Migne Reading Room

PG 39 · cols. 617–628 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:617Read from the page
οὑτωσὶ πράως καὶ μετρίως σκοπήσωμεν. Ἐγώ τε γὰρ ἀναφανῶ ἀκριβῶς, καὶ οὐχ ἁπλῶς ἐξ ἀμφιδόξων ἀποδείξεων, ἀλλ' ὁμολογουμένων, διδάξω τε ῥᾳδίως, καὶ ὑμεῖς μαθήσεσθε. Παῦλος, ὁ τὸν δὴ λεγόμενον πυρὸς θερμότερον τὸν περὶ τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μακάριστον ζῆλον ἔχων, γράφει Χριστὸν διάκονον γεγενῆσθαι. Καὶ αὐτὸς περὶ ἑαυτοῦ ὁ εὐεργέτης οὗτος ἐπιφανῶς ἔφη· « Ἐντολὴν ἔλαβον, τί εἴπω, καὶ τί λαλήσω· » καὶ, « Οὐδὲν ἀπ' ἐμαυτοῦ ποιῶ. » Καὶ ἑτέρωθι εἴρηται· « Ὁ νόμος διὰ Μωϋσέως ἐδόθη· ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. » Καὶ ὅμως πιστῶς καὶ θεοπρεπῶς ταῦθ' οὕτως γεγράφθαι, διὰ τὸ ἓν θέλημα τῆς ἁγίας Τριάδος, καὶ διὰ τὸ εἰς τὸν Πατέρα πάντα ἀνάγεσθαι, νοοῦμεν. Ὡς τοίνυν οὐδεμία ἐπινοεῖται παραλλαγὴ θεότητος ἐπὶ τοῦ Υἱοῦ (οὔτε γὰρ διακονεῖ, ὡς ἀλλοῖος τῇ φύσει ἀλλοίῳ· οὔθ' ὑφέσει δυνάμεως, ἀλλ' ὡς Υἱὸς Λόγος γνησίῳ Πατρί· οὔτ' ἐντολὴν λαμβάνει, ὡς ἀγνοῶν τὸ δέον καὶ τὸ πατρικὸν βούλημα, ἀλλ' ὡς προείρηται), οὕτω καὶ [100 a] τὸ θεϊκὸν Πνεῦμα. Καὶ ᾧ τρόπῳ τὰ τοῦ Θεοῦ Λόγου ἀναφέρεται εἰς τὸν Θεὸν Πατέρα, τούτῳ, καὶ οὐχ ἄλλῳ, τὰ τοῦ ἁγίου Πνεύματος. Ὥστε οἷς ἂν ἐπῆραν τὸ φρόνημα αὑτῶν αἱρετικοὶ, τούτοις ἂν καθ' ἑαυτῶν τὴν ἐπ' ἀλαζονείᾳ καὶ κακοδοξίᾳ διαβολὴν ἐκίνησαν. Οὐκ ἔστη αὐτοῖς ἄχρι τούτων τὰ τῆς ἀσεβοῦς καὶ ἀπροσήκου διαβολῆς. Θολοῦν γὰρ πειρώμενοι τὴν περὶ τῆς θεότητος τοῦ ἁγίου Πνεύματος ἄχραντον δόξαν, ὡς οὐδενὸς αὐτοῖς ἀγαθοῦ ὑπάρχοντος παρ' αὐτοῦ, ἅμα δὲ καὶ ἡμᾶς εἰς ἔγκλημα βαλεῖν, αὐτοὶ οὗτοι οἱ χρησάμενοι διδασκάλοις ἀνθρώπων τισὶν, οὐχ ὀκνοῦσι νεαλογεῖν καὶ τόδε αὐτολεξεὶ, ὅτι λαμβάνοντες ἡμεῖς εἰς θεϊκὴν ἀξίαν τὸ διαγορεῦον γραφίον, « Τὸ Πνεῦμα ὅπου θέλει πνεῖ, » εἰς ἀνθρωπείαν φύσιν κατάγομεν αὐτό· ἐπειδὴ μεθ' ἕτερα ἔχει· « Οὕτως ἔσται πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος. » Αὐτοὶ δὲ, φησὶν, οὔτε εἰς θεϊκὴν ἀξίαν ἀνάγουσι τὸ Πνεῦμα, οὔτε εἰς τὴν τῶν λοιπῶν φύσιν καθέλκουσιν· τὴν γὰρ μέσην τάξιν ἐπέχει, μήτε Θεὸς ὢν, μήτε ἕν τι τῶν λοιπῶν. Καὶ τίς αὐτοὺς τῷ ὄντι τῆς τοσαύτης τόλμης οὐ γράψεται; Δεῦρο οὖν προσέχετε τὸν νοῦν· δι' ὀλίγων γὰρ φράσω. Μάλιστα μὲν οὐκ εἶπεν· Οὕτως ἐστὶν ὁ ἄνθρωπος, ὁ ἁπλῶς ἄνθρωπος· ἀλλ', « Οὕτως ἔσται πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος· » ἀντὶ τοῦ, ὁ καταξιωθεὶς ἀναγεννηθῆναι ἐν τῇ θείᾳ κολυμβήθρᾳ, καὶ γενέσθαι (ὡς
