Migne Reading Room

PG 39 · cols. 380–389 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:380Read from the page
ταῖς ἐπιθυμίαις· καὶ Κορινθίοις· Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντος τούτου· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι· καὶ πάλιν· Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν· καὶ πάλιν· Ζηλοῦτε δὲ τὰ πνευματικά. Ἔτι καὶ τὴν Ἐκκλησίαν, ἥτις νοεῖται σὺν τῇ ἀναπεμπομένῃ ἐν αὐτῇ δόξῃ, καὶ τῇ προσαγομένῃ ἀναιμάκτῳ λατρείᾳ, Κορινθίοις μὲν τὸ πρῶτον γράφων τοῦ Θεοῦ εἶναι, κατήγγειλεν οὑτωσί· Ἀπρόσκοποι καὶ Ἰουδαίοις γίνεσθε, καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ· καὶ πάλιν· Ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ. Ἐφεσίοις δὲ πάλιν ἐπιστέλλων, τοῦ Χριστοῦ εἶναι αὐτὴν ἐδίδαξεν, ὧδε εἰπών· Ἵνα παραστήσῃ ἑαυτῷ ἄμεμπτον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων· ἀλλ' ἵνα ᾖ ἁγία καὶ ἄμωμος. Εἰ γὰρ μὴ ὧδε αὐτῷ ἐδόκει, ἑρμηνεύσει τις, τί βούλεται εἰπὼν [29 b] ὁ προφήτης Ἀγγαῖος, ὅτι Μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου, ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην· τοῦτ' ἔστιν, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, καὶ τῆς ἐν αὐτῇ δοξολογίας, παρὰ τὴν συναγωγὴν Ἰουδαίων, ἐν ᾗ μόνος ὁ Θεὸς καὶ Πατὴρ ἐθεολογεῖτο καὶ ἐδοξάζετο. Ἑπομένως τοίνυν καὶ τὸ Εὐαγγέλιον νῦν μὲν Θεοῦ τοῦ Πατρὸς εἶναι λέγει, γράφων Ῥωμαίοις· Παῦλος, δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ· καὶ πάλιν· Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον. Δύναμις γὰρ Θεοῦ ἐστιν, εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον, καὶ Ἕλληνι. Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται· ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται· καὶ Κορινθίοις τὸ δεύτερον· Ὅτι δωρεὰν τὸ τοῦ Θεοῦ Εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν. Νῦν δὲ Θεοῦ τοῦ μονογενοῦς αὐτὸ τυγχάνειν ἐπιστέλλει Κορινθίοις, τὸ μὲν αʹ· Ἀλλ' οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ· ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ ἐκκοπήν τινα δῶμεν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ· τὸ δὲ βʹ· Ἐλθὼν δὲ εἰς τὴν
desires; and to the Corinthians: For the love of Christ constraineth us, because we thus judge; and He died for all, that they which live should no longer live unto themselves, but unto Him Who died for them and rose again; and again: But the natural man receiveth not the things of the Spirit of God; for they are foolishness unto him; and again: Desire earnestly spiritual things. Moreover, the Church also, which is understood together with the glory sent up in her and the bloodless worship offered, writing first to the Corinthians he proclaimed to be of God, thus: Give no occasion of stumbling either to Jews, or to Greeks, or to the Church of God; and again: We have no such custom, neither the Churches of God. Writing again to the Ephesians, he taught that she is of Christ, saying thus: That He might present the Church to Himself faultless, not having spot, or wrinkle, or any such thing; but that she should be holy and without blemish. For if it did not seem thus to him, let someone interpret what the prophet Haggai means [29 b] when he says: Great shall be the glory of this house, the latter beyond the former; that is, of the Church of Christ and of the doxology in her, above the synagogue of the Jews, in which alone God and the Father was confessed as God and glorified. Consequently, therefore, he also says that the Gospel is now of God the Father, writing to the Romans: Paul, a servant of Jesus Christ, called to be an