εσχόμην. Πάντα οὖν εἶπε τὰ πατρικὰ τυγχάνειν αὐτοῦ, ὥστε μηδὲν πλέον διδόναι τῷ Θεῷ Πατρὶ, ἢ μόνον τὸ εἶναι Πατέρα Υἱοῦ συνανάρχου καὶ συνυφεστῶτος. Οὕτω πιστεύειν ἀγαπείθει καὶ τὸ, Πάντα τὰ ἐμὰ σά ἐστιν· καὶ τὰ σὰ, ἐμά· καὶ δεδόξασμαι ἐν αὐτοῖς. Εἰ γὰρ μὴ διὰ τὴν φυσικὴν σχέσιν ὧδε ἐλέχθη, καὶ πᾶσιν τοῖς πατρικοῖς οὐσιωδῶς δεδόξασται ὁ Υἱός· εἰ μὴ βασιλεία καὶ δεσποτεία μία τυγχάνει· ἄρα, κατά γε λόγον αἱρετικὸν, ἔστιν ἃ μὴ ὑπὸ τὴν τοῦ Πατρὸς, ἀλλ' ὑπὸ τὴν ἐξουσίαν τοῦ Υἱοῦ τελεῖ. Καὶ πάλιν· Ἐὰν ἐγὼ δοξάζω ἐμαυτὸν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ Πατήρ μου ὁ δοξάζων με. Ἐμοὶ, φησὶν, λέγοντι περὶ τῆς ἐμαυτοῦ θεϊκῆς δόξης, ὅτι Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ἀπιστεῖτε· ἀλλ' ἔστιν ὁ μαρτυρῶν μοι Πατὴρ, ὅτι κατὰ φύσιν δοξάζομαι, Υἱὸς μὲν ὢν αὐτοῦ ἀγαπητὸς καὶ ἀληθινὸς, Θεὸς δὲ ὑμῶν καὶ Δεσπότης. Εἶτα λέγει· Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε. Ἴση κἀνταῦθα ἐφυλάχθη τιμή τε καὶ δόξα ταῖς θείαις [31 a] ὑποστάσεσιν. Ὧ γὰρ ἂν ὑπολάβωμεν τρόπῳ τὸν Πατέρα δοξάζειν τὸν Υἱὸν αὐτοῦ, τούτῳ αὐτὸς δοξάζεται ὑπ' αὐτοῦ. Καὶ αὖθις ἐπάγει· Καὶ νῦν δόξασόν με, Πάτερ, παρὰ σεαυτῷ, τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Φρικτὸν ἀκοῇ, ὅτι ὁ δόξαν ἔχων ἀνάρχως παρὰ τῷ ἑαυτοῦ Πατρὶ (τοῦτο γὰρ σημαίνει τὸ, Ἧ εἶχον δόξῃ πρὸ τοῦ τὸν κόσμον εἶναι) ὑπὸ αἱρετικῶν οὐ δοξάζεται. Ποία δὲ ἦν αὕτη; Ἣν, ὡς οἶμαι, καὶ Μάρκος ἔφη· Ὅταν ἔλθῃ ὁ Υἱὸς ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ· ἀντὶ τοῦ, Τὴν πατρικὴν δόξαν ἔχει, καὶ ἐν αὐτῇ ἥξει τὸ δεύτερον. Ὧν δὲ ἡ δόξα μία, οὐκ ἄλλη καὶ ἄλλη θεότης, καὶ βασιλεία, καὶ προσκύνησις καθέστηκεν. Ὅθεν προπαραγγέλλει· Πιστεύετε εἰς τὸν Θεὸν, καὶ εἰς ἐμὲ πιστεύετε· ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν. Τῆς γὰρ θεότητος, φησὶν, διαφορὰν οὐκ ἐχούσης, μίαν πίστεως γνῶσιν περὶ τῆς Τριάδος ἔχειν ὀφείλετε, ἵν' οὕτω κατασκηνώσητε ἐν ἐκείναις ταῖς τρισμακαρίσταις αὐλαῖς, ταῖς πᾶσιν ἁρμοδίαις τε καὶ ἀρκούσαις. Οὐ μόνον γοῦν τὰ ὑφ' ἡγητοῦ, ἀλλὰ καὶ τὰ Θεοῦ παρέχων, λέγει· Ἀφέωνταί σοι αἱ ἁμαρτίαι· προσέχεις κἀνταῦθα τὸ αὐτεξούσιον αὐτοῦ, ὅτι ὡσανεὶ πρὸς μείζονα οὐ πρεσβεύει, ἀλλ' ὡς αὐτοκράτωρ συγχωρεῖ. Ματθαῖος δὲ, συνεισφέρων καὶ αὐτὸς ταῖς περὶ τοῦ μονογενοῦς Υἱοῦ θεολογίαις, ἔφη· Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός· οὐδὲ τὸν Υἱόν τις ἐπιγινώσκει, εἰ μὴ ὁ Πατήρ. Πῶς τοίνυν οὗτοι φιλονεικοῦσιν, ὡς εἰδότες, τὸν μὲν Πατέρα ἀσύγκριτον· τὴν δὲ Υἱὸν αὐτοῦ, ἀνόμοιον αὐτῷ· τὴν δὲ οὐσίαν, ἀγεννησίαν· οὐδὲν
-dured. Therefore He said that all the Father's things are His, so as to give nothing more to God the Father than only to be Father of a co-unoriginate and co-subsistent Son. Thus also does this saying persuade us to believe: All Mine are Thine, and Thine are Mine; and I am glorified in them. For if this was not spoken here because of the natural relationship, and the Son has not been essentially glorified with all the Father's things; if the kingdom and lordship are not one; then, according to heretical reasoning at least, there are things that come not under the Father's, but under the Son's authority. And again: If I glorify Myself, My glory is nothing: it is My Father that glorifieth Me. Ye disbelieve Me, He says, when I speak concerning My divine glory, that I and the Father are one; but there is the Father Who beareth witness to Me, that I am glorified according to nature, being His beloved and true Son, but your God and Master. Then He says: Father, glorify Thy Son, that Thy Son also may glorify Thee. Here too equal honour and glory have been preserved for the divine [31 a] Hypostases. For in whatever manner we suppose the Father to glorify His Son, in that same manner He Himself is glorified by Him. And again He adds: And now glorify Thou Me, Father, with Thine own self, with the glory which I had before the world was, with Thee. It is fearful to hear that He Who has glory without beginning with His own Father (for this is what "with the glory which I had before the world was" means) is not glorified by heretics. And what was this glory? That which, as I think, Mark also spoke of: When the Son shall come in the glory of His Father; meaning, He has the Father's glory, and in it He shall come the second time. And of Whom the glory is one, the Godhead, and kingdom, and worship are not different. Wherefore He commands beforehand: Believe in God, believe also in Me; in My Father's house are many mansions. Since the Godhead, He says, has no difference, ye ought to have one knowledge of faith concerning the Trinity, that thus ye may tabernacle in those thrice-blessed courts, which are fitting and sufficient for all. Moreover, granting not only the things of a teacher, but also those of God, He says: Thy sins are forgiven thee; observe here too His sovereign authority, that He does not intercede as to a greater, but forgives as an absolute ruler. And Matthew, contributing also to the theological declarations concerning the only-begotten Son, said: No one knoweth the Father, save the Son; neither doth anyone know the Son, save the Father. How then do these men contend, as though they knew, that the Father is incomparable, and His Son unlike Him, and His essence unbegottenness; leaving nothing