Migne Reading Room

PG 39 · cols. 356–365 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:356Read from the page
εἰμι ἡ ζωή· καὶ πάλιν· Τὰ ῥήματα, ἃ λελάληκα ὑμῖν, Πνεῦμά ἐστι, καὶ ζωή ἐστι)· καὶ εἰ ἀγαθὸν τοῦ ἁγίου Πνεύματος ὁ ἁγιασμὸς, καὶ ἡ ἐν τῷ φωτίσματι ἐνέργεια (συμμνημονεύεται γὰρ ὡς συνεργὸν), ἔτι δὲ καὶ ἡ διανομὴ τῶν οὐρανίων δωρημάτων· πάντως ἀγαθὸς ὁ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα. Οὐκ ἀκοῇ δὲ μόνον ἐδιδάχθημεν, ἀλλὰ καὶ ἐθεασάμεθα, ὡς ἐγχωρεῖ τῆς σεπτῆς καὶ ὁμοουσίου Τριάδος τὸ ἰδικὸν τῶν ὑποστάσεων· τοῦ μὲν Πατρὸς ἐξ οὐρανῶν λέγοντος· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· τοῦ δὲ Μονογενοῦς αὐτοῦ ἐπὶ γῆς βαπτιζομένου· [22 b] τοῦ δὲ ἑνὸς καὶ μόνου ἁγίου Πνεύματος αὐτοῦ κατιόντος ἐν εἴδει περιστερᾶς, καὶ μένοντος ἐπ' αὐτὸν τὸν μονογενῆ Θεὸν καὶ Υἱόν. Καὶ Δαυϊτικὸν γὰρ θησαύρισμα ἐν πδʹ τοῦτο πιστοῦται ψαλμῷ· ὅτι ὁ σαρκωθεὶς ἐκ τῶν γηΐνων ἡμῶν, ὑπὸ τοῦ Θεοῦ Πατρὸς ἐμαρτυρεῖτο Υἱός. Γνώριμος δὲ πᾶσιν ὁ λόγος, ἔχων ὧδε· Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, δικαιοσύνη ἐκ τῶν οὐρανῶν διέκυψεν. Ὁμοίως, διὰ τὸ μὴ εἶναι διαφορὰν θεότητος τῇ φρικτῇ καὶ ἀχράντῳ Τριάδι, ποτὲ τὸν Πατέρα μετὰ τοῦ Υἱοῦ ἐκφαίνουσι τὰ λόγια, ὡς ὅταν λέγῃ, Δαυῒδ μέν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου· Παῦλος δέ· Χάρις ὑμῖν, καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ· ποτὲ δὲ τὸν Πατέρα μετὰ τοῦ ἁγίου Πνεύματος συνάπτουσιν, ὡς ὅταν Ἀγγαῖος προφητεύῃ· Διότι ἐγὼ μεθ' ὑμῶν εἰμι, λέγει Κύριος παντοκράτωρ, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν· καὶ πάλιν· Οὐκ ἐν δυνάμει μεγάλῃ, οὐδὲ ἐν ἰσχύϊ, ἀλλ' ἢ ἐν Πνεύματί μου, εἶπε Κύριος παντοκράτωρ. Ἐγχρονιστέων τῷ ῥητῷ. Ἐπειδὴ γὰρ ἔστιν ὅτε οἱ ἑτερόδοξοι, τοῦ Πνεύματος σὺν τῷ Πατρὶ μνημονευομένου, φασὶν ἀνυπόστατον δύναμίν τινα δηλοῦσθαι, ἠσφαλισμένως ἔχει τὸ προκείμενον ῥητόν. Καὶ Ἠσαΐας· Καὶ νῦν Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ· καὶ πάλιν· Ἐκεῖ συνήντησαν ἔλαφοι, καὶ ἔδοσαν τὰ πρόσωπα ἀλλήλων· ἀριθμῷ παρήλθοσαν, καὶ μία αὐτῶν οὐκ ἀπώλετο· ἑτέρα τὴν ἑτέραν οὐκ ἐζή-
am the life; and again: The words that I have spoken unto you, they are Spirit, and they are life); and if the sanctification of the Holy Spirit is good, and [His] operation in illumination (for He is mentioned together as a fellow-worker), and furthermore the distribution of heavenly gifts: by all means the Son is good, and the Holy Spirit. And not by hearing only have we been taught, but we have also beheld, so far as is possible, the distinctive property of the hypostases of the august and consubstantial Trinity: the Father indeed speaking from heaven, This is My beloved Son; His Only-begotten being baptized on earth; and His one and only Holy Spirit descending in the form of a dove, and abiding upon the Only-begotten God and Son Himself. For a Davidic treasury also in the eighty-fourth Psalm confirms this: that He who was incarnate from our earthly [nature] was borne witness to as Son by God the Father. And the saying is known to all, running thus: Truth has sprung up from the earth, righteousness has looked down from heaven. Likewise, because there is no difference of Godhead in the awesome and immaculate Trinity, at one time the oracles reveal the Father with the Son, as when David says, The Lord said unto my Lord, Sit Thou at My right hand; and