στέρων καὶ τοὺς ὁμόφρονας ἡμῖν ἀναμνήσοντες, ὧν ἀπὸ τῶν Γραφῶν ἀκηκόασιν· τοὺς δ' ἄλλους πείσοντες, τῷ γε ἐφ' ἡμῖν, μὴ οὕτω γνώμης, ἢ πίστεως, ὡς ἔχουσιν, τοῦ λοιποῦ ἔχειν. Οἱ γὰρ ἀξιούμενοι ἔχειν κατοικοῦν ἐν αὐτοῖς τὸ πληροῦν τὰ πάντα ἐνυπόστατον Πνεῦμα τοῦ Θεοῦ, οὔτε κατὰ ὁμωνυμίαν ἢ συνωνυμίαν, οὔτε κατὰ ἀλληγορίαν, οὔτε κατὰ μεταφορὰν, ναὸς αὐτοῦ ὠνομάσμεθα, ἀλλὰ κυρίως καὶ κατὰ ἀλήθειαν. Ὅθεν ὁ Ἀπόστολος, οὐ τῷ ἐν Ἱεροσολύμοις ναῷ καὶ ἐκείνοις, οἷς εἰκόνι ἐχρήσαντο αἱρετικοὶ, ἀλλὰ γὰρ πιστοῖς, Θεὸν σαφῶς τὸ ἅγιον Πνεῦμα εἶναι δεικνὺς, ἔφη· « Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; » Καὶ πρὸς Ἑβραίους· « Μέτοχοι Πνεύματος ἁγίου ἐσμέν. » Εἰ γὰρ ναὸς τοῦ ἁγίου Πνεύματος, οὐχ ὡς Θεοῦ, ἀλλὰ παρὰ τὸ ἐννεῖν καὶ ἐνοικεῖν ἐσμεν, οὐδὲ τοῦ Θεοῦ ναὸς κληθέντες, ὡς Θεοῦ προσηγορεύθημεν. Καὶ ὁ Θεὸς δὲ Πατὴρ, δεσποτικῶς ἡμᾶς κεκτημένος, οἰκεῖ ἐν ἡμῖν (ναὸς γὰρ Θεῷ μόνῳ ἁρμόζει), καὶ παραπλησίως αὐτοῦ, ὅ τε μονογενὴς αὐτοῦ Υἱὸς, τό τε ἐν αὐτοῦ ἅγιον Πνεῦμα. Καὶ ὃν τρόπον ὁ Θεὸς καὶ Πατὴρ, κἂν μὴ γέγραπται, ὅτι ἐξηγοράσατο ἡμᾶς τῷ ἰδίῳ αἵματι, Δεσπότης ἡμῶν ἐστιν· οὕτω καὶ τὸ Πνεῦμα αὐτοῦ τὸ ἅγιον. Τούτοις γὰρ τοῖς πρὸς περιγραφὴν τῆς θεότητος τοῦ ἁγίου Πνεύματος λεγομένοις ἀκολουθεῖ τὸ παραπλησίως καὶ ἐπὶ τοῦ Θεοῦ Πατρὸς ἐκλαμβάνεσθαι. Τίς οὖν ἂν πείθοιτο δικαιότερον Παύλῳ καὶ τοῖς ἄλλοις ἁγίοις, ἢ Μακεδονίῳ καὶ τῷ πλαστῶς μετανοήσαντι Ἀρείῳ; Εἰ μὲν γάρ ἐστιν αὐτοῖς τῶν ἁγίων λόγος, πῶς [109 a] ἔλαθον τάξαντες ἑαυτοὺς ἐν τοῖς ἀντιταττομένοις, καὶ οὐ ταυτὰ ἐκείνοις λέγειν καὶ φρονεῖν ἀξιοῦσιν; Εἰ δὲ ἄλλως μὲν ἐκείνοις, ἄλλως δὲ τούτοις δοκεῖ (τοῦτο γὰρ ἀναμφίλεκτον ἀφ' ὧν δέδεικται. Οὐ γὰρ τοίχοις καὶ θρέμμασιν καταφρονητικῶς καὶ χλευαστικῶς, ὡς οἱ ὑβρισταὶ οὗτοι, παραβάλλοντες, ἢ ἓν καὶ ταυτὸν τούτοις εἶναι δοκιμάζοντες τὸν λογικὸν ναὸν, τὸν κατ' εἰκόνα τοῦ Θεοῦ, τὸ ἔργον τῶν χειρῶν αὐτοῦ, καὶ τῶν ἐπὶ γῆς τὸ κάλλιστον, ἔχρησαν τὰ ἐκκείμενα λόγια), οὐ Χριστιανῶν μὲν, οὐδὲ ἄλλως σοφῶν ἐστι τοῦτο· οὐδὲ ἀληθεύειν τοιαῦτα αὐτοὺς διδάσκοντας ἄν τις τὴν ἀρχὴν νομίσοι. Οὕτως δὲ ἔχειν γνώμης αὐτοὺς ὡς ἀληθῶς μαθὼν, πῶς οὐκ οἰήσεται πλέον σωφρονεῖν, ἂν τὰ μὲν αἱρετικῶν φεύγῃ, πείθοιτο δὲ οἷς πολλῷ ἄμεινον, φημὶ τοῖς ἁγίοις, ἢ, τό γε ἀληθέστερον, τοῖς αὐτοῦ τοῦ Θεοῦ; Οὐ γὰρ ἄν τις, κἂν Γραφῶν παντοίως ἄπειρος ᾖ, ἀπὸ τῆς αὐτῶν γνώμης μόνον ταῦτα εἰρηκέναι τοὺς ἀρίστους πάντας καὶ κλεινοὺς ἐκείνους ἄνδρας φήσειεν, ἀλλ' οὐχὶ διὰ τῆς
