah. Nor indeed were the apostles deceived, who from childhood had straightway been nurtured in the Scriptures and entrusted with the proclamation of the new grace, possessing, through the goodness of the Trinity in unity, what none of men before them had possessed. Rather, John also is clear, as they say, even to a blind man, as having understood the Son of God to have spoken these things; and Paul, the Holy Spirit. For these blessed hypostases command, and the nature of angels and of all things yields. For they rule royally and hold sway by their very nature, because of their indistinguishable Godhead with the Father from Whom they came forth, and all things are referred to Him. This then holds as one point; and a second is, who else could be seen to whom these things, prophesied in the person of God the Father, could seem more fittingly or suitably to be ascribed as to the speaker? And of what condemnation is he not worthy who dares to counterfeit the truth concerning the Almighty, and wishes to discredit John and Paul, who neither were ignorant nor concealed it, but clearly and plainly declared to all the things concerning Him? And indeed every Scripture contains some thought concerning the
PG 39:661Read from the page
μονότητος, ἤγουν θεότητος, ἐξῃρημένον μὲν καὶ ἀσύντακτον παντελῶς τῶν ὅλων, συντεταγμένον δὲ καὶ σύμφωνον τῆς πρωτίστης, καὶ γενεσιουργοῦ, καὶ ἀσυγκρίτου φύσεως. Τί γὰρ οὐκ ἀεὶ τῶν ἀγαθῶν δι' αὐτοῦ, καὶ παρ' αὐτοῦ, ἔτι μὴν καὶ παρὰ τοῦ μονογενοῦς Υἱοῦ εὐδοκίᾳ τοῦ Θεοῦ Πατρός; Ὅταν οὖν λέγῃ ὁ μὲν Ὑμνολόγος · ‹ Τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ · › ὁ δὲ Παῦλος · ‹ Εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες · › ἐπιφέρῃ τε · ‹ Εἰς τί οὖν ἐβαπτίσθητε; › εἴ γε μὴ εἰς τὸ ἅγιον Πνεῦμα ἐβαπτίσθητε · ὁ δὲ μονογενὴς Θεός · ‹ Συμφέρει ὑμῖν, ἵνα ἐγὼ ἀπέλθω. Ἐὰν γὰρ μὴ ἐγὼ ἀπέλθω, ἐκεῖνος οὐκ ἔρχεται, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται · › καὶ, ‹ Ὑμεῖς δὲ λήψεσθε δύναμιν, τοῦ ἁγίου Πνεύματος ἐπελθόντος ἐφ' ὑμᾶς · › καὶ ὁ Θεὸς Πατὴρ ἐν τῷ Ἀγγαίῳ · ‹ Μεθ' ὑμῶν ἐγώ εἰμι, λέγει Κύριος παντοκράτωρ, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν · › τί φήσομεν αὐτοὺς φάσκειν, ἢ ὅτι θεϊκὴν φύσιν καὶ μέθεξιν αὐτοῦ, καὶ ἁγιασμὸν, καὶ δημιουργικὴν δύναμιν, καθαίρουσαν ἡμῶν, καὶ οἷον ἀπολαμπρύνουσαν τὴν ζωὴν, καὶ ἐν πᾶσιν ἀρωγοῦσαν, παραδιδόντες ταῦτ' ἐξεφώνησαν; Ὅταν δὲ καὶ πάλιν λέγῃ ὁ Θεὸς Πατήρ · ‹ Οὐαὶ, τέκνα! Βουλὴν ἐποιήσατε, οὐ δι' ἐμοῦ · καὶ συνθήκας, οὐ διὰ τοῦ Πνεύματός μου · › ἄρ' οὐχ ἀραρότως Ἀρειανῶν, καὶ Εὐνομιανῶν, καὶ Μακεδονιανῶν τὴν ἐπὶ τῇ αἱρέσει ἀθλιότητα καὶ ταλαιπωρίαν ἐπιμέμφεται; Πρὸς τούτοις φαίημεν ἂν, ὡς διὰ τοῦτο ἐγράφη · ‹ Ταῦτα εἶπεν Ἠσαΐας · › καὶ, ‹ Καθὰ Δαυῒδ λέγει · › ἵν' ὁ θεῖος θεσμὸς φαίνηται, διὰ ποίου ἁγίου κεκήρυκται. Περὶ δὲ τοῦ κατὰ τὸν Βαλαὰμ ἀγγέλου τοσοῦτον ἐροῦμεν; ὡς οὐκ ἔχει τὰ κατ' αὐτὸν τῶν περὶ τοῦ θείου Πνεύματος, ἢ τοῦ Υἱοῦ παρὰ Παύλου καὶ Ἰωάννου κυρίως πεφασμένων ἐοικότα λόγον. Ὁ γὰρ ἄγγελος ἀποσταλεὶς, ἅπερ ὁ Θεὸς ὑπέσχετο ἐπὶ μέλλοντι χρόνῳ δηλώσειν τῷ Βαλαὰμ, διήγγειλεν οὐκ αὐτὸς δὲ εἶναι ἐνοήθη ὁ Θεὸς, καθὰ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα ἐνοήθησαν εἶναι οἱ λελαληκότες τὰ ἐνταλθέντα τῷ Ἠσαΐᾳ παρὰ τοῦ καθεζομένου ἐπὶ τοῦ θεϊκοῦ θρόνου, καὶ ἐν φωτὶ ἀφάτῳ καὶ δόξῃ ἀνεικάστῳ ὑπάρχοντος. Κἀνταῦθα τοίνυν, ὡς τὰ ἡμῶν μὲν φαῦλα, τὰ δὲ αὑτῶν σεμνὰ, καὶ πλείονος σπουδῆς καὶ πίστεως ἄξια πειρῶνται δεικνύναι. Συμμίγίαν τινὰ καὶ συμφωνίαν τοῦ θείου πρὸς τὰ κτίσματα ἐργάζονται, καὶ συγκαταβάλλουσιν, ὡς οὐκ ἴσασι, ταῖς θεϊκαῖς ὑπολήψεσι τοῦ ἀεὶ ὡσαύτως
uniqueness, that is, Godhead, set apart and wholly unclassed with the universe, yet ranked together and in harmony with the foremost, creative, and incomparable nature. For what good thing does not always exist through Him and from Him, as well as from the only-begotten Son by the good pleasure of God the Father? When therefore the Psalmist says: "Do not take Your Holy Spirit from me"; and Paul: "Did you receive the Holy Spirit when you believed?" and adds: "Into what then were you baptized?" if indeed you were not baptized into the Holy Spirit; and the only-begotten God: "It is expedient for you that I go away. For if I do not go away, He will not come, the Spirit of truth, Who proceeds from the Father"; and, "You shall receive power when the Holy Spirit has come upon you"; and God the Father in Haggai: "I am with you, says the Lord Almighty, and My Spirit has stood in the midst of you"; what shall we say they are declaring, except that in handing down these things they proclaimed His divine nature and participation, and sanctification, and creative power, which purifies and, as it were, makes radiant our life, and helps in all things? And when again God the Father says: "Woe, children! You took counsel, not through Me; and made covenants, not through My Spirit"; does He not fittingly censure the wretchedness and misery of the Arians, Eunomians, and Macedonians in their heresy? In addition to these things we might say that for this reason it was written: "These things said Isaiah," and, "Even as David says," so that the divine oracle might appear through which saint it was proclaimed. And concerning the angel in the matter of Balaam, shall we say this much: that what concerns him does not have an account similar to what has been properly declared by Paul and John concerning the divine Spirit or the Son. For the angel, having been sent, reported the things which God had promised at a future time to make clear to Balaam, but he himself was not understood to be God, in the way that the Son and the Holy Spirit were understood to be those who spoke the things commanded to Isaiah by Him Who sits upon the divine throne and dwells in unutterable light and inconceivable glory. Here too, therefore, they try to show our views as mean, and their own as august and worthy of greater zeal and faith. They contrive a kind of mingling and concord of the divine with creatures, and bring down, without knowing it, the divine conceptions of Him Who is always the same
PG 39:664Read from the page
ἔχοντος πρὸς τὸν Θεὸν Πατέρα ἁγίου Πνεύματος, τάς τε αὐτοῦ τοῦ Θεοῦ Πατρὸς καὶ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, καὶ ὑποδηλοῦσιν τὸν Ἠσαΐαν, τάχα ἐπὶ τοῦ οὐρανίου καθεσθέντα θρόνου, καὶ προστάξαντα ἑαυτῷ · ‹ Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον, καὶ εἰπὲ αὐτῷ, › ἅπερ προσετάχθη εἰπεῖν. Ἡμεῖς μὲν οὖν ἄντικρυς θαυμάζομεν, εἰ μὴ ἤδη καὶ αὐτοὶ τῆς ἀτοπίας καὶ ἀσθενείας τῶν οἰκείων δοξασμάτων αἰσθάνονται, καὶ ὡς γελοῖοί εἰσι, τοιαῦτα περὶ τοῦ Θεοῦ διανοούμενοι, καὶ τὰ σαφῆ ὡς δυσδιαίτητα διαστρέφοντες. Καὶ οἰόμεθα μὴ σφάλλεσθαι οὕτως ἔχοντες, ὅτι τοῖς κατ' αὐτοὺς ὁ μακρόθυμος Θεὸς παριστῶν, ὡς οὐχ ὑπολείπεται αὐτοῖς οὔτ' ἀντιλογίας ὑπόθεσις, οὔτ' ἀπολογίας ἀφορμὴ, διὰ τοῦ Ἰεζεκιὴλ ἔφη · ‹ Εἰ Πατὴρ ἐγώ εἰμι, ποῦ ἐστιν ὁ φόβος μου; Καὶ εἰ Κύριος ἐγώ εἰμι, ποῦ ἐστιν ἡ δόξα μου; › Ἀλλὰ ταῦτα μὲν οὕτως · ἐφ' ὃ δὲ ἡμῖν ὁ λόγος ὥρμηται, μετιτέον. Ἴδωμεν δὲ, τί λέγει καὶ αὖθις ὁ Παῦλος, Φιλιππησίοις γράφων · ‹ Βλέπετε τὴν κατατομήν · ἡμεῖς γάρ ἐσμεν ἡ περιτομὴ, οἱ Πνεύματι Θεοῦ λατρεύοντες, καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ. › Θεὸς οὖν τὸ ἅγιον Πνεῦμα, πᾶσαν ἀναπεμπομένην θυσίαν σὺν τῷ Πατρὶ καὶ τῷ Υἱῷ δεχόμενον · εὔδηλον γὰρ, ὡς ἡ λατρεία τῷ Θεῷ μόνῳ ὀφείλεται. Ἀλλ' οἱ αἱρετικοὶ κόρακες βλέπετε πῶς τοῖς θείοις λυμήνασθαι ἐπεχείρησαν ῥητοῖς, δι' ἑνὸς στοιχείου ὑπαλλαγῆς · τινὲς γὰρ αὐτῶν ἐποίησαν, ‹ Οἱ Πνεύματι Θεῷ λατρεύοντες, › ἵνα μὴ δείκνυται ἡ λατρεία τῷ Πνεύματι τοῦ Θεοῦ, ἀλλ' ἐν πνεύματι τῷ Θεῷ καὶ Πατρὶ μόνῳ προσαγομένη. Ὥσπερ καὶ ἐν τῇ πρὸς Κορινθίους τοῦ Παύλου γεγραφότος · ‹ Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν · ὁ ἐγείρας Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ ὑμῶν σώματα, διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν · › ἐκεῖνοι ἐναλλάξαντες ἐποίησαν · Διὰ τὸ ἐνοικοῦν αὐτοῦ Πνεῦμα ἐν ὑμῖν · ἵνα μὴ ζωοποιὸν καὶ δημιουργὸν δείκνυται. Καὶ Ῥωμαίοις γράψαντος αὐτοῦ · ‹ Ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης · › ἐκεῖνοι ἐποίησαν, θεότης · ἔστιν δὲ τὸ αὐτό · ἀλλ' ὅμως διὰ τὸ στενοῦσθαι τὰς περὶ τοῦ μεγαλωνύμου Πνεύματος
and unchanging Spirit toward God the Father, and those of God the Father Himself and of His only-begotten Son, and they insinuate that Isaiah, perhaps seated upon the heavenly throne, commanded himself, "Go to this people, and say to them," the things which he was commanded to say. We indeed outright marvel if they do not already themselves perceive the absurdity and weakness of their own opinions, and how ridiculous they are in thinking such things about God and twisting clear things as though hard to settle. And we think we are not mistaken in holding thus, that long-suffering God, showing those of their party that no pretext for contradiction nor occasion for defence is left to them, said through Ezekiel: "If I am a Father, where is My fear? And if I am Lord, where is My glory?" But let these things stand thus; let us pass on to that toward which our argument has set out. Let us see what Paul says again, writing to the Philippians: "Beware of the mutilation; for we are the circumcision, who worship by the Spirit of God, and glory in Christ Jesus." God therefore is the Holy Spirit, receiving every sacrifice offered up together with the Father and the Son; for it is clear that worship is owed to God alone. But see how the heretical ravens attempted to corrupt the divine sayings through the change of a single letter; for some of them made it, "Who worship God in spirit," so that worship might not be shown as offered to the Spirit of God, but in spirit to God and the Father alone. Just as also when Paul wrote to the Corinthians: "But if the Spirit of Him Who raised Jesus Christ from the dead dwells in you, He Who raised Christ Jesus from the dead will also give life to your mortal bodies through His Spirit dwelling in you," they altered it and made it: "On account of His Spirit dwelling in you," so that He might not be shown as life-giving and Creator. And when he wrote to the Romans: "Both His eternal power and divinity," they made it "deity" — though it is the same thing — yet nevertheless because the proofs concerning the Spirit of great name are narrowed