apostle, separated unto the Gospel of God; and again: For I am not ashamed of the Gospel. For it is the power of God unto salvation to everyone that believeth, to the Jew first, and also to the Greek. For therein is revealed a righteousness of God; and the righteous shall live by faith; and to the Corinthians the second time: Because I preached to you the Gospel of God free of charge. And now he writes to the Corinthians that it belongs to the Only-begotten God, in the first: Nevertheless we did not use this right; but we bear all things, that we may cause no hindrance to the Gospel of Christ; and in the second: Now when I came to
PG 39:381Read from the page
Τρῳάδα εἰς τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ· καὶ πάλιν· Δοξάζοντες τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ· καὶ Ῥωμαίοις· Μάρτυρ γάρ μου ἐστὶν ὁ Θεὸς ᾧ λατρεύω ἐν τῷ Εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ. Ἀλλὰ καὶ τὴν ἱερὰν λειτουργίαν ποτὲ μὲν Θεῷ τῷ Πατρὶ, ποτὲ δὲ Θεῷ τῷ μονογενεῖ αὐτοῦ Υἱῷ ἐκτελεῖσθαι ἔφη, γράψας Κορινθίοις, τὸ μὲν αʹ· Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος, ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων Θεοῦ· ὃ δὲ λοιπὸν, ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ· τὸ δὲ δεύτερον· Ἐν παντὶ συνιστῶντες ἑαυτοὺς, ὡς Θεοῦ διάκονοι· καὶ πάλιν· Διάκονοι Χριστοῦ εἰσιν; παραφρονῶν λέγω· ὑπὲρ ἐγώ. Καὶ . . . . . .
Troas for the Gospel of Christ; and again: Glorifying God for the obedience of your confession unto the Gospel of Christ; and to the Romans: For God is my witness, Whom I serve in the Gospel of His Son. Moreover, he said that the sacred ministry also is performed sometimes to God the Father, and sometimes to God His only-begotten Son, writing to the Corinthians, in the first: Let a man so account of us, as of ministers of Christ and stewards of the mysteries of God; moreover, it is required in stewards, that a man be found faithful; and in the second: In everything commending ourselves, as ministers of God; and again: Are they ministers of Christ? I speak as one beside himself; I more. And . . . . . .
ΚΕΦ. ΚϚʹ.
Chapter XXVI.
. . . . . . . . . . . . . . . . . . . . . . βῳ αὐτοῦ, καὶ ἐγκατελείφθη; ἢ τίς [30 a] ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερίδεν αὐτόν; Ὃς γὰρ, καὶ οἱ ἔξω φασὶν, πείθεται θεῷ, μάλα τ' ἔκλυεν αὐτοῦ. Τοιγαροῦν οὐδὲν ἐπίκτητον, ἢ ὑφ' ἑτέρου ἐνεργού-
. . . . . . [in His fear], and was forsaken? or who [30 a] called upon Him and He overlooked him? For whoever, as even those outside say, obeys God, Him He especially hearkens unto. Therefore nothing is acquired, or wrought by another,
PG 39:384Read from the page
μενον, ἐν ἑαυτῷ εἶναι· οἴκοθεν δ' ἐπάγεσθαι τἀγαθὰ πάντα παριστῶν, τὴν μίαν θεϊκὴν εἰρήνην, ἧς ὅριον οὐκ ἔστιν· περὶ ἧς Ἡσαΐας διακέκραγεν· Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν· Κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν· ὡς αὐτοῦ τυγχάνουσαν, διὰ τὸ ἐπίκοινον τῆς φύσεως, καὶ κυριότητος δίδωσιν κατεξουσίαν. Ἔφη γάρ· Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. Διὸ οὐχ ἥκιστα καὶ Παῦλος τοῦτο τὸ θεόσδοτον χρῆμα ἄμφω τὰς ἀγενήτους ὑποστάσεις ἀπαραλλάκτως χορηγεῖν ἔφη, Ῥωμαίοις οὕτω που γράψας· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ· διάγνωσιν δὲ ἡμῖν, τοῦτ' αὐτὸ οὕτως ἔχειν, παρέσχετο καὶ τὸ, Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν. Ταῦτα γὰρ οὐκ ἀμαθῶς εἰς τὴν κτίσιν, ἀλλ' εἰς τὴν θεϊκὴν ἀξίαν ἐκλαμβάνεται, εἰ ἀξίαν ἐπὶ τοῦ Θεοῦ φάναι χρή. Θεὸς γὰρ, φησὶν, ἐστὶν ὁ Πατήρ; εἰμὶ καὶ ἐγώ· Υἱὸς γὰρ αὐτοῦ μονογενὴς, καὶ ἀληθινὸς, καὶ ἀγαπητός. Κύριός ἐστιν ὁ Πατήρ; εἰμὶ καὶ ἐγὼ πάντων Κύριος, καὶ κληρονόμος ζῶντος Πατρὸς, τῆς κληρονομίας δεσπόζων. Κληρονομῶ δὲ τὰ ἐμαυτοῦ, τοῦτο μὲν ὡς ποιητὴς αὐτῶν, τοῦτο δὲ καὶ ὡς γνήσιος Υἱός. Ἐτέθην δὲ κληρονόμος, ὡς ἐνανθρωπήσας. Δημιουργὸς καὶ βασιλεύς ἐστιν ὁ Πατήρ; εἰμί. Εἶπον γὰρ ὑμῖν, ὡς Ἧν τις βασιλεὺς, καὶ ἐπορεύθη ποιῆσαι γάμους τῷ υἱῷ αὐτοῦ τῷ βασιλεῖ. Ἄτρεπτός ἐστιν ὁ Πατήρ; εἰμ! καὶ ἐγώ. Κεχρησμῴδηται γὰρ περὶ ἐμοῦ· Σὺ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Ἀπαθής ἐστιν ὁ Πατήρ; εἰμὶ, ὡς καὶ τοὺς μετόχους μου ἀπαθείας [30 b] μεταλαμβάνειν. Ἄναρχος ὁ Πατήρ; εἰμί. Οὐ γὰρ ἦν, ὅτε οὐκ εἶχεν τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τῆς δόξης αὐτοῦ τὸ ἐνυπόστατον ἀπαύγασμα, καὶ τὸν χαρακτῆρα τῆς ὑποστάσεως, καὶ τὴν εἰκόνα τῆς θεότητος, ἐμέ. Ζωὴ, καὶ φῶς, καὶ ἀγαθότης, καὶ δύναμις, καὶ σοφία, καὶ ἀλήθεια, καὶ ὅσα Θεοῦ ἄξιά ἐστιν ὁ Πατήρ; εἰμὶ, ὡς φθάσαντες ἠκούσατε. Καὶ μέντοι καὶ Σωτὴρ ἐγὼ, ἀνατέλλων τὸν ἥλιον ἐπὶ δικαίους καὶ ἁμαρτωλοὺς, καὶ οὐχ ἐπάγων κακὸν ἀντὶ κακοῦ. Φιλάνθρωπος ὁ Πατήρ; εἰμί· ὅπουγε ὑμῶν ἕνεκα ἐμαυτὸν ἐκένωσα, μορφὴν δούλου λαβών· καὶ ῥαπιζόντων, καὶ ἐμπτυόντων, καὶ ἐμπαιζόντων, καὶ σταυρούντων ὑμῶν ἠν-
-ed, to be in Himself; showing forth that all good things are brought from His own store, the one divine peace, of which there is no limit; concerning which Isaiah cried aloud: Lord our God, give us peace; for Thou hast rendered all things unto us; Lord, beside Thee we know no other; as belonging to Him, through the community of nature, and He gives the full authority of lordship. For He said: Peace I leave with you, My peace I give unto you. Wherefore not least Paul also said that both unbegotten Hypostases without difference furnish this God-given gift, writing somewhere to the Romans thus: Grace to you and peace from God our Father and the Lord Jesus Christ; and He has also provided us with a clear discernment that this very thing is so, by the saying: All things whatsoever the Father hath are Mine. For these things are not foolishly taken as referring to creation, but to divine dignity, if one may speak of dignity in the case of God. For is the Father God, he says? I am also; for I am His only-begotten, and true, and beloved Son. Is the Father Lord? I am also Lord of all, and heir of the living Father, having mastery over the inheritance. And I inherit My own things, partly as their Maker, and partly also as true Son. And I was appointed heir, as having become man. Is the Father Creator and King? I am. For I told you that there was a certain king, and he went to make a marriage feast for his son the king. Is the Father immutable? I am also. For it has been prophesied concerning Me: Thou art the same, and Thy years shall not fail. Is the Father impassible? I am, so that those who partake of Me also share in impassibility [30 b]. Is the Father without beginning? I am. For there was never a time when He did not have the name of Father, and the subsistent radiance of His glory, and the express image of His hypostasis, and the image of the Godhead, namely Me. Is the Father life, and light, and goodness, and power, and wisdom, and truth, and all things worthy of God? I am, as ye have already heard. And indeed I am also Saviour, making the sun to rise upon the righteous and the unrighteous, and not bringing evil in return for evil. Is the Father a lover of mankind? I am; seeing that for your sakes I emptied Myself, taking the form of a servant; and when ye struck Me, and spat upon Me, and mocked Me, and crucified Me, I en-
Notes, col. 384

