τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ· πάντως δὲ λέγει τὴν μετὰ τὴν ἀνάστασιν. Πότε οὖν λοιπὸν, κατ' ἐκείνους, παραδίδωσι τὴν βασιλείαν; Πρὸς δὲ Τιμόθεον ἐν τῇ δευτέρᾳ Ἐπιστολῇ· Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Χριστοῦ Ἰησοῦ τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς· καὶ τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ τὴν βασιλείαν αὐτοῦ, κήρυξον τὸν Λόγον. Σαφὲς δὲ, ὅτι βασιλείαν λέγει, ἣν ἔχει ἀδιαίρετον, καὶ ἀδιάδοχον μετὰ τοῦ Πατρὸς, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν τε καὶ εἰς τὸν μέλλοντα αἰῶνα. Πρὸς δὲ Ἑβραίους· Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν Υἱόν· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· Δαυῒδ δὲ ἐν μδʹ ψαλμῷ· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου· ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέν σε, Θεὲ, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Ἄθρει καὶ αὖθις τὴν βασιλείαν αὐτοῦ ἀπέραντον, καὶ τὴν θεότητα ἄναρχον. Διὰ δὲ τὴν ἄῤῥητον αὐτοῦ ἐνανθρώπησιν ἐπήγαγεν τὸ, Ὁ Θεός σου. Καὶ ἐν ρμδʹ· Ἡ βασιλεία σου, βασιλεία πάντων τῶν αἰώνων· καὶ ἡ δεσποτεία σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Καὶ ἐν τῷ ιʹ ψαλμῷ· Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καὶ Πέτρῳ δὲ ὁ Υἱὸς τὰς κλεῖς ὡς Κύριος δέδωκεν τῆς βασιλείας (οὐ τοῦ νῦν αἰῶνος, οὔπω γὰρ τυγχάνομεν αὐτῆς, ἀλλὰ τοῦ μέλλοντος, ἐν ᾧ καὶ παραδιδόναι αὐτὸν τεκμαίρονται αἱρετικοὶ), ἐπὶ τὸ εἰσδεχθῆναι μὲν τοὺς ἄναρχον αὐτοῦ καὶ ἀπέραντον τὴν βασιλείαν εἶναι πιστεύοντας, ἀπωσθῆναι δὲ, ὡς μικρῷ πρόσθεν εἴρηται, τοὺς μὴ κράζοντας κατὰ τὸν Ναθαναήλ· Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ Βασιλεὺς τῶν Χριστιανῶν· Καὶ τὴν προφητείαν δὲ Ἡσαΐου, τὴν λέγουσαν. Τὸν Βασιλέα Κύριον Σαβαὼθ ἴδον τοῖς ὀφθαλμοῖς μου, Παῦλος μὲν τῷ Πνεύματι τοῦ Θεοῦ ἀνέθηκεν, Ἰωάννης δὲ τῷ Μονο-
the kingdom of Christ and God; in every way he means the one after the resurrection. When, therefore, according to them, does He hand over the kingdom? And to Timothy in the Second Epistle: I charge thee before God and Christ Jesus, Who is to judge the living and the dead; and by His appearing and His kingdom, preach the Word (2 Tim. 4:1-2). It is clear, then, that he speaks of a kingdom which He holds undivided and without successor with the Father and the Holy Spirit, both now and for the age to come. And to the Hebrews: And of the angels He says, Who maketh His angels spirits, and His ministers a flame of fire; but to the Son: Thy throne, O God, is for ever and ever (Heb. 1:7-8); and David in Ps. 44: Thy throne, O God, is for ever and ever; a sceptre of uprightness is the sceptre of Thy kingdom; Thou hast loved righteousness and hated iniquity; therefore God, Thy God, hath anointed Thee with the oil of gladness above Thy fellows (Ps. 44:7-8). Observe again that His kingdom is boundless and His Godhead without beginning; and because of His ineffable Incarnation he added, Thy God. And in Ps. 144: Thy kingdom is a kingdom of all the ages, and Thy dominion is in every generation and generation (Ps. 144:13). And in Ps. 10: The Lord shall reign for ever and ever (Ps. 10:16 / 9:37). And to Peter also the Son as Lord gave the keys of the kingdom (not of the present age, for we have not yet obtained it, but of the age to come, in which the heretics conjecture that He hands it over), so that those who believe His kingdom is without beginning and boundless may be admitted, while those are thrust out, as was said shortly before, who do not cry out like Nathanael: Thou art the Son of God, Thou art the King of the Christians (John 1:49). And the prophecy of Isaiah, which says: I saw with my eyes the King, the Lord of Sabaoth (Isa. 6:1, 5), Paul referred to the Spirit of God, while John [referred it] to the Only-