Ἑβραίους, ὁ μὲν Μωϋσῆς Κύριον λέγει ἐν τῷ Δευτερονομίῳ· Κύριος γὰρ, φησὶν, μόνος ἦγεν αὐτοὺς, καὶ οὐκ ἦν μετ' αὐτῶν θεὸς ἀλλότριος. Καὶ ὁ Ἱερεμίας ὡσαύτως· Καὶ οὐκ εἴπατε, φησίν· Ποῦ ἔστιν Κύριος ὁ ἀναγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, ὁ καθοδηγήσας ὑμᾶς ἐν τῇ ἐρήμῳ; Ὁ δέ γε Ἡσαΐας, τὸ ἅγιον Πνεῦμα ὡδηγηκέναι λέγει· Ἤγαγε γὰρ, φησὶν, αὐτοὺς διὰ ἀβύσσου, ὡς ἵππον δι' ἐρήμου, καὶ οὐκ ἐκοπίασαν· καὶ ὡς κτήνη διὰ πεδίου. Κατέβη Πνεῦμα παρὰ Κυρίου, καὶ ὡδήγησεν αὐτούς. Ὁ δὲ Παῦλος ὁδηγὸν αὐτῶν τὸν Χριστὸν γεγενῆσθαι διδάσκει· Ἔπινον γὰρ, φησὶν, ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Ὧ συνῳδὰ καὶ Ἰούδας καθολικῶς γράφει· Ἅπαξ γὰρ Κύριος Ἰησοῦς λαὸν ἐξ Αἰγύπτου σώσας, δεύτερον τοὺς μὴ πιστεύσαντας αὐτῷ ἀπώλεσεν. Ἐνταῦθα οὖν διπλῶς ἀναιρεῖται ἡ ἐπιχείρησις τῶν λεγόντων κτίσμα τὸν σεπτὸν Υἱὸν καὶ τὸ θεῖκὸν Πνεῦμα, ἀπό τε τοῦ περὶ ἑκατέρας ὑποστάσεως κεχρησμῳδῆσθαι τὰ τὴν ἄπειρον μίαν φύσιν κατασημαίνοντα, ἀπό τε τοῦ παρακεῖσθαι, ὅτι Οὐκ ἦν μετ' αὐτῶν θεὸς ἀλλότριος, τοῦτ' ἔστιν ἑτεροούσιος. Τὸν ἴσον τρόπον Μωϋσῆς μὲν λέγει· Οὐκ ἔσται μερὶς, οὐδὲ κλῆρος τοῖς Λευΐταις ἐπὶ τῆς γῆς· Κύριος αὐτὸς, μερὶς αὐτῶν· Ἱερεμίας δέ· Ὁ πλάσας, φησὶν, τὰ πάντα, αὐτὸς κληρονομία τοῦ Ἰακώβ· Κύριος ὄνομα αὐτῷ· Δαυῒδ δὲ ἐν ιεʹ ψαλμῷ· Κύριος, μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου. Ὁ δέ γε Παῦλος τὸ ἅγιον Πνεῦμα τὴν κληρονομίαν εἶναι Ἐφεσίοις ἐπιστέλλει· Ἐν ᾧ, φησὶν, πιστεύσαντες, ἐσφραγίσθημεν τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ, ὅ ἐστιν ἀῤῥαβὼν τῆς κληρονομίας ἡμῶν. Ὁμοίως Παῦλος Κορινθίοις γράφει· Διαιρέσεις δὲ χαρισμάτων εἰσὶν, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσὶν, καὶ ὁ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. Δεικνὺς δὲ τὴν ταυτότητα τῆς θεότητος, οὐ μόνον ἐνταῦθα πρώτου ἐπιμέμνηται τοῦ Πνεύματος, εἶτα τοῦ Υἱοῦ, καὶ οὕτω τοῦ Πατρός· ἀλλὰ καὶ ὁ νῦν εἰρηκὼς τὸν Θεὸν τὰ πάντα ἐνεργεῖν, μετ' ὀλίγον ἐπάγει· Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται· σαφῶς καὶ διαῤῥήδην αὐτὸ Θεὸν ὁμοούσιον τῷ Πατρὶ καὶ τῷ
Hebrews, Moses says 'Lord' in Deuteronomy: For the Lord alone, he says, led them, and there was no strange god with them. And Jeremiah likewise: And ye said not, he says: Where is the Lord that brought you up out of the land of Egypt, that led you in the wilderness? And Isaiah says that the Holy Spirit led them: For He led them, he says, through the abyss, as a horse through the wilderness, and they did not grow weary; and as cattle through a plain. A Spirit came down from the Lord, and guided them. And Paul teaches that Christ was their guide: For they drank, he says, of a spiritual rock that followed them; and the rock was Christ. In agreement with whom Jude also writes in a catholic epistle: For the Lord Jesus, having once saved a people out of Egypt, afterward destroyed them that believed not. Here therefore the attempt of those who call the venerable Son and the divine Spirit a creature is doubly overthrown, both from the fact that the things signifying the one infinite nature are oracularly spoken concerning each hypostasis, and from the fact that it is subjoined that there was no strange god with them, that is, of another essence. In the same manner Moses says: There shall be no part nor inheritance for the Levites upon the earth; the Lord Himself is their part; and Jeremiah: He that formed all things, he says, is Himself the inheritance of Jacob; the Lord is His name; and David in Psalm 15: The Lord is the portion of mine inheritance and of my cup. And Paul writes to the Ephesians that the Holy Spirit is the inheritance: In Whom, he says, having believed, ye were sealed with the Holy Spirit of promise, which is the earnest of our inheritance. Likewise Paul writes to the Corinthians: Now there are diversities of gifts, but the same Spirit; and there are differences of administrations, and the same Lord; and there are diversities of operations, but the same God Who worketh all in all. And showing the identity of the Godhead, not only does he here make mention first of the Spirit, then of the Son, and thus of the Father, but also he who has just said that God worketh all things adds shortly after: But all these worketh that one and the selfsame Spirit, dividing to every man severally as He will; clearly and expressly showing Him to be God consubstantial with the Father and the