Migne Reading Room

PG 39 · cols. 392–401 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:392Read from the page
αὐτὸν τὴν χεῖρα μαχαίρᾳ ὡπλισμένῃ μέλλοντος, ἐκάλεσεν αὐτὸν ἄγγελος Κυρίου, εἰπών· Ἀβραὰμ, μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον, μήτε ποιήσῃς αὐτῷ μηδὲν κακόν. Νῦν γὰρ ἔγνων, ὅτι φοβῇ σὺ τὸν Θεὸν, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ. Εἶτα κριοῦ πρὸς τὴν θυσίαν ἀντὶ Ἰσαὰκ εὑρεθέντος, καὶ τῆς θυσίας ὑπὸ Ἀβραὰμ πληρωθείσης, τῇ μὲν γνώμῃ διὰ τοῦ παιδὸς, τῇ δὲ σφαγῇ διὰ τοῦ κριοῦ, Ἐκάλεσεν, φησὶν, αὐτὸν ἐκ δευτέρου ἄγγελος Κυρίου ἐκ τοῦ οὐρανοῦ, λέγων· Κατ' ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, οὗ εἵνεκεν ἐποίησας τὸ πρᾶγμα, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ· εἰ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ τὴν ἄμμον τῆς θαλάσσης· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη, ἀνθ' ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς. Ἦν δὲ οὔτε ὁ Πατὴρ, οὔτε μὴν λειτουργὸς ἄγγελος. Οὐ γὰρ ὀμνύει καθ' ἑαυτοῦ λειτουργὸς, ἢ εὐλογεῖ, ἢ λέγει· Οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ· οὐδ' ἀποστῆσαι τὴν τῷ Θεῷ προσαγομένην τολμᾷ θυσίαν, οὐδ' αὖ προσίεσθαι αὐτὴν ἐξουσιάζει. Ἀλλὰ ἦν ὁ τὴν θυσίαν ζητήσας μονογενὴς Θεὸς Λόγος, χαριζόμενος τὸν μονογενῆ τῷ Ἀβραὰμ, ὡς Παῦλος ἑρμηνεύει, γράφων Ἑβραίοις οὑτωσί· Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεὸς (ἅπερ ἐπηγγείλατό τε καὶ ἐποίησεν), ἐπεὶ κατ' οὐδενὸς μείζονος εἶχεν ὀμόσαι, ὤμοσεν καθ' ἑαυτοῦ, λέγων· Εἰ μὴν εὐλογῶν εὐλογήσω σε. Καὶ Ῥωμαίοις δὲ, τὸν Υἱὸν αὖθις καθ' ἑαυτοῦ ὀμνύοντα ἐξηγεῖται· Πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, καθὼς γέγραπται· Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ. Καὶ τὸ ἐκ δεξιῶν δὲ συγκαθέζεσθαι τῷ Πατρὶ, ἔτι δὲ καὶ τὸ θεοφράστῳ γλώττῃ ἀναφθέγγεσθαι τὸν εὐαγγελιστὴν, καθέδραν πρέπουσαν τῷ Υἱῷ τὸν πατρικὸν εἶναι κόλπον· εἰ μὴ σημαίνει τὸ ταυτούσιον, καὶ ὁμότιμον, καὶ τὸ χρῆναι σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι αὐτοῦ προσκυνεῖσθαι τὸν μονογενῆ Θεὸν καὶ Υἱὸν, ἀλλὰ κατὰ ἄνθρωπον οὐ δέον ἐκδέχεσθαι χρὴ τὰ περὶ Θεοῦ γεγραμμένα· μείζων καὶ ἐνδοξότερος κατ' αὐτούς ἐστιν ὁ ἐκ δεξιῶν, ὁ τὸν θεϊκὸν ἄφατον κόλπον, ὡς τὸν χερουβικὸν, ἔχων πολύωπα θρόνον· ὃ μὴ γένοιτο εἰπεῖν ἐπὶ τῆς ἀῤῥητοτάτης καὶ γαληνοτάτης Τριάδος! Ὁ μὲν γὰρ Δαυῒδ ᾄδει περὶ τοῦ Πατρὸς ἐν ρθʹ
his hand armed with a knife, the angel of the Lord called him, saying: Abraham, lay not thy hand upon the lad, neither do anything evil unto him; for now I know that thou fearest God, and hast not spared thy beloved son for My sake. Then, when a ram was found for the sacrifice instead of Isaac, and the sacrifice had been fulfilled by Abraham, in intention through the lad, and in slaughter through the ram, The angel of the Lord, it says, called him a second time out of heaven, saying: By Myself have I sworn, saith the Lord, because thou hast done this thing, and hast not spared thy beloved son for My sake, surely blessing I will bless thee, and multiplying I will multiply thy seed as the stars of heaven and the sand of the sea; and in thee