On the reading

Printed εἰμ!, for εἰμὶ.

Printed οὐχ ἐπάγων, for οὐκ ἐπάγων.

PG 39:385Read from the page
εσχόμην. Πάντα οὖν εἶπε τὰ πατρικὰ τυγχάνειν αὐτοῦ, ὥστε μηδὲν πλέον διδόναι τῷ Θεῷ Πατρὶ, ἢ μόνον τὸ εἶναι Πατέρα Υἱοῦ συνανάρχου καὶ συνυφεστῶτος. Οὕτω πιστεύειν ἀγαπείθει καὶ τὸ, Πάντα τὰ ἐμὰ σά ἐστιν· καὶ τὰ σὰ, ἐμά· καὶ δεδόξασμαι ἐν αὐτοῖς. Εἰ γὰρ μὴ διὰ τὴν φυσικὴν σχέσιν ὧδε ἐλέχθη, καὶ πᾶσιν τοῖς πατρικοῖς οὐσιωδῶς δεδόξασται ὁ Υἱός· εἰ μὴ βασιλεία καὶ δεσποτεία μία τυγχάνει· ἄρα, κατά γε λόγον αἱρετικὸν, ἔστιν ἃ μὴ ὑπὸ τὴν τοῦ Πατρὸς, ἀλλ' ὑπὸ τὴν ἐξουσίαν τοῦ Υἱοῦ τελεῖ. Καὶ πάλιν· Ἐὰν ἐγὼ δοξάζω ἐμαυτὸν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ Πατήρ μου ὁ δοξάζων με. Ἐμοὶ, φησὶν, λέγοντι περὶ τῆς ἐμαυτοῦ θεϊκῆς δόξης, ὅτι Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ἀπιστεῖτε· ἀλλ' ἔστιν ὁ μαρτυρῶν μοι Πατὴρ, ὅτι κατὰ φύσιν δοξάζομαι, Υἱὸς μὲν ὢν αὐτοῦ ἀγαπητὸς καὶ ἀληθινὸς, Θεὸς δὲ ὑμῶν καὶ Δεσπότης. Εἶτα λέγει· Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε. Ἴση κἀνταῦθα ἐφυλάχθη τιμή τε καὶ δόξα ταῖς θείαις [31 a] ὑποστάσεσιν. Ὧ γὰρ ἂν ὑπολάβωμεν τρόπῳ τὸν Πατέρα δοξάζειν τὸν Υἱὸν αὐτοῦ, τούτῳ αὐτὸς δοξάζεται ὑπ' αὐτοῦ. Καὶ αὖθις ἐπάγει· Καὶ νῦν δόξασόν με, Πάτερ, παρὰ σεαυτῷ, τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Φρικτὸν ἀκοῇ, ὅτι ὁ δόξαν ἔχων ἀνάρχως παρὰ τῷ ἑαυτοῦ Πατρὶ (τοῦτο γὰρ σημαίνει τὸ, Ἧ εἶχον δόξῃ πρὸ τοῦ τὸν κόσμον εἶναι) ὑπὸ αἱρετικῶν οὐ δοξάζεται. Ποία δὲ ἦν αὕτη; Ἣν, ὡς οἶμαι, καὶ Μάρκος ἔφη· Ὅταν ἔλθῃ ὁ Υἱὸς ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ· ἀντὶ τοῦ, Τὴν πατρικὴν δόξαν ἔχει, καὶ ἐν αὐτῇ ἥξει τὸ δεύτερον. Ὧν δὲ ἡ δόξα μία, οὐκ ἄλλη καὶ ἄλλη θεότης, καὶ βασιλεία, καὶ προσκύνησις καθέστηκεν. Ὅθεν προπαραγγέλλει· Πιστεύετε εἰς τὸν Θεὸν, καὶ εἰς ἐμὲ πιστεύετε· ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν. Τῆς γὰρ θεότητος, φησὶν, διαφορὰν οὐκ ἐχούσης, μίαν πίστεως γνῶσιν περὶ τῆς Τριάδος ἔχειν ὀφείλετε, ἵν' οὕτω κατασκηνώσητε ἐν ἐκείναις ταῖς τρισμακαρίσταις αὐλαῖς, ταῖς πᾶσιν ἁρμοδίαις τε καὶ ἀρκούσαις. Οὐ μόνον γοῦν τὰ ὑφ' ἡγητοῦ, ἀλλὰ καὶ τὰ Θεοῦ παρέχων, λέγει· Ἀφέωνταί σοι αἱ ἁμαρτίαι· προσέχεις κἀνταῦθα τὸ αὐτεξούσιον αὐτοῦ, ὅτι ὡσανεὶ πρὸς μείζονα οὐ πρεσβεύει, ἀλλ' ὡς αὐτοκράτωρ συγχωρεῖ. Ματθαῖος δὲ, συνεισφέρων καὶ αὐτὸς ταῖς περὶ τοῦ μονογενοῦς Υἱοῦ θεολογίαις, ἔφη· Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός· οὐδὲ τὸν Υἱόν τις ἐπιγινώσκει, εἰ μὴ ὁ Πατήρ. Πῶς τοίνυν οὗτοι φιλονεικοῦσιν, ὡς εἰδότες, τὸν μὲν Πατέρα ἀσύγκριτον· τὴν δὲ Υἱὸν αὐτοῦ, ἀνόμοιον αὐτῷ· τὴν δὲ οὐσίαν, ἀγεννησίαν· οὐδὲν
-dured. Therefore He said that all the Father's things are His, so as to give nothing more to God the Father than only to be Father of a co-unoriginate and co-subsistent Son. Thus also does this saying persuade us to believe: All Mine are Thine, and Thine are Mine; and I am glorified in them. For if this was not spoken here because of the natural relationship, and the Son has not been essentially glorified with all the Father's things; if the kingdom and lordship are not one; then, according to heretical reasoning at least, there are things that come not under the Father's, but under the Son's authority. And again: If I glorify Myself, My glory is nothing: it is My Father that glorifieth Me. Ye disbelieve Me, He says, when I speak concerning My divine glory, that I and the Father are one; but there is the Father Who beareth witness to Me, that I am glorified according to nature, being His beloved and true Son, but your God and Master. Then He says: Father, glorify Thy Son, that Thy Son also may glorify Thee. Here too equal honour and glory have been preserved for the divine [31 a] Hypostases. For in whatever manner we suppose the Father to glorify His Son, in that same manner He Himself is glorified by Him. And again He adds: And now glorify Thou Me, Father, with Thine own self, with the glory which I had before the world was, with Thee. It is fearful to hear that He Who has glory without beginning with His own Father (for this is what "with the glory which I had before the world was" means) is not glorified by heretics. And what was this glory? That which, as I think, Mark also spoke of: When the Son shall come in the glory of His Father; meaning, He has the Father's glory, and in it He shall come the second time. And of Whom the glory is one, the Godhead, and kingdom, and worship are not different. Wherefore He commands beforehand: Believe in God, believe also in Me; in My Father's house are many mansions. Since the Godhead, He says, has no difference, ye ought to have one knowledge of faith concerning the Trinity, that thus ye may tabernacle in those thrice-blessed courts, which are fitting and sufficient for all. Moreover, granting not only the things of a teacher, but also those of God, He says: Thy sins are forgiven thee; observe here too His sovereign authority, that He does not intercede as to a greater, but forgives as an absolute ruler. And Matthew, contributing also to the theological declarations concerning the only-begotten Son, said: No one knoweth the Father, save the Son; neither doth anyone know the Son, save the Father. How then do these men contend, as though they knew, that the Father is incomparable, and His Son unlike Him, and His essence unbegottenness; leaving nothing
Notes, col. 385