let us examine gently and moderately in this way. For I both shall show clearly, and not merely from ambiguous demonstrations, but from agreed ones, and I shall teach easily, and you will learn. Paul, who had the blessed zeal—warmer than fire, as the saying is—concerning our great God and Saviour Jesus Christ, writes that Christ became a minister. And this Benefactor Himself plainly said concerning Himself: "I received a commandment, what I should say and what I should speak"; and, "I do nothing of Myself." And elsewhere it has been said: "The law was given through Moses; grace and truth came through Jesus Christ." And yet we understand that these things were written thus faithfully and in a manner befitting God, because of the one will of the Holy Trinity, and because all things are referred to the Father. As therefore no variation of deity is conceived in the case of the Son (for neither does He minister as one alien in nature to an alien, nor by inferiority of power, but as Son the Word to a genuine Father; nor does He receive a commandment as being ignorant of what is needful and of the Father's will, but as has been said before), so also [100 a] the divine Spirit. And in the manner in which the things of God the Word are referred to God the Father, in this, and in no other, [are] the things of the Holy Spirit. So that by the very things by which the heretics lifted up their pride, by these they have stirred up against themselves the accusation for arrogance and heterodoxy. Their impious and unseemly slander did not stop at these things. For, trying to muddle the undefiled glory concerning the deity of the Holy Spirit, as though no good comes to them from Him, and at the same time to cast us into accusation, these very people who have used certain human beings as teachers do not hesitate to innovate even this verbatim: that we, taking to divine dignity the Scripture which declares, "The Spirit breathes where He wills," bring Him down to human nature; since after other things it has: "So shall be everyone who has been born of the Spirit." But they themselves, he says, neither bring the Spirit up to divine dignity, nor drag Him down to the nature of the rest; for He holds the middle rank, being neither God nor any one of the rest. And who in truth will not indict them for such audacity? Come then, pay attention; for I will speak in a few words. First of all, he did not say: So is man, simply man; but, "So shall be everyone who has been born of the Spirit"—instead of, he who has been deemed worthy to be regenerated in the divine font, and to become (as
Notes, col. 617

On the reading

Printed οὐχ ὀκνοῦσι, for οὐκ ὀκνοῦσι.

