τὸ φίλιον, εἰς ἅπερ ἐκ τοῦ περισσεύματός σου λεγεις καταφέρεις, τό γε ἐπὶ σοὶ, τὴν ἀσύγκριτον δόξαν τοῦ Θεοῦ Πατρὸς, τοῦ ὁμοιολεξίαις ἐπὶ θείων πραγμάτων ἀνευφημηθέντος, καὶ τοῦ Πνεύματος αὐτοῦ· καὶ ἔλαθες εἰκότως τάξας ἑαυτὸν ἐν τοῖς ὑγιῶς φρονοῦσι. Πρόσεχε δὲ μᾶλλον, ὅτι ἐν τοῖς προκειμένοις, πρὸ τοῦ Θεοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, τὸ ἅγιον Πνεῦμα πρῶτον θεοπρεπῶς ἐμνημονεύθη· καὶ λογίζου ἐκ τούτου, ὅτι διαφορὰν ἡ ἐν μονάδι σεπτὴ Τριὰς οὐκ ἔχει, καὶ ὅτι ἀῤῥήτως συνεργεῖ ἑαυτῇ. Εἶτα σὺ σκόπησον, ὅτι ἑκάστῳ διὰ τοῦ ἁγίου Πνεύματος καὶ παρὰ τοῦ ἁγίου Πνεύματος δίδοται τὰ μνημονευθέντα θεϊκὰ χαρίσματα· ὧν οὐδεμία ἔξωθεν ὑπολείπεται δόσις θεϊκῆς δωρεᾶς ἰδία, καὶ ὧν ὁ μὴ τυγχάνων, ὡς παρὰ τοῦ Θεοῦ διδομένων, ἀθλίων ἐστὶν ἀθλιώτερος· καὶ ὁ μὴ οὕτω γράφων τε καὶ λέγων, ἀνίατος μένει, μήτ' αὐτὸς ὠφελούμενος, μήτ' ἄλλους ὠφελῶν, ἀλλὰ [97 a] καὶ βλάπτων· καὶ ὅτι ταῦτα πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, τοῦτ' ἔστιν ποιεῖ τε καὶ παρέχει· ὁ δὲ εἰς ταῦτα ἐνεργῶν, καὶ εἰς πάντα ἐνεργήσει, καὶ ἀνενδεής ἐστιν· ὁ δὲ ἀνενδεὴς, ἀπαθής· ὁ δὲ ἀπαθὴς, Θεός. Ἢ ἄρα ἐὰν λέγηται περὶ τοῦ Θεοῦ Πατρός· « Κύριος δυνατὸς ἐν πολέμῳ· » καὶ, « Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, » καὶ ὅσα τοιαῦτα· ἐν ἄλλοις οὐ νοηθήσεται δυνατὸς, καὶ ἐνεργητικὸς, καὶ ἐπιφανής; Σκέψαι δὲ ὁμοίως, ὅτι πᾶσαν μὲν ἀπαμφιέννυσιν αἱρετικὴν πιθανολογίαν, διεγγυῶνται δὲ διαφόρως τὴν θεϊκὴν αὐτοῦ αὐτεξουσιότητα, τὴν ὁμόφρονα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, αἱ οὕτω διαλαλοῦσαι λέξεις· « Κατὰ τὴν αὐτοῦ θέλησιν· » καὶ, « Διαιρεῖ ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται· » καὶ ὅτι συνεπιμαρτυρεῖ τούτοις, ὅ τε Θεὸς Πατὴρ σημείοις καὶ τέρασιν, ὅ τε Σωτὴρ λέγων· « Τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται· » καὶ, « Τὸ Πνεῦμά ἐστιν ἡ ἀλήθεια· » ὅ τε Πέτρος, Θεὸν τὸ ἅγιον Πνεῦμα διαῤῥήδην τῷ Ἀνανίᾳ καταγγέλλων τοιῶσδε· « Τί ὅτι συνεφωνήθη ὑμῖν ψεύσασθαι τὸ Πνεῦμα τὸ ἅγιον; Οὐκ ἐψεύσω ἀνθρώπῳ, ἀλλὰ τῷ Θεῷ. » Κἀκεῖνο δὲ εἰδὼς ἔσο, ὅτι οὐκ ἔλαθες πανούργως παραλείψας ἐν τῷ ματαίῳ καὶ καταβλαβεῖ πονηματίῳ σου, μᾶλλον δὲ βλασφημητηρίῳ σου, τὸ προηγούμενον τοῦ θείου γραφίου. Περιέχει γὰρ ὧδε· « Τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα· » καὶ οὕτως ἐπιφέρει, ὃ μόνον σὺ ἐνδιαστρόφως ἐπήγαγες· « Διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται· » ἀντὶ τοῦ, δωρούμενον, καὶ διανέμον, καὶ ἐκκαλύπτον αὐθεντικῶς τὰ οὐράνια ἀγαθά. Οὐκ ὀρθῆς δὲ γνώμης καὶ πίστεως, μετὰ τοῦ παρερμηνεύειν ἔτι καὶ ἀκρωτηριάζειν τὰ λόγια. [97 b] Τὸ γὰρ περιέχειν, « Ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, » ἀποκλείει σοι τοῦ τε χωρίζειν αὐτὸ τῆς πρὸς τὸν ἕνα, καὶ ἀνώτατον, καὶ πάντα πηδαλιουχοῦντα ταυτότητος (διαφέρει γὰρ οὗτος ὁ ἀθεωρητότατος καὶ ἀπεριληπτότατος τῇ θεότητι οὔτι γε σμικρὸν, πλὴν μόνῳ τῷ τῆς πατρότητος λόγῳ· ὅτι ἐξεπορεύθη φύσει ἐξ αὐτοῦ, καὶ οὐ δημιουργικῇ ἐνεργείᾳ), τοῦ τε λέγειν· Εἰ Πνεῦμα Θεοῦ, καὶ Πνεῦμα Χριστοῦ γέγραπται, δύο νοηθήσεται
