Migne Reading Room

PG 39 · cols. 368–377 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:368Read from the page
Ἑβραίους, ὁ μὲν Μωϋσῆς Κύριον λέγει ἐν τῷ Δευτερονομίῳ· Κύριος γὰρ, φησὶν, μόνος ἦγεν αὐτοὺς, καὶ οὐκ ἦν μετ' αὐτῶν θεὸς ἀλλότριος. Καὶ ὁ Ἱερεμίας ὡσαύτως· Καὶ οὐκ εἴπατε, φησίν· Ποῦ ἔστιν Κύριος ὁ ἀναγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, ὁ καθοδηγήσας ὑμᾶς ἐν τῇ ἐρήμῳ; Ὁ δέ γε Ἡσαΐας, τὸ ἅγιον Πνεῦμα ὡδηγηκέναι λέγει· Ἤγαγε γὰρ, φησὶν, αὐτοὺς διὰ ἀβύσσου, ὡς ἵππον δι' ἐρήμου, καὶ οὐκ ἐκοπίασαν· καὶ ὡς κτήνη διὰ πεδίου. Κατέβη Πνεῦμα παρὰ Κυρίου, καὶ ὡδήγησεν αὐτούς. Ὁ δὲ Παῦλος ὁδηγὸν αὐτῶν τὸν Χριστὸν γεγενῆσθαι διδάσκει· Ἔπινον γὰρ, φησὶν, ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Ὧ συνῳδὰ καὶ Ἰούδας καθολικῶς γράφει· Ἅπαξ γὰρ Κύριος Ἰησοῦς λαὸν ἐξ Αἰγύπτου σώσας, δεύτερον τοὺς μὴ πιστεύσαντας αὐτῷ ἀπώλεσεν. Ἐνταῦθα οὖν διπλῶς ἀναιρεῖται ἡ ἐπιχείρησις τῶν λεγόντων κτίσμα τὸν σεπτὸν Υἱὸν καὶ τὸ θεῖκὸν Πνεῦμα, ἀπό τε τοῦ περὶ ἑκατέρας ὑποστάσεως κεχρησμῳδῆσθαι τὰ τὴν ἄπειρον μίαν φύσιν κατασημαίνοντα, ἀπό τε τοῦ παρακεῖσθαι, ὅτι Οὐκ ἦν μετ' αὐτῶν θεὸς ἀλλότριος, τοῦτ' ἔστιν ἑτεροούσιος. Τὸν ἴσον τρόπον Μωϋσῆς μὲν λέγει· Οὐκ ἔσται μερὶς, οὐδὲ κλῆρος τοῖς Λευΐταις ἐπὶ τῆς γῆς· Κύριος αὐτὸς, μερὶς αὐτῶν· Ἱερεμίας δέ· Ὁ πλάσας, φησὶν, τὰ πάντα, αὐτὸς κληρονομία τοῦ Ἰακώβ· Κύριος ὄνομα αὐτῷ· Δαυῒδ δὲ ἐν ιεʹ ψαλμῷ· Κύριος, μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου. Ὁ δέ γε Παῦλος τὸ ἅγιον Πνεῦμα τὴν κληρονομίαν εἶναι Ἐφεσίοις ἐπιστέλλει· Ἐν ᾧ, φησὶν, πιστεύσαντες, ἐσφραγίσθημεν τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ, ὅ ἐστιν ἀῤῥαβὼν τῆς κληρονομίας ἡμῶν. Ὁμοίως Παῦλος Κορινθίοις γράφει· Διαιρέσεις δὲ χαρισμάτων εἰσὶν, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσὶν, καὶ ὁ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. Δεικνὺς δὲ τὴν ταυτότητα τῆς θεότητος, οὐ μόνον ἐνταῦθα πρώτου ἐπιμέμνηται τοῦ Πνεύματος, εἶτα τοῦ Υἱοῦ, καὶ οὕτω τοῦ Πατρός· ἀλλὰ καὶ ὁ νῦν εἰρηκὼς τὸν Θεὸν τὰ πάντα ἐνεργεῖν, μετ' ὀλίγον ἐπάγει· Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται· σαφῶς καὶ διαῤῥήδην αὐτὸ Θεὸν ὁμοούσιον τῷ Πατρὶ καὶ τῷ
Hebrews, Moses says 'Lord' in Deuteronomy: For the Lord alone, he says, led them, and there was no strange god with them. And Jeremiah likewise: And ye said not, he says: Where is the Lord that brought you up out of the land of Egypt, that led you in the wilderness? And Isaiah says that the Holy Spirit led them: For He led them, he says, through the abyss, as a horse through the wilderness, and they did not grow weary; and as cattle through a plain. A Spirit came down from the Lord, and guided them. And Paul teaches that Christ was their guide: For they drank, he says, of a spiritual rock that followed them; and the rock was Christ. In agreement with whom Jude also writes in a catholic epistle: For the Lord Jesus, having once saved a people out of Egypt, afterward destroyed them that believed not. Here therefore the attempt of those who call the venerable Son and the divine Spirit a creature is doubly overthrown, both from the fact that the things signifying the one