PG 39:620Read from the page
Καθολικοῖς ἐκπέφανται χαράγμασιν) θείας κοινωνὸς φύσεως. Καὶ παραπλήσιά ἐστι ταῦτα τῷ, « Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν· » καὶ τῷ, « Ἵνα γένησθε κατ' εἰκόνα τοῦ κτίσαντος ἡμᾶς. » Καὶ ὡς οὐ καθέλκεται ὁ ὕψιστος Πατὴρ, καὶ ὁ Υἱὸς αὐτοῦ, ἐκ τῶνδε τῶν ἁγίων καὶ ὑπὲρ ἡμᾶς φωνῶν εἰς ἀνθρωπείαν φύσιν· [100 b] οὕτως οὐδὲ τὸ ἅγιον Πνεῦμα, ἐκ τῶν προλεχθέντων ῥητῶν, καὶ τῶν περὶ ἡμᾶς αὐτοῦ φιλανθρωπευμάτων. Ἔπειτα δοκεῖ αὐτοῖς, τό γε ἔτι χεῖρον, μήτε Θεὸν εἶναι τὸ ἅγιον Πνεῦμα, μήτε ἕν τι τῶν λοιπῶν. Ὑπολείπεται τὸ ἀνύπαρκτον αὐτὸ νοεῖν. Καὶ ἄλλως· Εἰ μὴ ἔστιν, ὡς φάσκουσι, Θεὸς, τῷ κοινῷ λόγῳ τῶν κτισμάτων ὑπάγεται. Οὐδὲν δὲ τοιοῦτον τεκμήριον ἐν Γραφαῖς εὑρίσκεται, οὐδὲ μέσης φύσεως εἶναι κεχρησμῴδηται· πᾶν δὲ τοὐναντίον, ὅτι Πνεῦμα τοῦ Θεοῦ, καὶ ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, καὶ Πνεῦμα θεῖον. Λείπεται τὸ Θεὸν εἶναι, ἀπό τε τῶν Πέτρου καὶ Παύλου φωνῶν, ἀπό τε πάσης ἐννοίας τῶν Γραφῶν καὶ τῆς « ἐκπορεύεται » λέξεως. Ἀόριστος γὰρ οὖσα, τὸ ἀΐδιον καὶ ἀχώριστον τῆς φύσεως αὐτοῦ τῆς πρὸς ἐκεῖνον, ἐξ οὗ ἀῤῥήτως προέρχεται, θειότατα ἐνδείκνυται. Καὶ μὴν δὴ καὶ τοῦτο· Εἰ μηδὲν τῶν ἄλλων ὑπάρχει, ὥσπερ οὖν τοῦτο αὐτῶν ἀληθὲς, Θεός ἐστιν. Πρὸς τούτοις· Εἰ οὐδὲν κτιστὸν ἐν μιᾷ ὑποστάσει εὑρίσκεται, ὡς ἐν τῷ πρώτῳ ἀπεδείχθη βιβλίῳ, τὸ δὲ ἅγιον Πνεῦμα ἓν καὶ μόνον τῆς ἑνάδος, ἤτοι μονάδος, οὐσίας ἐστίν· ὡς ἂν τοίνυν φενακίζοντες ἐξ αὐτῶν, ὧν ἔγραψαν, νοηθεῖεν, κἂν δοκοῦσιν εἶναι δεινοὶ εἰπεῖν, ὃ βούλοιντο, καὶ μηδὲ ἓν αὐτοῖς τῆς καθ' ἡμῶν ὀφρύος ἐκπορισθείη· καυχήματα γὰρ ἀνθρώπινα ταχὺ ἐξελέγχεται. Σοφὸς περὶ ἑκάστου αὐτῶν ὧδε διείληφεν ἀνήρ· « Μὴ πολλὰ σοφίζου, ἵνα μὴ ἐκπλαγῇς. » Καὶ ὁ Στέφανος δὲ ἐν ταῖς Πράξεσιν ὡδί πως ὀνειδίζει αὐτοῖς· « Σκληροτράχηλοι, καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσὶν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε· ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς. » Πατέρας δὲ αὐτῶν ἔφη Ἄρειον, [101 a] Μακεδόνιον, τὴν ὀλέθριον δυάδα. Ἔρχομαι οὖν ἐφ' ἕτερον κεφάλαιον.
has been manifested in the Catholic writings) a partaker of the divine nature. And these things are similar to, "Let Us make man according to Our image and likeness"; and to, "That you may become according to the image of Him Who created us." And just as the Most High Father and His Son are not dragged down from these holy utterances that are above us to human nature, [100 b] so neither is the Holy Spirit from the aforementioned sayings and His acts of loving-kindness towards us. Next, it seems to them—what is even worse—that the Holy Spirit is neither God nor any one of the rest. It remains to conceive Him as non-existent. And otherwise: if He is not, as they assert, God, He is brought under the common principle of creatures. Yet no such proof is found in the Scriptures, nor has it been oracularly declared that He is of a middle nature; but altogether the opposite: that [He is] the Spirit of God, and He Who proceeds from the Father, and the divine Spirit. It remains that He is God, both from the utterances of Peter and Paul, and from the entire sense of the Scriptures and the word "proceeds." For since it is indefinite, it most divinely indicates the eternity and inseparability of His nature towards Him from Whom He ineffably goes forth. And indeed this too: if He is none of the other things, just as this [statement] of theirs is true, He is God. In addition to this: if nothing created is found in one hypostasis, as was demonstrated in the first book, while the Holy Spirit is one and alone of the unity, or monad, of essence; therefore they would be understood as deceiving from the very things which they wrote, even if they seem to be clever at saying whatever they wish, and not one thing of their arrogance against us would be provided to them; for human boasts are quickly refuted. A wise man has thus determined concerning each of them: "Be not over-wise, lest you be confounded." And Stephen also in the Acts reproaches them somewhat thus: "Stiff-necked and uncircumcised in heart and ears, you always resist the Holy Spirit; as your fathers, so you also." And he called their fathers Arius, [101 a] Macedonius, the destructive dyad. I come therefore to another chapter.