Paul, Grace to you and peace from God the Father, and our Lord Jesus Christ; and at another time they join the Father with the Holy Spirit, as when Haggai prophesies: For I am with you, says the Lord Almighty, and My Spirit stands in the midst of you; and again: Not by great power, nor by strength, but by My Spirit, said the Lord Almighty. One must linger upon this saying. For since there are times when the heterodox, when the Spirit is mentioned with the Father, say that some unsubsistent power is signified, the saying before us is securely fortified. And Isaiah: And now the Lord has sent Me, and His Spirit; and again: There hinds met together, and beheld one another's faces; they passed by in number, and not one of them perished; neither did the one see-
Notes, col. 356

On the reading

Printed Ἐγχρονιστέων, for Ἐγχρονιστέον.

PG 39:357Read from the page
τησαν· διότι Κύριος ἐνετείλατο αὐταῖς, καὶ τὸ Πνεῦμα αὐτοῦ συνήγαγεν αὐτάς. Παῦλος δὲ Κορινθίοις· Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Καὶ πάλιν· [23 a] Ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος ἁγίου· καὶ πάλιν· Ἡμῖν δὲ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοῦ. Ἄλλοτε δὲ μόνον τὸν Υἱὸν ὀνομάζουσιν, ὡς ἡνίκα Ἡσαΐας προφητεύῃ· Καὶ νῦν, Κύριε, πατὴρ ἡμῶν σὺ, ἡμεῖς δὲ πηλὸς ἔργα τῶν χειρῶν σου πάντες. Παῦλος δὲ Γαλάταις· Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἄλλοτε σὺν τῷ ἁγίῳ Πνεύματι τὸν Μονογενῆ κηρύττουσιν, ὡς ὅταν Παῦλος Κορινθίοις μὲν ἐπιστέλλῃ· Ἀλλὰ ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε, ἀλλ' ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν· Ῥωμαίοις δέ· Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι ἁγίῳ· καὶ πάλιν· Εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει, ὃν οὐκ ἐκηρύξαμεν· ἢ Πνεῦμα ἕτερον λαμβάνετε, ὃ οὐκ ἐλάβετε. Καὶ ἄλλοτε τοῦ ἁγίου Πνεύματος κατὰ μόνας ἐπιμέμνηται, ὡς ὁπόταν Ἡσαΐας μὲν προφητεύῃ· Αὐτοὶ ἠπείθησαν, καὶ παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ πάλιν. Κατέβη Πνεῦμα παρὰ Κυρίου, καὶ ὡδήγησεν αὐτούς. Παῦλος δὲ Κορινθίοις γράφει· Σαρκικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ· καὶ ὡς Στέφανος ἐν ταῖς Πράξεσι φάσκει· Ὑμεῖς τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε. Καὶ πάλιν· Ἡμεῖς ἐσμεν μάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Καθὰ ὡς ἐπίπαν εἰώθαμεν λέγειν· Ἡμεῖς μόνοι ἐνταῦθά ἐσμεν, καὶ ὁ Θεός. Καὶ
-k the other; for the Lord commanded them, and His Spirit gathered them together. And Paul to the Corinthians: Know ye not that ye are the temple of God, and the Spirit of God dwells in you? And again: The love of God has been poured forth in our hearts through the Holy Spirit; and again: But unto us God revealed [them] through His Spirit. At another time they name only the Son, as when Isaiah prophesies: And now, O Lord, Thou art our Father, and we are clay, all the works of Thy hands. And Paul to the Galatians: For as many of you as were baptized into Christ have put on Christ. At another time they proclaim the Only-begotten together with the Holy Spirit, as when Paul writes to the Corinthians: But ye were washed, but ye were sanctified, but ye were justified in the name of our Lord Jesus Christ, and in the Spirit of our God; and to the Romans: I speak the truth in Christ, I lie not, my conscience bearing witness with me in