infinite nature are oracularly spoken concerning each hypostasis, and from the fact that it is subjoined that there was no strange god with them, that is, of another essence. In the same manner Moses says: There shall be no part nor inheritance for the Levites upon the earth; the Lord Himself is their part; and Jeremiah: He that formed all things, he says, is Himself the inheritance of Jacob; the Lord is His name; and David in Psalm 15: The Lord is the portion of mine inheritance and of my cup. And Paul writes to the Ephesians that the Holy Spirit is the inheritance: In Whom, he says, having believed, ye were sealed with the Holy Spirit of promise, which is the earnest of our inheritance. Likewise Paul writes to the Corinthians: Now there are diversities of gifts, but the same Spirit; and there are differences of administrations, and the same Lord; and there are diversities of operations, but the same God Who worketh all in all. And showing the identity of the Godhead, not only does he here make mention first of the Spirit, then of the Son, and thus of the Father, but also he who has just said that God worketh all things adds shortly after: But all these worketh that one and the selfsame Spirit, dividing to every man severally as He will; clearly and expressly showing Him to be God consubstantial with the Father and the
Notes, col. 368

On the reading

Printed θεῖκὸν, for θεϊκὸν.

PG 39:369Read from the page
Υἱῷ ἅμα καὶ αὐτεξούσιον παριστῶν. Ἔστιν ἀκοῦσαι καὶ τοῦ Θεοῦ καὶ Πατρὸς παρ' Ἡσαΐᾳ μὲν εἰρηκότος· Καὶ τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω· Ἰωάννου δὲ φήσαντος· Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα (ἤδη γὰρ ᾔδει σαφῶς, ὅτι οὐχ ἑτεροουσίῳ τῷ Μονογενεῖ καὶ τῷ ἁγίῳ Πνεύματι ἡ δόξα ἀναπέμπεται)· πάλιν τοῦ Μάρκου λέγοντος ἀπὸ τοῦ Χριστοῦ· Ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. Ὁ Ματθαῖος, τὸ αὐτὸ κεφάλαιον ἐκτιθέμενος, οὐκ εἶπεν, Ἐν τῇ δόξῃ τοῦ Πατρὸς, ἀλλ', Ἐν τῇ τοῦ Υἱοῦ, οὕτω γράψας· Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ' αὐτοῦ· ὅτε καθίσῃ ἐπὶ θρόνου δόξης αὐτοῦ. Καὶ παρ' Ἰωάννῃ δέ φησιν· Δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον παρὰ σοὶ, πρὸ τοῦ τὸν κόσμον εἶναι.
Son at the same time as possessing free authority. One may hear also God the Father saying in Isaiah: And My glory will I not give to another; and John saying: That all men should honour the Son, even as they honour the Father (for already he knew clearly that glory is not sent up to the Only-begotten and the Holy Spirit as to one of another essence); and again Mark speaking from Christ: For whosoever shall be ashamed of Me and of My words in this adulterous and sinful generation, of him also shall the Son of man be ashamed, when He cometh in the glory of His Father with the holy angels. Matthew, setting forth the same topic, did not say 'In the glory of the Father', but 'In that of the Son', writing thus: When the Son of man shall come in His glory, and all the holy angels with Him, when He shall sit upon the throne of His glory. And in John He says: Glorify Thou Me with the glory which I had with Thee before the world was.