PG 39:621Read from the page
Βʹ. Ὅτι ἔθετο τοὺς προφήτας καὶ ἀποστόλους ποιμαίνειν· τὴν λογικὴν ποίμνην, καὶ ἐπιμελεῖσθαι αὐτῆς· καὶ αὐθεντικῶς ἀπέστειλεν, καὶ ἐποίησεν, ὡς ἠβουλήθη, φθέγξασθαι αὐτοὺς καθ' ὁμοιότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ἅτε Πνεῦμα τοῦ Θεοῦ, δι' ἐκπορεύσεως, οὐ διὰ ποιήσεως ὑπάρχον, καὶ ἅτε Πνεῦμα ἄνοθον σοφίας καὶ συνέσεως, συνδεσπόζον τῷ πάντων ἡγουμένῳ Πατρὶ, καὶ Υἱῷ. Κτίσματος δὲ φύσις, οὐ ταύτης τῆς τάξεως. Εἶναι δὲ ἀληθῆ ταῦτα, πείθουσιν Μωϋσέως τε βίβλοι, λέγουσαι· « Τίς δώσει πάντα τὸν λαὸν προφήτας, ἐν τῷ δοῦναι Κύριον τὸ Πνεῦμα αὐτοῦ ἐπ' αὐτούς; » αἵ τε ἀποστολικαὶ Πράξεις, τοιαῦτα ἄττα διαλεγόμεναι· « Ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός· ἐκάθισέν τε ἐφ' ἕνα ἕκαστον αὐτῶν· καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς· » καὶ πάλιν ἀπὸ τοῦ θεσπεσίου Παύλου· « Καλῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησεν πρὸς τοὺς πατέρας ὑμῶν διὰ τοῦ προφήτου. » Αὖθίς τε αὖ, μεταπεμψάμενος ἐν Μιλήτῳ τοὺς Ἐφέσου πρεσβυτέρους, φησίν· « Προσέχετε ἑαυτοῖς, καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Κυρίου, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος· » καὶ πάλιν· « Διῆλθον δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ· ἐλθόντες δὲ κατὰ τὴν Μυσίαν, ἐπείραζον εἰς τὴν Βηθυνίαν πορευθῆναι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα Ἰησοῦ. » Ὡς πάντα προγιγνώσκων, καὶ αὐτεξούσιος Θεὸς, [101 b] ὅπου μὲν λαλῆσαι, ὅπου δὲ πορευθῆναι αὐτοὺς οὐκ ἀφῆκεν, διὰ τὸ συμφέρον· ἴσον ποιῶν τῷ Υἱῷ, εἰπόντι· « Μὴ βαστάζετε πήραν, ἢ ῥάβδον, ἢ ὑποδήματα· » καὶ αὖθις οἱ ἀπόστολοι καὶ οἱ πρεσβυτέροι φασιν· « Ἔδοξεν γὰρ τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν, μηδὲν πλέον ἐπι-
II. That He appointed the prophets and apostles to shepherd the rational flock and to care for it; and He sent them with authority, and caused them to speak as He willed, after the likeness of the Father and of the Son, inasmuch as He is the Spirit of God, existing by procession, not by making, and inasmuch as He is the genuine Spirit of wisdom and understanding, ruling together with the Father, Who leads all things, and with the Son. But the nature of a creature is not of this rank. And that these things are true, both the books of Moses persuade us, saying: "Who will make all the people prophets, when the Lord gives His Spirit upon them?" and the apostolic Acts, discoursing somewhat thus: "There appeared to them divided tongues as of fire; and it sat upon each one of them; and they were all filled with the Holy Spirit, and began to speak with other tongues, as the Spirit gave them to utter"; and again from the divine Paul: "Well did the Holy Spirit speak to your fathers through the prophet." And again, having sent for the elders of Ephesus at Miletus, he says: "Take heed to yourselves, and to all the flock, in which the Holy Spirit has appointed you bishops, to shepherd the Church of the Lord, which He acquired through His own blood"; and again: "And they passed through Phrygia and the Galatian region, having been forbidden by the Holy Spirit to speak the word in Asia; and having come to Mysia, they attempted to go into Bithynia, and the Spirit of Jesus did not permit them." As foreknowing all things, and self-determining God, [101 b] in one place He did not permit them to speak, and in another to go, for the sake of what is expedient; doing the same as the Son, Who said: "Carry neither wallet, nor staff, nor sandals"; and again the apostles and the elders say: "For it seemed good to the Holy Spirit and to us, to lay no further
Notes, col. 621

On the reading

Printed Βηθυνίαν, for Βιθυνίαν.