and those like-minded with us of what they have heard from the Scriptures, and to persuade the others, so far as lies in us, not to be of such a mind or faith as they now are for the future. For we who have been deemed worthy to have the all-filling, subsistent Spirit of God dwelling in us have been named His temple not by homonymy or synonymy, nor by allegory, nor by metaphor, but properly and in truth. Wherefore the Apostle, showing clearly that the Holy Spirit is God, not to the temple in Jerusalem and those things which the heretics used as an image, but to the faithful, said: "Do you not know that you are the temple of God, and that the Spirit of God dwells in you?" And to the Hebrews: "We are partakers of the Holy Spirit." For if we are the temple of the Holy Spirit not as of God, but because of His inhabiting and dwelling in [us], then neither when called the temple of God were we addressed as of God. And God the Father, who possesses us as Master, dwells in us (for a temple befits God alone), and likewise His Only-begotten Son and His one Holy Spirit. And in the manner that God the Father, even though it is not written that He ransomed us with His own blood, is our Master, so too is His Holy Spirit. For from these things said to describe the Godhead of the Holy Spirit it follows that they are likewise understood of God the Father. Who then would more justly believe Paul and the other saints, or Macedonius and Arius who feignedly repented? For if they have regard for the saints, how did they unwittingly range themselves among those who oppose them, and do not think fit to say and think the same things as they? But if those think one way and these another (for this is indisputable from what has been shown; for not by contemptuously and mockingly comparing, as these insolent men do, to walls and cattle, or judging to be one and the same with them the rational temple, which is according to the image of God, the work of His hands, and the fairest of things upon earth, did they use the sayings set forth), this is neither the part of Christians nor otherwise of wise men, nor would anyone at all suppose that they speak the truth when teaching such things. And having learned that they are truly of this mind, how will one not think he is more sober-minded if he flees the things of the heretics and believes those whom it is far better [to believe], I mean the saints, or, to speak more truly, the words of God Himself? For no one, even if he be altogether unversed in the Scriptures, would say that all those most excellent and renowned men spoke these things from their own judgement alone, and not rather through