ΚΕΦ. Κ΄.
Chapter XX.
Περὶ τοῦ, διὰ τὸ ὁμοούσιον καὶ ἰσοδύναμον, κατοικεῖν ἐν πιστοῖς τόν τε Πατέρα, τόν τε Υἱὸν, τό τε ἅγιον Πνεῦμα. Καὶ πρὸς τὴν τῶν ἑτεροδόξων ἀντίθεσιν.
Concerning the fact that, on account of being consubstantial and equal in power, the Father, the Son, and the Holy Spirit dwell in believers. And against the objection of the heterodox.
Εὑρήσομεν ἔτι τὸ ὁμοούσιον τῆς Τριάδος, καὶ ὡς ἀπαραλλάκτως πάντα ἐστὶν αὐτῇ δυνατὰ, εἰ ξυνείδωμεν, ὅτι αὐτὴ μόνη, ὑπὲρ τὸ ἄϋλον καὶ ἀόρατον οὖσα, κατ' οὐσίαν μετέχεσθαι δύναται, καὶ πληροῦν ὃν ἔκτισε ναόν· καὶ αὐτῇ οὐ τὸ πρᾶγμα τοῦτο μόνον, ἀλλὰ καὶ ἡ λέξις ἁρμόζει. Ἕπεται γὰρ τῷ μεθεκτῷ τὸ ἄτρεπτον· καὶ τούτῳ τὸ ἄκτιστον, ὅ. ἐστιν καὶ ἄναρχον. Οὐδὲν δὲ κτιστὸν, ὅσον ἀπὸ Γραφῶν συνηθείας, μετουσίας τρόπῳ μετέχεσθαι δύναται, ἢ πληροῦν οὐσιωδῶς τὸν ἄνθρωπον· ἀλλὰ μόνῳ τῷ τῆς ἕξεως, τῆς ἀγαθῆς, ἢ τῆς φαύλης. Μεταφορικῶς γὰρ λέγομέν τινας ἀρετῆς καὶ ἐπιστήμης πεπληρῶσθαι, καὶ τεθεωρημένως προφέρειν δύνασθαι τὰ ἀρετῆς καὶ ἐπιστήμης ἐπίχειρα, ὡς οἱ ἀκραιφνῶς τῆς χάριτος τοῦ ἁγίου Πνεύματος μεταλαχόντες. Μαρτυρεῖται οὖν κατοικεῖν ἐν ἡμῖν ὅ τε Πατὴρ, ὅ τε Υἱὸς καὶ τὸ Πνεῦμα, ὡς ἡνίκα Παῦλος Κορινθίοις τὸ δεύτερον γράφει ἐκ τοῦ Ἱερεμίου· Ἡμεῖς γὰρ ναὸς Θεοῦ ἐσμεν ζῶντος, καθὼς εἶπεν ὁ Θεός· Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μου λαός· καὶ πάλιν· Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; καὶ οὐκ οἴδατε, ὅτι τὰ σώ-
We shall find further the consubstantiality of the Trinity, and that all things are without variation possible to It, if we understand that It alone, being above what is immaterial and invisible, can be participated in according to essence, and fill the temple which It created; and to It not only this reality, but also the word is fitting. For immutability follows upon being participable, and upon this uncreatedness, which is also being without beginning. Nothing created, so far as the usage of the Scriptures goes, can be participated in by way of participation, or fill man substantially; but only in that of habit, whether good or bad. For metaphorically we say that some have been filled with virtue and knowledge, and can contemplatively bring forth the rewards of virtue and knowledge, as those who have genuinely partaken of the grace of the Holy Spirit. It is testified therefore that the Father, the Son, and the Spirit dwell in us, as when Paul writes the second letter to the Corinthians from Jeremiah: For we are the temple of the living God, as God hath said: I will dwell in them, and walk in them; and I will be their God, and they shall be My people; and again: Know ye not that ye are the temple of God, and that the Spirit of God dwelleth in you? and know ye not that your bo-
Notes, col. 369

On the reading

Printed ὅ., for ὅ,.