shall all the nations be blessed, because thou hast obeyed My voice. Now he was neither the Father nor indeed a ministering angel; for a minister neither swears by himself, nor blesses, nor says, Thou hast not spared thy beloved son for My sake; nor does he dare to stay a sacrifice offered to God, nor again has he authority to accept it. Rather, He who sought the sacrifice was the only-begotten God the Word, freely giving the only-begotten to Abraham, as Paul interprets, writing to the Hebrews thus: For when God made promise to Abraham (which things He both promised and performed), because He could swear by no greater, He swore by Himself, saying, Surely blessing I will bless thee. And to the Romans also he explains the Son again swearing by Himself: For we shall all stand before the judgement seat of Christ, as it is written: As I live, saith the Lord, every knee shall bow to Me, and every tongue shall confess to God. And that He sits together with the Father at the right hand, and further that the evangelist utters with divinely inspired tongue that the paternal bosom is a seat befitting the Son—if this does not signify sameness of essence and equality of honour, and that the only-begotten God and Son must be worshipped together with the Father and His Spirit, but one ought (which is improper) to understand what is written concerning God in a human manner, then according to them He who is at the right hand is greater and more glorious, having the divine ineffable bosom, like the cherubic, as a many-eyed throne: which be it far from us to say of the most ineffable and most serene Trinity! For David sings concerning the Father in the 109th
PG 39:393Read from the page
ψαλμῷ· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου· ὁ δὲ Παῦλος Ἑβραίοις ὑφηγεῖται· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης τοῦ Πατρὸς, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς· ὁ δὲ εὐαγγελιστής· Ὁ μονογενὴς Θεὸς, ὁ ὢν ἐν τῷ κόλπῳ τοῦ Πατρὸς, αὐτὸς ἐξηγήσατο.
psalm: The Lord said unto my Lord, Sit Thou on My right hand; and Paul expounds to the Hebrews: Who being the brightness of the Father's glory, and the express image of His hypostasis, and upholding all things by the word of His power, having made purification of sins, sat down on the right hand of the majesty on high; and the evangelist: The only-begotten God, Who is in the bosom of the Father, He hath declared Him.
ΚΕΦ. ΚΖʹ.
Chapter XXVII.
Ὁμοίως θεολογία περὶ τοῦ Υἱοῦ ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος· καὶ ὅτι Θεὸς μέγας καὶ ἐπὶ πάντων, πρὸς ὃν οὐ λογισθήσεται ἕτερος· καὶ ἀληθινὸς Θεός· καὶ ζωὴ αἰώνιος· καὶ μόνος Δεσπότης· καὶ μόνος θαυματουργός· καὶ ὕψιστος· καὶ βασιλεύς· καὶ ἐξουσιαστής· καὶ πάντα ἐν πᾶσι Χριστὸς, καὶ τὰ λοιπά.
Likewise a theology concerning the Son, that in Him dwells all the fullness of the Godhead; and that He is great God and over all, beside Whom no other shall be reckoned; and true God; and eternal life; and only Master; and only wonder-worker; and most high; and king; and ruler; and Christ all in all, and the rest.
Τοσαῦτα μὲν καὶ περὶ τούτων ἤρκει· οὐχ ἠρεμοῦσι δὲ οἱ τῶν θείων μύσται, καὶ τὰ τῆς προνοητικωτάτης πάντων Τριάδος ζηλοῦντες· ἀλλ' ἔτι ὑψηλὰ καὶ οἷα περὶ τοῦ Πατρὸς, τοιαῦτα καὶ περὶ τοῦ Υἱοῦ θεολογοῦσιν· ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος, καὶ ὅτι Θεὸς μέγας καὶ ἐπὶ πάντων, πρὸς ὃν οὐ λογισθήσεται ἕτερος· καὶ ἀληθινὸς Θεὸς, καὶ ζωὴ αἰώνιος, καὶ φῶς τὸ ἀληθινὸν, καὶ μόνος Δεσπότης, καὶ μόνος Ὕψιστος, καὶ μόνος θαυματοποιὸς, καὶ Βασιλεὺς μέγας, καὶ Κύριος πάντων, καὶ Δημιουργὸς, καὶ ἐξουσιαστὴς, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον, καὶ Σωτὴρ, καὶ πάντα ἐν πᾶσιν Χριστὸς, καὶ εὐλογημένος εἰς τοὺς αἰῶνας· καὶ ὅτι μέγα τὸ τῆς εὐ-
So much indeed sufficed concerning these things; yet the initiates of divine things, zealous also for the things of the Trinity that is most provident over all, do not rest, but still speak sublime theology concerning the Son such as they do concerning the Father: that in Him dwells all the fullness of the Godhead, and that He is great God and over all, beside Whom no other shall be reckoned, and true God, and eternal life, and the true light, and only Master, and only Most High, and only doer of wonders, and great King, and Lord of all, and Creator, and ruler, and of His peace there is no bound, and Saviour, and Christ all in all, and blessed unto the ages; and that great is the
PG 39:396Read from the page
σεβείας μυστήριον (δῆλον δ' ὡς τὸ Χριστιανῶν, παρ' οἷς ἀγένητος Θεὸς ὑμνεῖται ὁ Χριστός)· καὶ ὅτι τῇ ἑαυτοῦ θεότητι περιποιεῖ τὸν λαὸν, διὰ τὸ ὁμοουσίως ἔχειν πρὸς τὸν Πατέρα. Τοιῶσδε τοίνυν περὶ τούτων λέγουσιν οἱ μνημονευθησόμενοι νῦν πρὸς ἡμῶν ἅγιοι· οἷς ὁ Θεὸς, κατὰ τὸν ιεʹ ψαλμὸν, ἐγνώρισεν ὁδοὺς ζωῆς. Δαυῒδ, ἐν μὲν ζʹ ψαλμῷ εὐχόμενος· Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε· καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον. Αἰσθάνῃ, ὡς ὁ προφήτης Κύριον καὶ Θεὸν οἶδεν αὐτὸν, καὶ δέεται αὐτοῦ λέγων· Ἐξεγέρθητι ἐπὶ τὴν ἐνανθρώπησίν σου, τρόπῳ ᾧ προώρισας τῷ, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Ὑπὲρ ταύτης γάρ φησιν τῆς περιγινομένης ἡμῖν ἐντεῦθεν σωτηρίας, τὰ μὲν ἔθνη τῇ πίστει κυκλώσει σε· σὺ δὲ, ὅθεν ἦλθες, ἀχωρίστως ἐπάνελθε· ἐν δὲ μςʹ· Θεὸς μέγας Κύριος, καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν· ἐν δὲ μθʹ· Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ· ὁ Θεὸς ἐμφανῶς ἥξει· ἐν δὲ ξζʹ· Ἀναστήτω ὁ Θεὸς, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ· καὶ, Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμάς· Κύριος ὄνομα αὐτῷ· ἐν δὲ παʹ· Ἀνάστα, ὁ Θεός· κρῖνον τὴν γῆν. Ἄθρει μὲν, πῶς ἑκάστη λέξις ἀνάπτει τὴν περὶ αὐτοῦ δόξαν, καὶ ἐξαρκεῖ πεῖσαι τῆς πατρικῆς μονάδος ὑπάρχειν αὐτὸν οὐσίας· καὶ ὅτι ὁ μεγαλογράφος, τὸν ἐν τάφῳ οὐ δίχα ζωῆς τεθέντα, ἵνα σὺν τοῖς ζῶσιν καὶ τοὺς ἀπελθόντας τῶν ἀνθρωπίνων πραγμάτων σώσῃ, Θεὸν καλεῖ, καὶ ἀνίστασθαι τοῦ μνήματος προφητεύει, κρινοῦντα τοὺς μετὰ τοσαύτην καὶ τηλικαύτην εὐεργεσίαν γηΐνως φρονήσαντας. Ἴσθι δὲ, ὅτι δυσμὰς τοὺς ἐσχάτους λέγει καιρούς. Ἐν αὐτοῖς γὰρ ἐπέστη ἐμφανῶς τῷδε τῷ θεατῷ κόσμῳ· ἐν δὲ οςʹ· Ἐν τῷ ἁγίῳ ἡ ὁδός σου· τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν; Σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια μόνος. Τὸν σαρκωθέντα Θεὸν Λόγον ἀνευφημεῖ κἀνταῦθα, τὸν ἐν τῷ Ἰουδαϊκῷ ἱερῷ ἐμφιλοχωρήσαντα, καὶ διδάξαντα, καὶ θαυματουργήσαντα· ἐν δὲ τῷ ριζʹ· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· Θεὸς μέγας Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Εἰ εὐλόγως παρὰ τῷ προφήτῃ Θεὸς μέγας, καὶ εἰ εὐλογημένος, ὅ ἐστιν δεδοξασμένος, καὶ βασιλεὺς μέγας, καὶ μόνος θαυματουργὸς ὑπάρχει ὁ ἐπιφανεὶς ἡμῖν Κύριος (ἔστιν δὲ ὁ Υἱός)· ἀλόγως παρὰ αἱρετικοῖς, μικρότερος τοῦ ἰδίου Πατρὸς ὑπονοεῖται. Οὐκ ἐνδέχεται γὰρ, τὸν αὐτὸν τῇ ἀληθείᾳ, πρώτως μὲν ἔχειν κατὰ τὴν προφητείαν, δευτέρως δὲ κατ' ἐκείνους. Εἰ δὴ πυθόμεθα
mystery of godliness (and it is plain that this is the mystery of Christians, among whom Christ is hymned as unoriginate God), and that by His own Godhead He acquires the people, because He is consubstantial with the Father. Thus, then, concerning these things speak the saints who will now be mentioned by us, to whom God, according to the 15th Psalm, made known the ways of life. David, praying in the 7th Psalm: Arise, O Lord my God, in the commandment which Thou didst command, and a congregation of peoples shall compass Thee about, and for the sake of this return on high. Thou perceivest how the prophet knows Him as Lord and God, and beseeches Him, saying: Arise unto Thine Incarnation, in the manner which Thou didst predetermine in the saying, Destroy this temple, and in three days I will raise it up. For for the sake of this salvation, he says, that accrues to us thence, the nations shall compass Thee about in faith; and do Thou, whence Thou camest, return inseparably. And in the 46th: God is a great Lord, and a great King over all the earth. And in the 49th: From the rising of the sun unto the going down thereof, out of Sion is the comeliness of His beauty; God shall come manifestly. And in the 67th: Let God arise, and let His enemies be scattered; and, Make a way for Him who rideth upon the going down; the Lord is His name. And in the 81st: Arise, O God, judge the earth. Behold how each utterance kindles the glory concerning Him, and suffices to persuade that He is of the essence of the paternal Monad; and that the lofty writer calls God Him who was laid in a tomb not without life, in order that together with the living He might save also those who have departed from human affairs, and prophesies that He rises from the sepulchre, to judge those who after so great and such a benefaction are earthly-minded. Know also that by 'going down' he means the last times; for in them He appeared manifestly to this visible world. And in the 76th: In the holy place is Thy way; who is a great God like our God? Thou art the God that doest wonders alone. Here too he acclaims the incarnate God the Word, Who frequented the Jewish temple, and taught, and worked wonders. And in the 117th: Blessed is He that cometh in the name of the Lord; God is a great Lord, and hath shined upon us. If with good reason in the prophet the Lord who appeared to us (and this is the Son) is great God, and blessed—which is glorified—and great King, and only wonder-worker, then unreasonably is He supposed by heretics to be inferior to His own Father. For it is not possible that the same Being in truth should hold the first place according to the prophecy, yet the second place according to them. If then we inquire
PG 39:397Read from the page
τοῦ αὐτοῦ ψαλμῳδοῦ, μαθησόμεθα, ὅτι ἐπίσταται, ὡς τὸν Πατέρα, οὕτω καὶ τὸν Υἱὸν, ὑπάρχοντα Θεὸν τῶν προπατόρων. Ἐν γὰρ μςʹ ψαλμῷ κέκραγεν· Ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη· ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ· ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραάμ. Συνεκκλησιάσθησαν δὲ μετὰ τοῦ Θεοῦ τοῦ ἐνανθρωπήσαντος, περὶ οὗ ᾄδεται ἐν βʹ ψαλμῷ· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ, κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ; Ἠσαΐας δὲ ἀσύγκριτον αὐτὸν, ὡς τὸν Θεὸν Πατέρα, ἀνευφημῶν βοᾷ· Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν ἴδον Θεὸν, πλὴν σοῦ. Ἄλλον γὰρ οὐκ ἴδομεν Θεὸν, ἢ τὸν ἐκ Παρθένου Μαρίας, κατὰ τὴν σωτήριον ἐνανθρώπησιν τεχθέντα· οὐδὲ ἠκούσαμεν, εἰ μὴ τὸν μαρτυρηθέντα ὑπὸ τοῦ Θεοῦ Πατρός· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· καὶ πάλιν, ὡς προελέχθη· Παιδίον ἐγεννήθη ἡμῖν. υἱὸς καὶ ἐδόθη, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Θεὸς ἰσχυρὸς, Ἐξουσιαστὴς, Ἄρχων εἰρήνης, Πατὴρ τοῦ μέλλοντος αἰῶνος. Μεθ' ἕτερά τε ἐπάγει· Καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον. Ὁ Υἱὸς, φησὶν, τοῦ Θεοῦ ἐνανθρωπήσας, ἐγεννήθη παιδίον καὶ ἐδόθη ἡμῖν, φέρων αὐτὸς ἐπὶ τοῦ ὤμου αὐτοῦ ταύτης αὐτοῦ τῆς κάτω γεννήσεως τὴν ἀρχήν· τοῦτ' ἔστιν, αὐτὸς ἑαυτοῦ ἀρχὴ τυγχάνων, ἐν τῷ ἀῤῥεύστως ὑπὸ Παρθένου, καὶ ἐξ αὐτῆς ἀῤῥήτως σαρκωθέντα τεχθῆναι, συνουσίας ἀνδρὸς ἀρχὴν οὐ παρασχομένης. Ὄνομα δὲ αὐτῷ, Θεὸς ἰσχυρὸς, Ἐξουσιαστής. Οὐκ εἶπεν, Ὑπεξούσιος· ἀλλ' ἐφανέρωσεν αὐτοῦ τὴν φύσιν, τὴν δύναμιν, τὴν αὐθεντείαν. Ὅπερ ὄνομα γινώσκων Δαυῒδ, ψάλλει· Γνώτωσαν, ὅτι ὄνομά σοι, Κύριος· σὺ εἶ μόνος Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν· τὸ μόνος, διὰ τὴν μίαν θεότητα εἰπών. Πατέρα δὲ αὐτὸν μέλλοντος ἐκάλεσεν αἰῶνος ὄντα, καὶ τῶν παρελθόντων αἰώνων δημιουργὸν, διὰ τὸ ἀπὸ χρόνου τοῦ τῆς οἰκονομίας ἐγνῶσθαι αὐτὸν πολὺ τοῖς ἀνθρώποις. Κτιστῆς τοίνυν, καὶ οὐκ ἀκτίστου φύσεως, εἶπεν αὐτὸν Πατέρα· εἷς γὰρ ὁ ἀκτίστου καὶ ὁμοουσίου Υἱοῦ Πατήρ. Παραδεικνὺς δὲ τῆς θεότητος αὐτοῦ τὸ ἀμέγεθες, ἔφη· Τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον. Καὶ Ἰερεμίας δὲ, ἤτοι Βαροὺχ (βίβλος γὰρ μία ἀμφοτέρων), σεμνηγορεῖ περὶ αὐτοῦ· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα, ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Εἰ οὖν μὴ θεοπρεπῶς νοηθείη, ὅτι διὰ τὸ ταυτὸν τῆς θεότητος ἄμφω τῶν ἀποῤῥήτων ὑποστάσεων, ἡ προκειμένη γραφὴ οὕτως ἐῤῥήθη, λείπεται ἀθεήσαντα
of the same psalmist, we shall learn that he knows that, as the Father, so also the Son is the God of the forefathers. For in the 46th Psalm he cried: God hath reigned over the nations; God sitteth upon His holy throne; the rulers of the peoples are gathered together with the God of Abraham. Now they were assembled together with God Who became man, concerning Whom it is sung in the 2nd Psalm: Why did the nations rage, and the peoples meditate vain things? The kings of the earth stood up, and the rulers were gathered together in one, against the Lord, and against His Christ? And Isaiah, acclaiming Him as incomparable, like God the Father, cries out: From of old we have not heard, neither have our eyes seen a God besides Thee. For we have seen no other God than Him Who was born of the Virgin Mary according to the saving Incarnation; nor have we heard any other than Him Who was borne witness to by God the Father: This is My beloved Son; and again, as was said before: A child is born unto us, and a son is given, whose government is upon His shoulder; and His name is called Mighty God, Ruler, Prince of peace, Father of the age to come. And after other things he adds: And of His peace there is no bound. The Son of God, he says, having become man, was born a child and was given to us, Himself bearing upon His shoulder the beginning of this His birth below: that is, being Himself His own beginning, in that He was born without flux from a Virgin, and ineffably incarnate of her, when the union of a man furnished no beginning. And His name is Mighty God, Ruler. He did not say 'Subject', but manifested His nature, His power, His authority. Knowing which name, David sings: Let them know that Thy name is the Lord; Thou alone art Most High over all the earth—saying 'alone' on account of the one Godhead. And he called Him Father of the age to come, though He is also Creator of the ages past, because from the time of the dispensation He became widely known to men. Of created, therefore, and not of uncreated nature, did he call Him Father; for one is the Father of the uncreated and consubstantial Son. And showing forth the immensity of His Godhead, he said: Of His peace there is no bound. And Jeremiah too, that is Baruch (for one is the book of both), speaks solemnly concerning Him: This is our God; no other shall be reckoned beside Him. He found out every way of knowledge, and gave it unto Jacob His servant, and unto Israel that is beloved by Him. Afterwards He appeared upon earth and conversed with men. If, therefore, it be not understood in a manner befitting God that because of the sameness of the Godhead of both ineffable hypostases the passage before us was thus spoken, it remains that, becoming godless,
PG 39:400Read from the page
εἰπεῖν, ὅτι ὁ τεκὼν αὐτὸς Θεὸς καὶ Πατὴρ, οὐ Θεὸς ἡμῶν, οὐδὲ συγκρίνεται τῷ Υἱῷ αὐτοῦ. Ἐκπέπτωκεν δὴ οὖν, καὶ εἰσπάμπαν ἠφάνισται ὁ λόγος τῶν διαβαλλόντων μικρότερον καὶ ὑπουργὸν τὸν Θεὸν Λόγον. Πῶς γὰρ ἂν ἄλλος εἴη ἀσύγκριτος πρὸς τὸν Υἱὸν, Πρὸς ὃν οὐ λογισθήσεται ἕτερος; Καὶ πάλιν· Θεοὶ, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἐπὶ τῆς γῆς· Κύριος, ὃς ἐποίησεν τοὺς οὐρανοὺς ἐν συνέσει, αὐτὸς Θεὸς ζῶν καὶ ἀληθινός· ὡς ἄλλης θεότητος μὴ οὔσης ἀληθινῆς, εἰ μὴ τῆς τοῦ γνησίου Υἱοῦ τοῦ Θεοῦ, δι' οὗ καὶ παρ' οὗ ἅμα παντὶ τῷ κόσμῳ καὶ οἱ οὐρανοὶ παρεκομίσθησαν. Καὶ ὁ ἔξοχος δὲ ἀνδρῶν Παῦλος, τὴν αὐτὴν ἀκολουθίαν τοῖς προφήταις τηρῶν, τοὺς πρέποντας περὶ αὐτοῦ ἀποδίδωσι λόγους, γράφων Τίτῳ μέν· Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ, τοῦ δόντος ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων. Διὰ μὲν γὰρ τοῦ ἀναφθέγγεσθαι, τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δηλοῖ τὸ μὴ δευτέρως ἔχειν κατ' οὐσίαν καὶ τὸ ἄναρχον πρὸς τὸν μέγαν Θεὸν Πατέρα. Καὶ κατὰ τὸ φαινόμενον γὰρ ἔστι συνιδεῖν, ὅτι εἰ μικρὸς ὁ Υἱὸς, πῶς ἔσται μέγας ὁ Πατήρ; εἰ ἦν, ὅτε οὐκ ἦν ὁ Θεὸς Λόγος· ἦν, ὅτε Πατρὸς ὄνομα οὐχ ὑπῆρχεν. Ἔστω δὲ ἵλεω ἡμῖν, τοιαῦτα λέγειν τολμῶσιν διὰ τὴν ἄλλων ἀγνωμοσύνην· Ἡ γὰρ εὐλάβεια καλὸν ἔθος, φασὶ, τοῖς χρωμένοις. Διὰ δὲ τοῦ φράζειν, Τοῦ δόντος ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον (οὐχὶ δὲ, Ἄλλῳ ἵνα καθαρίσῃ λαὸν), ἀκόλουθα τῶν μνημονευθέντων
to say that the very God and Father who begot Him is not our God, nor is compared with His Son. Fallen, therefore, and utterly vanished is the argument of those who slander God the Word as inferior and a minister. For how could another be incomparable to the Son, beside Whom no other shall be reckoned? And again: The gods that have not made the heaven and the earth, let them perish upon the earth; the Lord, Who made the heavens in understanding, He is the living and true God—since there is no other true Godhead except that of the genuine Son of God, through Whom and by Whom together with the whole world the heavens also were brought forth. And Paul, pre-eminent among men, keeping the same sequence as the prophets, renders fitting words concerning Him, writing to Titus: Looking for the blessed hope and appearing of the glory of the great God and Saviour Jesus Christ, Who gave Himself for us, that He might redeem us from all iniquity, and purify unto Himself a peculiar people, zealous of good works. For by uttering 'of our great God and Saviour Jesus Christ', He makes clear that He does not hold second place in essence and is without beginning alongside the great God the Father. Even on the face of it one can see that if the Son is small, how shall the Father be great? If there was a time when God the Word was not, there was a time when the name of Father did not exist. May He be propitious to us who dare to say such things because of the folly of others; for reverence, they say, is a fair custom for those who use it. And by saying 'Who gave Himself for us, that He might purify unto Himself a peculiar people' (and not 'that He might purify a people for another'), things consequent upon what was mentioned
PG 39:401Read from the page
προσεπιτίκτει. Σημαίνει γὰρ αὐτὸν, τὴν μίαν αὐτεξούσιον καὶ ἀγαθὴν θεότητα τὴν πάντων αἰτίαν, διακεκληρῶσθαι. Ἴδιον γὰρ δημιουργοῦ μὲν, καὶ οὐ δημιουργήματος, τὸ ὑπεραποθανεῖν, εἰ οὕτω χρὴ φάναι, τοῦ ἰδίου ποιήματος· Υἱοῦ δὲ ἀγαπητοῦ, θεότητα καὶ βασιλείαν οὐ διάφορον ἔχοντος μετὰ Πατρὸς, τὸ ἑαυτῷ τὸν λαὸν περιποιῆσαι. Ἄγων δὲ τὸν λόγον, ὁ πολὺς οὗτος καὶ ἀληθὴς ἐξηγητὴς, εἰς τὸ ἀποδεῖξαι αὐτὸν, ἅμα μὲν φιλάνθρωπον σωτήριόν τε Θεὸν, ἅμα δὲ ὡς ἑαυτὸν ἐδυσώπησεν, καὶ οὐ κρείττονι εἶξεν θεότητι, γενέσθαι μεθ' ἡμῶν, ὡς εἷς ἐξ ἡμῶν, τροπῆς δίχα καὶ ἁμαρτίας, φάσκει· Ὅτε δὲ ἡ χρηστότης, καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος. Κολοσσαεῦσι δὲ καὶ μέμφεται, καὶ καταβολὴν τῆς πρωτίστης θεολογίας περὶ αὐτοῦ ποιεῖται, γράφων, ὡς ἤδη ἐν τῷ Περὶ ὁμοουσίου εἴρηται κεφαλαίῳ· Διὰ τί κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ οὐ κατὰ Χριστὸν Ἰησοῦν· ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς· τοῦτ' ἔστιν, οὐσιωδῶς. Καὶ γὰρ ἐκεῖνος φύσει πλήρωμά ἐστιν, αὐτὸ ἡ πατρικὴ θεότης ὑπάρχων τῇ οὐσίᾳ. Οὐχ ἁρπαγμὸν γὰρ ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἡμεῖς δὲ ἐκ τοῦ πληρώματος, δι' ἀγαθότητα αὐτοῦ, χάριν ἐλάβομεν, ἥνπερ φύσει, ὡς δοῦλοι, οὐκ εἴχομεν, κατὰ Ἰωάννην λέγοντα· Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· τοῦτ' ἔστιν, τὴν τῆς ἀναγεννήσεως ἀντὶ ἧς ἀπεβάλομεν χάριτος, παρακρουσάμενοι τὴν ἐπὶ τῷ ἑνὶ φυτῷ πρώτην θεσμοδοσίαν. Οὐκ ἔτι γὰρ, φησὶν, ἐστὲ ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν· καὶ αὖθις· Ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι, καὶ δι' αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν. Ἑπόμενα καὶ ταῦτα τοῖς πρόσθεν. Τοῦ γὰρ Πατρὸς ἐν τῷ Υἱῷ, καὶ αὐτοῦ ἐν τῷ Πατρὶ τῇ φύσει τυγχάνοντος, ὡς καὶ πᾶν συγγενὲς ἀχώριστόν πως τοῦ
he brings forth in addition. For he signifies that He has inherited the one sovereign and good Godhead, the cause of all things. For it is proper to a Creator, and not to a creature, to die—if one may so speak—for His own handiwork; and to a beloved Son, having a Godhead and kingdom not different from the Father, to acquire the people for Himself. And leading the argument, this great and true interpreter, to demonstrate both that He is a loving and saving God, and that He moved Himself—and did not yield to a superior Godhead—to become with us as one of us, without change and sin, says: But when the kindness and love toward man of God our Saviour appeared, not by works which we did, but according to His great mercy. And he also reproves the Colossians, and lays the foundation of the foremost theology concerning Him, writing, as has already been said in the chapter On the Consubstantial: Why according to the tradition of men, according to the elements of the world, and not according to Christ Jesus: because in Him dwells all the fullness of the Godhead bodily—that is, essentially. For He is fullness by nature, being the very paternal Godhead in essence. For He thought it not robbery to be equal with God; whereas we out of His fullness, through His goodness, received grace, which by nature, as servants, we did not have, according to John who says: And of His fullness have we all received, and grace for grace—that is, the grace of regeneration in place of the grace which we cast away, having transgressed the first ordinance concerning the one tree. For no longer, he says, are ye under law, but under grace; and again: Because in Him it pleased all the fullness to dwell, and through Him to reconcile all things unto Himself. These things also follow upon what went before. For since the Father is in the Son, and He in the Father by nature, as also everything kindred is somehow inseparable from