γος, τῇ ἰδίᾳ μαρτυρῶν θεότητι, καὶ κυριότητι, καὶ λέγων, παρὰ Ματθαίῳ μὲν, πρὸς τὸν διάβολον· Οὐ μὴ πειράσῃς Κύριον τὸν Θεόν σου· παρὰ Ἰωάννῃ δὲ, πρὸς τοὺς ἀποστόλους· Ὑμεῖς φωνεῖτέ με· Ὁ Κύριος, καὶ ὁ διδάσκαλος· καὶ καλῶς λέγετε· εἰμὶ γάρ. Θωμᾶς δὲ καὶ τύπους ἥλων, οὓς ἔσχεν δι' ἡμᾶς παρ' ἡμῶν ὁ Σωτὴρ ὡς φιλάνθρωπος, ψηλαφήσας, οὐκ ἐταράχθη, οὐδὲ καθυφῆκεν τῆς περὶ αὐτοῦ ἀνωτάτω δόξης. Ἠπίστατο γὰρ, ὡς μόνης τῆς αὐτοκρατορικῆς ἀπειροδυνάμου καὶ ἀγαθωτάτης φύσεως ἦν, οὐ μὴν δὲ κτιστῆς, τὸ μόνον οὐχ ὑπὲρ ἰδίων κτισμάτων παθεῖν, ἀλλὰ καὶ καθολικὴν ἣν φαμεν, καὶ γενικὴν σωτηρίαν, καὶ ταύτην αἰωνίως δωρήσασθαι. Τοιγάρτοι κἀντεῦθεν μᾶλλον ἐπιθαρσήσας, ἀντεισφέρει αὐτῷ τὴν βεβαίαν πίστιν, καὶ ἀνευφημεῖ· Ὁ Κύριός μου, καὶ ὁ Θεός μου. Καὶ ἐν ταῖς Καθολικαῖς δὲ Ἐπιστολαῖς, ἐξ ἴσου καὶ ὁμοιολέκτως τὸν Υἱὸν τῷ Πατρὶ θεολογοῦντες, ἔγραψαν, ὡς προελέχθη, Ἰωάννης μὲν ὁ πολὺς ἐν θεολόγοις, Καὶ οἴδαμεν, φησὶν, ὅτι ὁ Λόγος τοῦ Θεοῦ ἥκει· καὶ ἔδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεὸν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ τῷ Υἱῷ τοῦ Θεοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς, καὶ ζωὴ αἰώνιος. Ἄλλον, φησὶν, μὴ ζήτει τῇ οὐσίᾳ Θεὸν, ἢ Υἱὸν Θεοῦ. Δὶς γὰρ εἶπόν σοι ἐπὶ αὐτοῦ τὸ ἀληθινὸν, ὅτι τε Υἱὸς ἀληθινὸς, καὶ Θεὸς ἀληθινὸς, δεδωκὼς διάνοιαν τοῖς λαβεῖν ἀξίοις· ὥστε ἔχειν εἰδέναι ὡς ἀληθῶς γεγέννηται, καὶ ἀληθῶς ἐστι τῷ τεκόντι Θεῷ ὁμοούσιος· Ἰούδας δὲ ὁ εἰς τοὺς δυοκαί-
discourse [is], bearing witness to His own Godhead and Lordship, and saying, in Matthew to the devil: Thou shalt not tempt the Lord thy God; and in John to the apostles: Ye call Me Lord and Master, and ye say well, for so I am. And Thomas also, having touched the prints of the nails which the Saviour, as Lover of mankind, took from us for our sake, was not troubled, nor did he abate anything of the supreme glory concerning Him. For he knew that it belonged to the sovereign, infinitely powerful, and most good nature alone—and by no means to a created one—not only to suffer for its own creatures, but also to bestow what we call a universal and general salvation, and that eternally. Therefore, taking all the more courage from this, he offers Him in return his steadfast faith, and acclaims: My Lord and my God. And in the Catholic Epistles also, speaking theology of the Son equally and in the same terms as of the Father, they wrote, as was said before—John, great among theologians: And we know, he says, that the Word of God is come, and hath given us an understanding, that we may know the true God, and we are in the true one, in His Son Jesus Christ. This is the true God, and eternal life. Seek not, he says, another God in essence than the Son of God; for twice have I said 'true' of Him, that He is both true Son and true God, having given understanding to those worthy to receive it, so that they may know that He was truly begotten, and is truly consubstantial with the God who begot Him; and Jude, one of the