PG 39:372Read from the page
ματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ τοῦ Θεοῦ; Καὶ Ἐφεσίοις· Ἵνα δῴη ὑμῖν, κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι, διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν Χριστὸν, διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν. Καὶ ὡς ὅταν ὁ Δεσπότης ἐν Ἰωάννῃ λέγει· Τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ, οὐδὲ γινώσκει αὐτό· ὑμεῖς δὲ γινώσκετε αὐτὸ, ὅτι παρ' ὑμῖν μένει, καὶ ἐν ὑμῖν ἔσται· καὶ πάλιν· Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει· καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτὸν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα. Ἔσται δὲ τοῦτο πλέον καταφανὲς τῷ ἐπιστάνοντι, ὅτι θελήσας ὁ πάντα δυνάμενος Θεὸς Λόγος, ἄτρεπτός τε διέμεινεν καὶ ὑπὸ τῆς Παρθένου ἐκυοφορήθη. Οἱ δὲ πάλιν ἐνίστανται ἀντιλέγοντες. Γέγραπται δῆθεν περὶ μὲν Ἀνανία· Διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου; περὶ δὲ Ἰούδα, ὡς Εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς. Πρὸς οὓς ῥητέον, ὡς Οὐ μετεχόμενος, οὐδὲ τῇ ψυχῇ ὥσπερ ἐπιβατεύων, ἀλλὰ φενακίζων, καὶ κακοβουλίας, καὶ παλίμβολον τρόπον ἐνεργαζόμενος, καὶ πάρεργον ποιῶν τῆς ἑαυτοῦ πονηρίας, πληροῖ τὸν μὴ προσέχοντα τῷ, Μὴ δῴης εἰς σάλον τὸν πόδα σου, καὶ οὐ μὴ νυστάξει ὁ φυλάσσων σε· καθ' ὃν τρόπον Ἔλυμαν τὸν υἱὸν αὐτοῦ ἐπλήρωσεν τῇ ὑποβολῇ πράξεως σατανικῆς· λέγει γὰρ αὐτῷ Παῦλος, μυσαρῷ τὴν γνώμην καὶ τὰς πράξεις τυγχάνοντι, καὶ ἀνάπλεῳ τῆς διαβολικῆς μοχθηρίας, καὶ κατασοφιζομένῳ τοὺς ἁγίους, ὡς δοκεῖν ἐν αὐτῷ οἰκεῖν τὸν ἀρχέκακον πατέρα αὐτοῦ· Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας
dies are the temple of the Holy Spirit Who is in you, Whom ye have from God? And to the Ephesians: That He would grant you, according to the riches of His glory, to be strengthened with might, through His Spirit for the inner man, that Christ may dwell through faith in your hearts. And as when the Master says in John: The Spirit of truth, Whom the world cannot receive, because it seeth Him not, neither knoweth Him: ye know Him, for He dwelleth with you, and shall be in you; and again: If a man love Me, he will keep My word; and My Father will love him, and We will come unto him, and make Our abode with him. And this will be yet more manifest to him who understands that God the Word, Who can do all things, when He willed it, both remained immutable and was conceived in the womb by the Virgin. But they again object and contradict. It is written, forsooth, concerning Ananias: Why hath Satan filled thine heart? and concerning Judas, that Satan entered into him. To whom it must be said, that not by being participated in, nor as it were mounting upon the soul, but by deceiving, and working evil counsels and a treacherous disposition, and making a by-work of his own wickedness, he fills the one who does not attend to the saying: Give not thy foot to be moved, and he that keepeth thee shall not slumber; in which manner he filled Elymas his son by the suggestion of a satanic deed; for Paul says to him, who was abominable in mind and deeds, and full of diabolical depravity, and using sophistry against the saints, so that his father, the author of evil, seemed to dwell in him: O full of all guile and all villainy,