PG 39:624Read from the page
θέσθαι ὑμῖν βάρος, πλὴν τούτων, ὧν ἐπάναγκες ἀπέχεσθαι ὑμᾶς ἀπὸ εἰδωλοθύτων, καὶ αἵματος, καὶ πνικτοῦ, καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτούς, εὖ πράξετε. » Τὸ δόξαν τῷ ὑπεξουσίῳ, καὶ μὴ κυρίῳ, οὐδεὶς προσίεται· πᾶν δὲ ὅ τι ἂν δόξῃ βασιλεῖ καὶ τοῖς ὑπ' αὐτοῦ προχειρισθεῖσιν, τοῦτο νόμος. τοῖς μὲν ὑπηκόοις ἔπαινον, τοῖς δ' ἀπειθοῦσι κίνδυνον φέρων. « Ἡ » γὰρ « παρακοὴ, » φησὶν, « θάνατον κατεργάζεται· ἡ δὲ ὑπακοὴ, ζωὴν αἰώνιον· »
to lay upon you a burden, except these things, from which it is necessary that you abstain, from things offered to idols, and blood, and things strangled, and fornication; keeping yourselves from which, you will do well." What seems good to one under authority, and not to a lord, no one accepts; but whatever seems good to a king and to those appointed by him, this is law, bringing praise to the obedient, and danger to the disobedient. "For disobedience," he says, "worketh death; but obedience, eternal life;"
Κρείσσων γὰρ βασιλεὺς, ὅτε χώσεται ἀνδρὶ χέρηϊ.
For mightier is a king when he is wroth with a lesser man.
Καθὰ τοίνυν εἴωθεν βασιλεὺς μὲν τὰς ἑαυτοῦ νομοθεσίας τοῖς ἔγγιστα μεγάλοις ἄρχουσι καταπέμπειν, οἷς τὰς ἡνίας τῶν ἀρχομένων δέδωκεν· ἐκείνους δὲ, πάντων εἰς γνῶσιν φέρειν τυποῦντας, ὑποκύπτειν τοῖς παρὰ βασιλέως θεσπισθεῖσιν, καὶ ἀπειλοῦντας τοῖς παραβαίνουσιν κίνδυνον· οὕτω καὶ οἱ ἀπόστολοι, οὓς ἔθετο πρώτους ὁ Θεὸς, τὸ αὐτεξούσιον τοῦ Πνεύματος, καὶ τὸ πρὸς τὸν Πατέρα ὁμοούσιον εἰδότες, ἐπέστελλον· Ἔδοξεν, φησὶν, τάδε καὶ τάδε τῷ ἁγίῳ Πνεύματι ὡς βασιλεῖ, καὶ ἐξουσιαστῇ, καὶ κηδεμόνι τοῦ γένους· καὶ ἡμῖν δὲ, ὡς προεστηκέναι ἀφορισθεῖσιν τῆς πίστεως καὶ τῶν Ἐκκλησιῶν. « Ἐξ ὧν διατηροῦντες ἑαυτοὺς, εὖ πράξετε· » παρατρώσαντες δὲ, φησὶν, τὸ ἐναντίον πείσεσθε. Ἐμέμνηντο γὰρ τοῦ Σωτῆρος αὐτοῖς εἰρηκότος ἐν τῷ κατὰ Μάρκον Εὐαγγελίῳ· « Οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον. » Καὶ ὥστε μήτινα ὑπολαβεῖν μικρὸν εἶναι, ὃ μέτιμεν νῦν κεφάλαιον, πιστεύειν δὲ τὴν αὐτὴν εἶναι τῇ ἁγίᾳ Τριάδι θέλησιν, πρόσταξίν τε, ἐνέργειάν τε, οἷς ἕπεται τὸ καὶ τὴν αὐτὴν εἶναι αὐτῇ θεότητα· Παῦλος ὁ πρῶτον γενόμενος νομομαθὴς καὶ διώκτης, καὶ ὕστερον αὐτῆς τῆς ἀφθέγκτου οἰκονομίας ἀναδειχθεὶς μυσταγωγὸς, συνᾴδοντα περὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ διαγορεύει,
Just as, then, a king is accustomed to send down his own enactments to the great governors nearest him, to whom he has given the reins of those who are ruled; and they, formulating them to bring them to the knowledge of all, bid them submit to the decrees of the king and threaten danger to transgressors: so too the apostles, whom God set first, knowing the sovereign freedom of the Spirit and His consubstantiality with the Father, wrote thus: It seemed good, he says, that such and such things [be decreed] by the Holy Spirit as king and