the Holy Spirit; and again: For if he that comes preaches another Jesus, whom we did not preach, or ye receive another Spirit, which ye did not receive. And at another time it mentions the Holy Spirit alone, as when Isaiah prophesies: They rebelled and provoked the Holy Spirit. And again: A Spirit came down from the Lord and guided them. And Paul writes to the Corinthians: Now the natural man receives not the things of the Spirit of God; and as Stephen says in the Acts: Ye always resist the Holy Spirit. And again: We are witnesses of these words, and the Holy Spirit. Just as we are generally accustomed to say: We alone are here, and God. And
PG 39:360Read from the page
ὁ Σωτὴρ δὲ παρ' Ἰωάννῃ, μόνου μνημονεύει τοῦ θεϊκοῦ Πνεύματος, λέγων· Ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς τὴν ἀλήθειαν πᾶσαν. Καὶ αἱ Πράξεις ὡσαύτως περὶ τούτου πιστοῦνται· Τοῦ δὲ Πέτρου διανοουμένου περὶ τοῦ ῥήματος, εἶπεν αὐτῷ τὸ Πνεῦμα τὸ ἅγιον· Ἀναστὰς κατάβηθι, καὶ πορεύου σὺν αὐτοῖς, μηδὲν διακρινόμενος· διότι ἐγὼ ἀπέσταλκα αὐτούς. Καὶ πάλιν· Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατέ μοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν εἰς τὸ ἔργον, ὃ προσκέκλημαι αὐτούς. Καὶ πάλιν Πέτρῳ εἶπεν τὸ ἅγιον Πνεῦμα· Ἀναστὰς πορεύθητι εἰς τὸν οἶκον Κορνηλίου. Καὶ αὖθις κομψευόμεναι αἱ ἀποστολικαὶ Πράξεις, διατριβὴν παρέχουσι τῷ τοιῷδε λόγῳ· περιέχουσι γάρ· Τότε ὁ Παῦλος πλησθεὶς Πνεύματος ἁγίου, εἶπε πρὸς αὐτόν. Καὶ ἔτι· Ὁ γὰρ Πέτρος πλησθεὶς Πνεύματος ἁγίου, εἶπε πρὸς τὸν λαόν. Σημαίνεται δὲ ὁμοίως τὸ ἰσόῤῥοπον καὶ ἰσοδύναμον τῶν παντίμων ὑποστάσεων. καὶ ἐν τῷ τὸν Δεσπότην Θεὸν Λόγον, διὰ τῆς προλεχθείσης αὐτοῦ εἰς τὸ βάπτισμα πανυμνήτου φωνῆς, τὴν ἰσοτιμίαν ἑαυτῷ καὶ τῷ ἁγίῳ Πνεύματι τὴν πρὸς τὸν Πατέρα φυλάξαι· δι' ἣν αἱ ἱεραὶ βίβλοι, ποτὲ μὲν πρώτου μέμνηνται τοῦ Πατρός, καὶ οὕτω τοῦ Υἱοῦ, ἢ τοῦ ἁγίου Πνεύματος· ποτὲ δὲ πρώτου ἐπιμέμνηνται τοῦ Υἱοῦ, διὰ τὸ τῆς φύσεως ἀμέριστον, καὶ τῆς θεολογίας τὸ ἀδιάφορον· ὡς ὅταν λέγῃ Ἰὼβ, τρανῶς τὴν Τριάδα δηλῶν· Ζῇ
And the Saviour in John makes mention of the divine Spirit alone, saying: When He, the Spirit of truth, is come, He will guide you into all truth. And the Acts likewise bear witness concerning this: While Peter thought on the word, the Holy Spirit said to him: Arise, get thee down, and go with them, doubting nothing; for I have sent them. And again: Thus saith the Holy Spirit: Separate unto me Paul and Barnabas for the work whereunto I have called them. And again to Peter the Holy Spirit said: Arise, go into the house of Cornelius. And once more the apostolic Acts, speaking with elegance, linger upon such an expression; for they contain this: Then Paul, filled with the Holy Spirit, said unto him. And further: For Peter, filled with the Holy Spirit, said unto the people. And likewise the equal poise and equal power of the all-honoured hypostases is signified, and in the fact that the Master God the Word, through His aforementioned all-hymned voice at baptism, preserved for Himself and for the Holy Spirit equal honour with the Father; on account of which the sacred books sometimes make mention first of the Father, and thus of the Son, or of the Holy Spirit; and sometimes make mention first of the Son, on account of the indivisibility of the nature and the indistinguishability of the theology; as when Job says, clearly declaring the Trinity: Liveth