PG 39:373Read from the page
υἱὲ διαβόλου· ἔτι δὲ καθὼς καὶ τοὺς ψευδοπρεσβύτας ἐπὶ τῆς σεμνοπρεπεστάτης Σωσάννης ἐπλήρωσεν ἀκολάστου γνώμης· ἔχει δὲ οὕτωσί· Ἦλθον δὲ καὶ οἱ δύο πρεσβύτεροι πλήρεις τῆς ἀνόμου ἐννοίας. Καὶ ἵνα μὴ ὄχλον πολὺν τῇ ἀκοῇ παρασκευάζωμεν, πολλὰ ἃ λέγειν εἴχομεν, εἰς τοῦτο παρέντες, συντόμως ἐροῦμεν, ὡς εἴπερ κρατεῖ ὁ λόγος αὐτῶν οὗτος, ὅρα λοιπὸν μὴ μέγα οἴεσθαι τὸ τὴν θείαν γαληνότητα οἰκεῖν ἐν πιστοῖς, ἀλλ' ὡς ἔν γε δὴ μόνῳ τῷ δοκεῖν τοῦτο τὴν δόξαν ἔχειν.
child of the devil; and further, as he also filled the false elders in the case of the most venerable Susanna with licentious intent; and it stands thus: And the two elders came full of lawless thought. And lest we cause much trouble to the hearing, passing over many things which we had to say on this point, we will say briefly that if this argument of theirs prevails, it is time henceforth not to think it a great thing that the divine serenity dwells in believers, but that this has glory only in mere seeming.
ΚΕΦ. ΚΑ΄.
Chapter XXI.
Περὶ τοῦ, διὰ τὸ ἀπαράλλακτον τῆς φύσεως καὶ τῆς οὐσίας, λαλεῖν ἐν πιστοῖς τὴν Τριάδα.
Concerning the fact that, on account of the invariability of nature and essence, the Trinity speaks in believers.
Καὶ τὸ λαλεῖν δὲ ἐξ ἴσου ἐν ἁγίοις τὰς θείας ὑποστάσεις, τὴν ἀπαραλλαξίαν τῆς φύσεως καὶ ἐξουσίας ἀπαγγέλλει. Ζαχαρίας μὲν γὰρ, οὐχ ὁ προφήτης, ἀλλ' ὁ πατὴρ Ἰωάννου, Κύριον τὸν Θεὸν Ἰσραὴλ διὰ τῶν προφητῶν λελαληκέναι ἔφησεν. Καὶ Παῦλος δὲ ὁμοίως Ἑβραίοις ἐπέστειλεν· Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ. Καὶ Κορινθίοις δὲ περὶ τοῦ Υἱοῦ ἔγραψεν· Ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ. Ὁ δέ γε Σωτὴρ παρὰ Ματθαίῳ διδάσκει· Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν ἐστιν τὸ λαλοῦν ἐν ὑμῖν.
And the fact that the divine hypostases speak equally in the saints proclaims the invariability of their nature and authority. For Zechariah, not the prophet, but the father of John, said that the Lord God of Israel had spoken through the prophets. And Paul likewise wrote to the Hebrews: God, Who at sundry times and in divers manners spake in time past unto the fathers by the prophets, hath in these last days spoken unto us in the Son. And to the Corinthians he wrote concerning the Son: Since ye seek a proof of Christ speaking in me. And the Saviour teaches in Matthew: For it is not ye that speak, but the Spirit of your Father that speaketh in you.
PG 39:376Read from the page
ΚΕΦ. ΚΒ΄.
Chapter XXII.
Περὶ τοῦ, διὰ τὸν αὐτὸν λόγον, ἤγουν διὰ [28 a] τὸ ὁμοούσιον τῆς Τριάδος, γεγράφθαι, ζῇν ἡμᾶς τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι.
Concerning this, that for the same reason, namely on account of [28 a] the consubstantiality of the Trinity, it has been written that we live to the Father, and to the Son, and to the Holy Spirit.
Τοῦτο ