παρ' οὗ τὴν ἐλευθερίαν, οἱ ναὸς ὄντες αὐτοῦ, δεχόμενοι, ἀνακεκαλυμμένῳ προσώπῳ, καὶ οὐκ ἔτι τῷ ζυγῷ τῆς δουλείας ὑποκεκυφότες, τὴν δόξαν τοῦ Κυρίου, τοῦ οἰκοῦντος ἐν ἡμῖν, κατοπτριζόμεθα, ἀπὸ δόξης τοῦ Πνεύματος εἰς δόξαν τοῦ Πατρὸς ἐρχόμενοι. Προΐωμεν δὲ καὶ ἐπὶ τὰ ἑξῆς· « Ἐὰν, » φησὶν, « πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος, ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπον, προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων, ὅτι ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστιν. » Θεὸς οὖν προσκυνούμενος τὸ ἐν τοῖς προφητεύουσι καὶ τοῖς ἁγίοις λαλοῦν καὶ ἐνεργοῦν, καὶ τὰ χαρίσματα παρέχον ἅγιον Πνεῦμα καὶ ἐνταῦθα φανερῶς ὠνόμασται. Καὶ σημειωτέον, ὅτι καὶ προσκυνεῖται. Τοῖς πρόσθεν παραπλήσια καὶ Ῥωμαίοις ἀξιοῖ γράφειν· ἔχουσι δ' αἱ λέξεις τόνδε τὸν τρόπον· « Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς ἐλπίδος δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις, κατὰ Ἰησοῦν Χριστόν· ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τίς οὖν ὁ διδοὺς ἡμῖν Θεὸς οὕτω φρονεῖν περὶ τοῦ Πατρὸς, καὶ τοῦ Μονογενοῦς αὐτοῦ, ἀλλ' ἢ τὸ ἅγιον Πνεῦμα; Αὐτὸ γὰρ [106 b] νοῆσαι ἡμᾶς ὑπολείπεται. Ἀλλὰ καὶ Θεσσαλονικεῦσιν ὡσαύτως· « Ὁ δὲ Κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ, καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ. » Ὡς εἶναι τὸ ἅγιον Πνεῦμα, τὸ κατευθῦνον Κύριον εἰς τὴν ἀγάπην τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ εἰς τὴν ὑπομονὴν τοῦ Υἱοῦ. Καὶ πάλιν· « Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους, καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς· εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτως ἐν ἁγιωσύνῃ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. » Ποῖος οὖν Κύριος ὁ πλεονάζων καὶ στηρίζων ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ἢ τὸ ἅγιον Πνεῦμα; Καὶ παρεγγυᾷ δὲ αὐτοῖς, μὴ ἐκ παροινίας τινὸς, ἢ ἀμελείας ἀποπέμψασθαι τὴν ἐν ἡμῖν ἀναφθεῖσαν αὐτοῦ αἰωνίαν χάριν, γράφων· « Τὸ Πνεῦμα μὴ σβέννυτε. » Αὖθίς τε θεοποιῶν αὐτὸ, καὶ τὴν πρὸς τὸν Πατέρα συστοιχίαν καὶ ὁμοφροσύνην ἀπαγγέλλων, φησίν· « Ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν, τὸν διδοῦντα τὸ Πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ἡμᾶς. » Πέτρος δὲ, ὁ τὰ πρωτεῖα ἐν τοῖς ἀποστόλοις ἔχων, διαῤῥήδην Θεὸν καὶ Κύριον τὸ ἅγιον Πνεῦμα παριστῶν, τοιοῦτον ἠπείλησεν κατὰ λέξιν Ἀνανίᾳ τινὶ τοὔνομα· « Διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον,
from Whom we, who are His temple, receiving freedom, with unveiled face, and no longer bowed beneath the yoke of slavery, reflect as in a mirror the glory of the Lord who dwells in us, advancing from the glory of the Spirit to the glory of the Father. Let us proceed also to what follows: "If," he says, "all prophesy, and some unbeliever or unlearned person enters, he is convicted by all, he is examined by all, the secrets of his heart become manifest; and thus falling upon his face, he will worship God, declaring that God is truly among you." Therefore the Holy Spirit, who speaks and works in those who prophesy and in the saints, and bestows the spiritual gifts, is here too manifestly called God who is worshipped. And it should be noted that He is also worshipped. He sees fit to write things similar to the foregoing to the Romans as well; and the words run in this manner: "Now may the God of endurance and of hope grant you to be of the same mind one with another, according to Jesus Christ, that with one accord and with one mouth you may glorify the God and Father of our Lord Jesus Christ." Who then is the God who grants us to be thus minded concerning the Father and His Only-begotten, other than the Holy Spirit? For it remains for us to understand Him. And to the Thessalonians likewise: "Now may the Lord direct your hearts into the love of God and into the endurance of Christ." So that the Holy Spirit is the Lord who directs into the love of God the Father and into the endurance of the Son. And again: "Now may the Lord make you increase and abound in love toward one another and toward all, just as we also toward you, so as to establish your hearts blameless in holiness before our God and Father at the coming of our Lord Jesus Christ." What Lord is it that makes us increase and establishes us in holiness before the Father and the Son, other than the Holy Spirit? And he charges them not, through some wantonness or negligence, to cast away His eternal grace kindled within us, writing: "Quench not the Spirit." And again, declaring Him to be God, and proclaiming His co-ordination and unanimity with the Father, he says: "He who rejects, rejects not man, but God, who gives His Holy Spirit into us." And Peter, who holds the primacy among the apostles, explicitly setting forth the Holy Spirit as God and Lord, thus threatened a certain man named Ananias to the letter: "Why has Satan filled your heart, that you should lie to the Holy Spirit,