ruler and guardian of our race, and by us also, as having been set apart to preside over the faith and the Churches. "Keeping yourselves from which, you will do well;" but if you wound [i.e. violate] them, he says, you will suffer the opposite. For they remembered that the Saviour had said to them in the Gospel according to Mark: "For it is not you who speak, but the Holy Spirit." (Mark 13:11) And so that no one may suppose that the topic we are now pursuing is small, but may believe that the Holy Trinity has the same will, and command, and operation, from which it follows that It also has the same Godhead: Paul, who was at first a student of the law and a persecutor, and afterwards was shown forth as a mystagogue of that ineffable dispensation itself, proclaims things in harmony concerning the Father and the Son,
PG 39:625Read from the page
Γράψας Κορινθίοις μὲν τὸ πρῶτον· « Ἀλλ' οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους· » καὶ ἀλλαχοῦ· « Λέγω δὲ οὐχ ἐγὼ, ἀλλ' ὁ Κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι· » Γαλάταις δέ· « Ὅτε εὐδόκησεν ὁ Θεὸς, ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν· » καὶ ἑτέρωθι· « Καθὼς καὶ δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ πιστευθῆναι τὸ Εὐαγγέλιον, οὕτως λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν » Οὐδὲν δὲ ἧττον καὶ ὁ Σωτὴρ τοῖς μαθηταῖς εἰπεῖν ἠξίωσεν· « Ἐγὼ ὑμᾶς ἐξελεξάμην. »
writing to the Corinthians first: "And some indeed God hath set in the Church, first apostles, secondly prophets, thirdly teachers;" (1 Cor. 12:28) and elsewhere: "But I say, not the Lord, that a wife be not separated from her husband;" (1 Cor. 7:10) and to the Galatians: "When it pleased God, who separated me from my mother's womb, to reveal His Son in me, that I might preach Him among the Gentiles;" (Gal. 1:15-16) and in another place: "Even as we have been approved by God to be entrusted with the Gospel, so we speak, not as pleasing men, but God who trieth our hearts." (1 Thess. 2:4) And no less did the Saviour also deign to say to the disciples: "I have chosen you." (John 15:16)
Γʹ. Ὅτι νομοθετεῖ καὶ προστάττει ἀποφαντικῶς ἑκάστοις τῶν ἔργων τὸ πρόσφορον, ὡς βασιλεὺς ἥμερον καὶ νόμιμον ἀνημμένος ἡγεμονίαν, καὶ εἰρήνην ἄπειρον τῷ σύμπαντι οὐρανῷ τε καὶ κόσμῳ βραβεύων, καὶ τὸ ἡγεμονικὸν μετὰ τοῦ κηδεμονικοῦ ἁρμοσάμενος. Μόνης δὲ τῆς τῶν ὅλων βασιλίδος φύσεως, τὸ θεσμοθετεῖν καὶ κρίνειν· ποιήματος δὲ, τὸ ὑπὸ νόμον καὶ κρίσιν τελεῖν. Διωρίσατο γὰρ Παῦλος μὲν τὸ σκεῦος τῆς ἐκλογῆς, ὡς ἔφαμεν ἤδη, γράψας· « Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου· » αἱ δὲ ἀποστολικαὶ Πράξεις, ἔχουσαι ὧδε· « Τοῦ Πέτρου διανοουμένου περὶ τοῦ ῥήματος, εἶπεν αὐτῷ τὸ Πνεῦμα· Ἰδοὺ ἄνδρες τρεῖς ζητοῦσίν σε. Ἀλλὰ ἀναστὰς κατάβηθι, καὶ πορεύου σὺν αὐτοῖς, μηδὲν διακρινόμενος· ὅτι ἐγὼ ἀπέσταλκα αὐτούς· » καὶ πάλιν· « Εἶπεν τὸ Πνεῦμα τῷ Φιλίππῳ· Πρόσελθε, καὶ κολλήθητι τῷ ἅρματι τούτῳ· » καὶ αὖθις ἀπὸ Ἀγάβου προφήτου· « Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Τὸν ἄνδρα, οὗ ἐστὶν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν· » καὶ Παῦλος· « Ἰδοὺ νῦν ἐγὼ δεδεμένος τῷ Πνεύματι πορεύομαι· » ὅπερ παραπλήσιον τυγχάνει