PG 39:361Read from the page
Κύριος, ὃς οὕτω με κέκρικε, καὶ ὁ Παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν· εἰ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης, Πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισίν. Τὸ ζωοποιοῦν με ἅγιον Πνεῦμα, φησὶν, καὶ ἀναπνεῖν ἔτι ποιοῦν. Καὶ ὡς ἡνίκα Παῦλος Θεσσαλονικεῦσι τὸ δεύτερον γράφει· Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ὁ Θεὸς καὶ Πατὴρ παρακαλέσει ὑμῶν τὰς καρδίας. Καὶ Γαλάταις· Παῦλος ἀπόστολος, οὐκ ἀπ' ἀνθρώπου, οὐδὲ δι' ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ Πατρός. Καὶ Κορινθίοις, ὡς προείρηται· Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος. Καὶ ὁ Σωτὴρ δέ φησιν· Ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Ποτὲ δὲ πρῶτον τὸ ἅγιον Πνεῦμα ὀνομάζουσιν, μετέπειτα δὲ τὸν Πατέρα, ἢ τὸν Υἱὸν, ὡς ὅταν Δαυῒδ ψάλλῃ· Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Καὶ ὁ Ἰὼβ, τὸ εὔγνωμον δεικνὺς, φάσκει· Πνεῦμα θεῖον τὸ ποιῆσάν με· πνοὴ δὲ Παντοκράτορος ἡ διδάσκουσά με. Καὶ ὡς Παῦλος ἐν τῇ πρώτῃ Ἐπιστολῇ Κορινθίοις γράφει· Διαιρέσεις δὲ χαρισμάτων εἰσὶν, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσὶν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. Ποτὲ δὲ περὶ δύο ὑποστάσεων διαλέγονται ἀνωνύμως, ὡς ὅτε Ζαχαρίας λέγει· Εἶπεν Κύριος πρὸς τὸν διάβολον· Ἐπιτιμήσει Κύριος ἐν σοὶ, διάβολε. Καὶ ἀνωτέρω ἐδείχθη διὰ πλειόνων.
the Lord, Who hath thus judged me, and the Almighty Who hath embittered my soul; while my breath is still within me, and a divine Spirit is that which remaineth to me in my nostrils. The Holy Spirit, he says, that gives me life and causes me still to breathe. And as when Paul writes the second letter to the Thessalonians: Now our Lord Jesus Christ Himself, and God and the Father, shall comfort your hearts. And to the Galatians: Paul, an apostle, not of man, neither by man, but by Jesus Christ and God the Father. And to the Corinthians, as was said before: The grace of our Lord Jesus Christ, and the love of God and the Father, and the communion of the Holy Spirit. And the Saviour also says: We will come, I and the Father, and will make our abode with him. And sometimes they name first the Holy Spirit, and afterwards the Father or the Son, as when David sings: Whither shall I go from Thy Spirit? and from Thy face whither shall I flee? And Job, showing his gratitude, says: A divine Spirit is that which made me, and the breath of the Almighty is that which teacheth me. And as Paul writes in the first Epistle to the Corinthians: Now there are diversities of gifts, but the same Spirit; and there are differences of administrations, but the same Lord; and there are diversities of operations, but the same God, Who worketh all in all. And sometimes they discourse concerning two hypostases without naming them, as when Zechariah says: The Lord said unto the devil: The Lord rebuke thee, O devil. And above it was shown at greater length.
PG 39:364Read from the page
ΚΕΦ. ΙΘ΄.
Chapter XIX.
Περὶ τοῦ τὸ νῦν λεχθὲν περὶ τοῦ Πατρὸς, ἄλλοτε περὶ τοῦ Υἱοῦ εἰρῆσθαι, ἢ τοῦ ἁγίου Πνεύματος, διὰ τὸ ἐν μιᾷ θεότητι τὴν Τριάδα ὑπάρχειν.
Concerning the fact that what was just said of the Father is at other times said of the Son, or of the Holy Spirit, because the Trinity subsists in one Godhead.
Ἐν μιᾷ τοιγαροῦν θεότητι οἱ ἱεροφάνται τὴν ἔνδοξον Τριάδα ἐπιστάμενοι, καὶ τὴν θεολογίαν αὐτῆς ἐπίκοινον οὖσαν, ὅπερ νῦν εἰρήκασι περὶ τοῦ Πατρὸς, ἄλλοτε ἄλλοι περὶ τοῦ Υἱοῦ, ἢ τοῦ ἁγίου Πνεύματος διαγορεύουσιν· οὐχ ἐναντιούμενοι ἑαυτοῖς, ἀλλὰ διὰ τὸ καὶ ἡμᾶς εἰδέναι τοῦτό τε αὐτὸ τῆς ὀρθῆς πίστεως τὸ κέριον· καὶ ὡς οἵας δ' ἂν ὑποστάσεως ἐπιμνησθῶμεν ἐκ παντὸς, καὶ τὴν ἄλλην τῇ πίστει συνανελάβομεν, ἅτε ἀχώριστον. Ἀψευδεῖν δὲ ἀνάγκη τοὺς ἀψευδεῖς ὑποφήτας Θεοῦ, καὶ δόξης ἀρνουμένης τὴν ἀλήθειαν καθαροὺς τοὺς τὴν ἁπλῆν καὶ ὄντως ἀλήθειαν, τοῦτ' ἔστιν τὴν ἀγαθότητα, τοῦ Θεοῦ διδάσκοντας. Μὴ καθαροῖς γὰρ καθαρῶν ἐφάπτεσθαι μὴ οὐχὶ θεμιτὸν, φασίν· οἱ δὲ ἦσαν καθαροὶ, καὶ πάσης ψευδοδοξίας ἀλλότριοι. Εὑρήσομεν δὲ τοῦτο εὐθὺς εἰς τὴν θεοπτίαν, ἣν ἐθεάσατο Ἡσαΐας. Τί δὲ μὴ πρῶτον ὅλου ἐκείνου, ὡς ἔχει, μνημονεύσω τοῦ χωρίου; Λέγει οὖν· Ἴδον τὸν Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Καὶ σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ· ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ἓξ πτέρυγες τῷ ἑνί· καὶ ταῖς μὲν δυσὶ πτέρυξι κατεκάλυπτον τὰ πρόσωπα, ταῖς δὲ δυσὶ τοὺς πόδας, ταῖς δὲ δυσὶν ἐπέταντο, καὶ ἔκραζον ἕτερος πρὸς τὸν ἕτερον· Ἅγιος, ἅγιος, ἅγιος Κύριος σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Καὶ μεθ' ἕτερά φησιν· Εἶπέ μοι· Εἰπὲ τῷ λαῷ· Ἀκοῇ ἀκούετε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσιν, καὶ τῇ καρδίᾳ συνῶσιν· καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς. Καὶ μεταξὺ ἄλλων ἐπιφέρει· Καὶ τὸν βασιλέα Κύριον Σα-
Knowing therefore that the glorious Trinity is in one Godhead, and that its theology is common, what they have just said concerning the Father, at other times others declare concerning the Son or the Holy Spirit; not contradicting themselves, but in order that we too may know this very chief point of the right faith; and that of whatever hypostasis we may make mention, by all means we have also grasped the other by faith, as being inseparable. And it is necessary that the truthful interpreters of God be free from falsehood, and that those who teach the simple and truly real truth, that is, the goodness, of God be pure from opinion that denies the truth. For it is not lawful, they say, for the impure to touch pure things; but they were pure, and strangers to all false opinion. And we shall find this straightway in the divine vision which Isaiah beheld. Why should I not first make mention of that whole passage, just as it stands? He says therefore: I saw the Lord Sabaoth sitting upon a throne high and lifted up, and the house was full of His glory. And seraphim stood round about Him: six wings to the one, and six wings to the one; and with two wings they covered their faces, and with two their feet, and with two they flew, and cried one to another: Holy, holy, holy, Lord Sabaoth: heaven and all the earth are full of His glory. And after other things he says: He said to me: Say to the people: By hearing ye shall hear, and shall not understand; and seeing ye shall see, and shall not perceive. For the heart of this people is waxed gross, and with their ears they have heard dully, and their eyes they have closed, lest at any time they should see with their eyes, and hear with their ears, and understand with their heart, and should turn, and I should heal them. And among other things he adds: And the King, the Lord Sa-
PG 39:365Read from the page
βαὼθ ἴδον τοῖς ὀφθαλμοῖς μου· καὶ ἀπεστάλη πρὸς μὲ ἓν τῶν σεραφὶμ, καὶ τὰ ἑξῆς. Τὸν ὀφθέντα τοίνυν Κύριον Σαβαὼθ καὶ βασιλέα, Ἡσαΐας μὲν οὗτος αὐτὸν τὸν Θεὸν Πατέρα εἶναι οἶδεν· Παῦλος δὲ, ἐν τῇ βίβλῳ τῶν ἀποστολικῶν Πράξεων, τὸ ἅγιον Πνεῦμα τυγχάνειν ὃν ἀπεφήνατο, τοιῶσδε ἀνειπών· Καλῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησε πρὸς τοὺς πατέρας ὑμῶν διὰ Ἡσαΐου τοῦ προφήτου, λέγοντος· Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον, καὶ εἰπὲ αὐτῷ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ τὰ ἑξῆς ὡς πρόκειται. Ἰωάννης δὲ ἐν Εὐαγγελίῳ τὸν Υἱὸν τοῦ Θεοῦ εἶναι διωρίσατο· ἔφη γάρ· Τοσαῦτα σημεῖα πεποιηκότος τοῦ Ἰησοῦ, οὐκ ἠδύναντο πιστεύειν· ὅτι εἶπεν Ἡσαΐας· Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς, καὶ ἐπήρωσεν αὐτῶν τὴν καρδίαν· ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ νοήσωσι τῇ καρδίᾳ, καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς. Καὶ εὐθὺς ἐπάγει· Ταῦτα δὲ εἶπεν Ἡσαΐας, ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ, τοῦτ' ἔστιν τοῦ Υἱοῦ τοῦ Θεοῦ. Ταῦτα μὲν δὴ περὶ τούτων ὧδέ πη. Ἄκουε δὲ καὶ ἕτερα τῆς αὐτῆς δυνάμεως, τοῦ Δαυῒδ ἐν ψαλμῷ ϟδʹ ἐκ προσώπου τοῦ Θεοῦ Πατρὸς ᾄσαντος τῇ λύρᾳ τοιῶσδε· Ἐπείρασάν με οἱ πατέρες ὑμῶν, καὶ ἴδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη. Διὸ προσώχθισα τῇ γενεᾷ ταύτῃ, καὶ εἶπον· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ. Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου. Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Παῦλος, Ἑβραίοις γράφων, ἐκ τοῦ αὐτοῦ ψαλμοῦ ἀπὸ τοῦ ἁγίου Πνεύματος διορίζεται τόνδε τὸν τρόπον· Καθὼς εἶπε, φησὶν, τὸ Πνεῦμα τὸ ἅγιον· Σήμερον ἐὰν τῆς φωνῆς μου ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, καὶ ἴδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη. Καὶ Στέφανος, εἰς τὰς ἀποστολικὰς Πράξεις, τοὺς Ἰουδαίους ἀπὸ τῆς αὐτῆς ἐντρέπων Γραφῆς, ἔφη· Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσὶν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε· ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς. Ὁμοίως δὲ ἐξ Αἰγύπτου ὡδηγηκέναι τοὺς
baoth, I saw with my eyes; and there was sent unto me one of the seraphim, and so forth. This Lord Sabaoth and King Who was seen, then, Isaiah knows to be God the Father Himself; but Paul, in the book of the apostolic Acts, declared Him to be the Holy Spirit, proclaiming thus: Well spake the Holy Spirit unto your fathers by Isaiah the prophet, saying: Go unto this people, and say to it: By hearing ye shall hear, and shall not understand, and so forth as set out before. And John in the Gospel defined Him to be the Son of God; for he said: Though Jesus had done so many miracles, they could not believe; because Isaiah said: He hath blinded their eyes, and hardened their heart; that they should not see with their eyes, and understand with their heart, and be converted, and I should heal them. And straightway he adds: These things said Isaiah, when he saw His glory, that is, of the Son of God. So much then concerning these things in this manner. Hear also other things of the same force, David having sung on the lyre in Psalm 94 in the person of God the Father thus: Your fathers tempted Me, and saw My works forty years. Wherefore I was grieved with this generation, and said: They do always err in their heart. And they have not known My ways. So I sware in My wrath, if they shall enter into My rest. Paul, writing to the Hebrews, defines it from the same psalm as from the Holy Spirit in this way: As the Holy Spirit said, he says: Today if ye will hear My voice, harden not your hearts, as in the provocation, in the day of temptation, where your fathers tempted Me, and saw My works forty years. And Stephen, in the apostolic Acts, putting the Jews to shame from the same Scripture, said: Ye stiffnecked and uncircumcised in heart and ears, ye do always resist the Holy Spirit: as your fathers did, so do ye. And likewise that He led out of Egypt the
Notes, col. 365

On the reading

Printed ὃν, for ὄν.