On the reading

Printed ἀγαπείθει, for ἀναπείθει.

Printed τὴν Υἱὸν, for τὸν Υἱὸν.

PG 39:388Read from the page
ἐξαίρετον τῇ γνώσει τοῦ Θεοῦ Πατρὸς καὶ τοῦ μονογενοῦς Θεοῦ καταλιμπάνοντες, οὐδὲ λογιζόμενοι, ὅτιπερ οὐδὲν ἑτεροφυὲς ἴσην τῷ ἑτεροουσίῳ κέκτηται γνῶσιν; Παῦλος δὲ ὁμοίως γράφει [31 b] Τιμοθέῳ μὲν ἐν τῇ πρώτῃ Ἐπιστολῇ· Προστάσσω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα, καὶ Ἰησοῦ Χριστοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, φυλάξαι τὴν παραγγελίαν ἄσπιλον, ἀνεπίληπτον, ἕως τῆς ἐπιφανείας τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ· ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος, καὶ μόνος δυνατὸς, καὶ Βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, καὶ φῶς οἰκῶν ἀπρόσιτον· ὃν οὐδεὶς ἀνθρώπων ἴδεν, οὔτε ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ δόξα αἰώνιος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Αἱρετικοῖς μὲν γὰρ δέδοκται τῷ Πατρὶ μόνῳ διδόναι τὸ, Ὁ μόνος δυνατὸς, καὶ Βασιλεὺς βασιλευόντων, καὶ τὰ ἐξῆς. Ὥσπερ δὲ περὶ ἀμφοῖν τῶν ἀειμνήστων ὑποστάσεων εἶπεν· Προστάσσω σοι ἐνώπιον τοῦ Θεοῦ καὶ Χριστοῦ Ἰησοῦ· οὕτως ἐπ' ἀμφοῖν αὐτῶν, ὡς κατὰ ἑνὸς τῇ θεότητι, καὶ τὰ ἐξῆς ὕμνησεν. Οὐ γὰρ, ὡς οὗτοι, ἠγνόησεν αὐτὸς τὸ, Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν· καὶ τὸ, Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα· καὶ τὸ, Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς, καὶ ζωὴ αἰώνιος· καὶ, Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· καὶ, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· ἀλλὰ καὶ ἀποτείνεται μᾶλλον τὰ ἐκκείμενα πρὸς τὸν Υἱόν. Ἔχει γάρ· Παραφυλάξαι τὴν παραγγελίαν ἕως τῆς ἐπιφανείας τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ· ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνατός. Δῆλον δ', ὅτι ὁ Υἱὸς δείξει τὴν ἑαυτοῦ ἐπιφάνειαν, τὸ δεύτερον ἐλευσόμενος. Ἐπιτήρει οὖν, ὅτι διὰ τὴν ἰσοτιμίαν Πατρὸς καὶ Υἱοῦ, καὶ δόξαν τὴν πρώτην αὐτῷ ἀπονέμει. Ῥωμαίοις δέ· Τὰ γὰρ ἀόρατα αὐτοῦ, ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασιν νοούμενα καθορᾶται· ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θεότης. Καὶ ταυτὶ δὲ οὐ ῥέπει πρὸς ποίημα. Οὐ γὰρἐν τῷ γενητὸν νοεῖσθαι τὸν Δημιουργὸν, ἡ [32 a] ἀϊδιότης καὶ θεό-
reserved for the knowledge of God the Father and of the Only-begotten God, nor considering that nothing of another nature possesses equal knowledge with that of another essence? And Paul likewise writes [31 b] to Timothy in the first Epistle: I charge thee before God, Who quickeneth all things, and Christ Jesus, Who before Pontius Pilate witnessed the good confession, to keep the commandment without spot, irreproachable, until the appearing of our Lord Jesus Christ; which in His own times He shall show, Who is the blessed and only Potentate, and King of kings, and Lord of lords, Who alone hath immortality, and dwelleth in light unapproachable; Whom no man hath seen, nor can see: to Whom be honour and eternal glory unto the ages of ages. Amen. For it has seemed good to the heretics to give to the Father alone the saying: Who is the blessed and only Potentate, and King of kings, and the rest. But just as he spoke concerning both the ever-memorable Hypostases: I charge thee before God and Christ Jesus; so concerning both of them, as of one in the Godhead, he also sang the rest. For he was not, like these men, ignorant of the saying: All things whatsoever the Father hath are Mine; and: That all should honour the Son, even as they honour the Father; and: This is the true God, and eternal life; and: This is our God; another shall not be reckoned beside Him; and: This is My beloved Son; nay, rather, the words set forth are directed especially to the Son. For it has: To keep the commandment until the appearing of our Lord Jesus Christ; which in His own times the blessed and only Potentate shall show. Now it is clear that the Son will show His own appearing, when He comes the second time. Observe therefore that on account of the equal honour of Father and Son, he assigns to Him also the first glory. And to the Romans: For His invisible things, from the creation of the world, being understood through the things that are made, are clearly seen, even His eternal power and Godhead. And these words also do not incline towards a creature. For it is not in the Creator's being conceived as created that His [32 a] eternity and God-
Notes, col. 388