Chapter III. That [the Holy Spirit] legislates and commands declaratively what is fitting for each of the works, as a king invested with a gentle and lawful sovereignty, and awarding boundless peace to the whole heaven and world, and harmonizing authority with provident care. Now it belongs solely to the sovereign nature of all things to enact laws and to judge; whereas to a creature it belongs to be subject to law and judgement. For Paul, the vessel of election, defined this, as we have already said, writing: "For the law of the Spirit of life in Christ Jesus hath made me free from the law of sin and of death;" (Rom. 8:2) and the apostolic Acts, reading thus: "While Peter was pondering the saying, the Spirit said to him: Behold, three men seek thee. But arise, go down, and go with them, nothing doubting: for I have sent them;" (Acts 10:19-20) and again: "The Spirit said to Philip: Go near, and join thyself to this chariot;" (Acts 8:29) and again through Agabus the prophet: "Thus saith the Holy Spirit: The man whose this girdle is, so shall they bind;" (Acts 21:11) and Paul: "Behold, now I go bound in the Spirit;" (Acts 20:22) which happens to be similar
Notes, col. 625

On the reading

Printed οὐχ ἐγὼ, for οὐκ ἐγὼ.

PG 39:628Read from the page
τοῦ, « Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ· » καὶ πάλιν· « Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατέ μοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν εἰς τὸ ἔργον, ὃ προσκέκλημαι αὐτούς· » ὅμοιον τῷ, « Ὁ δὲ Κύριος εἶπεν· Εἴσελθε εἰς τὴν πόλιν, κἀκεῖ λαληθήσεταί σοι, τί σε δεῖ ποιεῖν. » Καὶ πάλιν τῷ Πέτρῳ εἶπεν τὸ Πνεῦμα· « Ἀναστὰς πορεύθητι εἰς τὸν οἶκον Κορνηλίου. » Καὶ δὴ ἐν Ἐπιστολαῖς Παῦλος Τιμοθέῳ γράφει· « Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει. » Ὅρα οὖν, μὴ μόνον ὅτι διὰ τοῦ τοιούτου ῥήματος ὁ Παῦλος νομοθέτην αὖθις ἀπέφηνεν τὸ Πνεῦμα (τῇ γὰρ λέξει τοῦ « ῥητῶς » καὶ οἱ κοσμικῶς θεσμοθετήσαντες ἐχρήσαντο), ἀλλ' ὅτι καὶ ἄλλαι μαρτυρίαι τὸ ἴσον τῆς πρὸς τὸν Πατέρα φύσεως, καὶ αὐθεντίας τοῦ ἁγίου Πνεύματος δεικνύουσιν. Ὁμοιοτρόπως γὰρ περὶ τοῦ Θεοῦ καὶ Πατρὸς ἐν πολλοῖς γέγραπται· « Τάδε λέγει Κύριος παντοκράτωρ. » Αἱρετικοὶ δὲ, οἷς τἀληθῆ πάντα ἀντιλεγόμενα ὑπάρχει, οὐδὲν ἄξιον τῆς θείας ἐνεργείας ἐννοοῦντες, περὶ φαντασίας δὲ διακένους διατρίβοντες, καὶ ὧν ἂν ἀπρὶξ ἐπιλάβωνται, ταῦτα, ὥς τινες ἀντίτυποι, ὡς βέβαια προφέροντες ἀντιτιθέασιν. Εἶπεν, φησὶν, καὶ περὶ ἀγγέλου Ζαχαρίας, ὅτε τὴν ὀπτασίαν τὴν περὶ τῆς λυχνίας τεθέαται· « Ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί. » Δύνασθαι οὖν δῆθεν ἄγγελον νοεῖσθαι τὸ ἅγιον Πνεῦμα. Ἀλλ' αὐτόθεν τὸ γλίσχρον αὐτῶν ἀποικονομεῖται. Ὁ γὰρ ἄγγελος οὐκ ἀφ' ἑαυτοῦ, οὔτε ἴδια ῥήματα, ἅπερ δὲ προσετάττετο παρὰ τοῦ Θεοῦ καὶ τοῦ Πνεύματος αὐτοῦ, διακονῶν ἔλεγεν. Περιέχει δὲ οὕτως· « Καὶ ἐπηρώτησα, καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ, λέγων· Τί ἐστι ταῦτα ; Καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ εἶπεν πρός με· Οὗτος ὁ λόγος Κυρίου πρὸς Ζοροβάβελ, λέγων· Οὐκ ἐν δυνάμει μεγάλῃ, οὐδὲ ἐν ἰσχύϊ, ἀλλ' ἢ ἐν Πνεύματί μου, λέγει Κύριος παντοκράτωρ. » Ἔπειτα ἄγγελος ἐκλήθη ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα, ἐν τῇ δρυῒ τῇ Μαμβρῇ, ὅτε ἡ ἔνδοξος Τριὰς ὤφθη τῷ Ἀβραὰμ, διὰ τὸ ἀγγεῖλαι τὰ ἄγνωστα. Πρὸς οἷς, ἐκ τῆς ἀγγελικῆς πληθύος οὐδεὶς αὐ-
to "Paul, a prisoner of Jesus Christ;" (Philem. 1:1) and again: "Thus saith the Holy Spirit: Separate for Me Paul and Barnabas for the work unto which I have called them;" (Acts 13:2) like that saying: "And the Lord said: Enter into the city, and there it shall be told thee what thou must do." (Acts 9:6) And again the Spirit said to Peter: "Arise, go into the house of Cornelius." (Acts 10:19-20) And indeed in the Epistles Paul writes to Timothy: "Now the Spirit speaketh expressly." (1 Tim. 4:1) See, therefore, not only that by such an expression Paul again declared the Spirit to be a lawgiver (for even those who enacted secular laws used the word "expressly"), but also that other testimonies show the equality of nature with the Father, and of authority, of the Holy Spirit. For in like manner it is written in many places concerning God the Father: "Thus saith the Lord Almighty." But heretics, by whom all true things are gainsaid, conceiving nothing worthy of the divine operation, and spending their time on empty fantasies, whatever they can clutch tightly, these things, like stubborn opponents, they bring forward as certain and set in opposition. Zechariah, they say, also spoke of an angel, when he beheld the vision concerning the lampstand: "The angel that spoke in me." (Zech. 1:14, 4:1) Therefore, forsooth, the Holy Spirit can be understood as an angel. Yet their stingy quibble is at once disposed of. For the angel spoke not from himself, nor his own words, but as a minister spoke whatever was commanded him by God and His Spirit. And it reads thus: "And I asked, and said to the angel that spoke in me, saying: What are these things? And the angel that spoke in me answered, and said to me: This is the word of the Lord to Zorobabel, saying: Not by great power, nor by strength, but by My Spirit, saith the Lord Almighty." (Zech. 4:4-6) Furthermore, the Son and the Spirit were called an angel at the oak of Mambre, when the glorious Trinity appeared to Abraham, because of announcing things unknown. Besides, from the angelic multitude no one-