friendly [utterance], into which you bring down, from your abundance, as far as lies in you, the incomparable glory of God the Father, Who is praised with the same expressions in divine matters, and of His Spirit; and you escaped notice reasonably ranking yourself among those who think soundly. Pay attention rather to this, that in the passage before us, before God the Father and the Son, the Holy Spirit was first mentioned in a manner befitting God; and reckon from this that the venerable Trinity in unity has no difference, and that It ineffably co-operates with Itself. Next, consider that the aforementioned divine gifts are given to each person through the Holy Spirit and from the Holy Spirit; apart from which no separate gift of divine grace is left outside, and he who does not obtain them, as being given by God, is more wretched than the wretched; and he who does not write and speak thus remains incurable, neither benefiting himself nor benefiting others, but [97 a] even harming [them]; and that the one and the same Spirit operates all these things, that is, both makes and provides [them]; and He Who operates in these things will also operate in all things, and is without need; and He Who is without need is impassible; and He Who is impassible is God. Or, if it is said concerning God the Father: "The Lord strong in war," and, "God is known in Judaea," and suchlike things, will He not be conceived as strong, and active, and manifest in other things? Consider likewise that such expressions as these strip away every heretical plausibility, and variously guarantee His divine self-determination, which is of one mind with the Father and the Son: "According to His will," and, "Dividing to each severally as He wills"; and that both God the Father bears witness to these things with signs and wonders, and the Saviour saying: "The Spirit of truth, Who proceeds from the Father," and, "The Spirit is the truth"; and Peter, explicitly proclaiming to Ananias that the Holy Spirit is God, thus: "Why has it been agreed by you to lie to the Holy Spirit? You have not lied to man, but to God." And know this too, that you did not escape notice cunningly omitting in your vain and harmful little treatise, or rather your place of blasphemy, what precedes in the divine writing. For it contains thus: "The one and the same Spirit," and thus it adds what alone you perversely adduced: "Dividing to each severally as He wills"—instead of, bestowing, and distributing, and revealing with authority the heavenly goods. It is not the part of a right judgement and faith, besides misinterpreting, also to mutilate the oracles. [97 b] For the inclusion of "One and the same Spirit" shuts you out both from separating Him from the identity with the One, and Most High, and all-steering [God] (for this [Spirit], Who is most uncontemplated and most incomprehensible, differs in nothing at all in His deity, save only in the principle of paternity, because He proceeded by nature from Him, and not by creative operation), and from saying: If "Spirit of God" and "Spirit of Christ" is written, two will be understood