On the reading

Printed γὰρἐν, for γὰρ ἐν.

PG 39:389Read from the page
της αὐτοῦ οὐ γνωρίζεται, τοῦτ' ἔστιν ἡ ἀεὶ καὶ κατὰ ταυτὰ ἔχουσα θεότης. Φιλιππησίοις δέ· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών. Τί τῆς ἰσότητος ταύτης εὑρίσκεται ἄνισον; Οὐχ ἥρπασε γὰρ, φησὶν, οὐκ ἔλαβε τὸ ἴσον εἶναι τῇ φύσει τῷ Θεῷ καὶ Πατρί. Καὶ δὴ ὁ μὴ ὑπ' ἄλλου κενωθεὶς, ἑαυτὸν δὲ κενώσας, αὐθέντην δεσπότην ὁμοῦ καὶ ἀΐδιον ἑαυτὸν ἐπέδειξεν. Εἰ γὰρ ἐγένετο ἐν δούλου μορφῇ, ἀναμφίλογον, ὡς οὐ διετέλεῖ πρὶνὴ τοῦτο γένηται ἐν ποιήμασιν, ἀλλ' ἐν ἐλευθέρᾳ τῇ πατρικῇ φύσει ἦν. Ἐπειδὴ μὴ δυνατὸν ἦν ὀφθῆναι, συγκατέβη ἀτρέπτως, ἀφαντασιάστως, ἕως οἰκέτου μορφῆς· καὶ τὰ τοῦ οἰκέτου ἀπώσατο ἄχθη, καὶ ζωῆς φαιδροτέρας δέδωκεν ἀρχήν· ὅθεν καὶ ὅστις ἀνάρχως ἦν, ἐπεγνώσθη. Καὶ τὰ ἄλλα δὲ τὰ ἐπισταλέντα τοῖς αὐτοῖς Φιλιππησίοις, ὅτι ἤδη πως τὸν Υἱὸν, προὔχοντά τε καὶ ὑπερβάλλοντα σὺν τῷ ἑαυτοῦ Πατρὶ, ὅσον πρὸς ἀσυνέτους ἀποφαίνει, ἤδη μοι λέλεκται πρόσθεν ἐν κεφαλαίῳ ζʹ· κωλύει δὲ οὐδὲν, καὶ ἀπὸ τῆς ἀρχαίας τοῦτο συστῆσαι Γραφῆς· δεῖ γὰρ μὴ παρέργως κεχρῆσθαι τῇ θεολογίᾳ. Λέγει οὖν παρὰ τῷ Ἡσαΐᾳ ὁ Θεός· Τὰς νουμηνίας ὑμῶν, καὶ τὰ Σάββατα, καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. Ἐγενήθητέ μοι εἰς πλησμονήν· οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν· κἂν πληρώσητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Λούσασθε, καθαροὶ γένεσθε· ἀφέλετε τὰς ἁμαρτίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν. Ὁρᾷς τοίνυν, ὅτι καὶ φθάνει φιλανθρωπία τὴν ἀπειλὴν, ὅσον οὐδέπω διαλλαττόμενος, καὶ μηνιεῖν μακρὰ, μᾶλλον δὲ μηνιεῖν ὅλως οὐκ εἰδώς· καὶ μισεῖ τὰς ἑορτὰς αὐτῶν, ὅ ἐστι τὴν [32 b] θρησκείαν, ὡς τῆς τελεωτάτης θεογνωσίας ἀπολειπομένην· παρακελεύεται δὲ βαπτισθῆναι, ὥστε δέξασθαι τὴν πίστιν πρὸς τὸν περὶ τοῦ βαπτίσματος δεσποτικὸν ὅρον. Ἐπιστώσατο δὲ ἡμᾶς καὶ ἀλλαχοῦ ὁ Παῦλος, ἐπὶ λέξεως ἀνακεκραγὼς, μὴ ἔχειν ἑαυτοῦ μείζονα τὸν Υἱόν. Εἰπόντος γὰρ τοῦ Θεοῦ ἐν τῇ Γενέσει πρὸς τὸν Ἀβραάμ· Τὸν υἱόν σου προσένεγκέ μοι θυσίαν· καὶ τοῦτο προθύμως ποιήσαντος, καὶ ἐπάγειν ἐπ'
-head are made known, that is, the Godhead that always holds itself in the same manner. And to the Philippians: Who, existing in the form of God, counted it not a prize to be equal to God, but emptied Himself, taking the form of a servant. What unequal thing is found in this equality? For He did not seize, he says, He did not take the being equal by nature to God and the Father. And indeed, He Who was not emptied by another, but emptied Himself, showed Himself to be at once sovereign Master and eternal. For if He came to be in the form of a servant, it is indisputable that before this happened He did not continue among creatures, but was in the free nature of the Father. Since it was not possible for Him to be seen, He condescended immutably, without illusion, even to the form of a servant; and He cast away the burdens of the servant, and gave a beginning of a brighter life; whence also it was recognized Who He was without beginning. And as for the other things written to the same Philippians, that He already in a certain way declares the Son to be pre-eminent and surpassing with His own Father, as regards the senseless, this has already been stated by me earlier in Chapter 7; yet nothing prevents us from establishing this also from the ancient Scripture; for we must not treat theology carelessly. God therefore says in Isaiah: Your new moons, and your Sabbaths, and your feasts My soul hateth. Ye have become a loathing to Me; I will no longer remit your sins; even if ye multiply your supplication, I will not hearken unto you; for your hands are full of blood. Wash you, become clean; put away your sins from your souls. Thou seest then that His love for mankind anticipates even the threat, being all but reconciled, and not knowing how to be wroth for long, or rather not knowing how to be wroth at all; and He hates their feasts, that is, their [32 b] worship, as falling short of the most perfect knowledge of God; and He exhorts them to be baptized, so as to receive the faith according to the Lord's decree concerning baptism. And Paul also assured us elsewhere, crying out explicitly that the Son has none greater than Himself. For when God said in Genesis to Abraham: Offer thy son to Me as a sacrifice; and he eagerly did this, and was about to bring upon
Notes, col. 389

On the reading

Printed διετέλεῖ, for διετέλει.

Printed πρὶνὴ, for πρὶν ἢ.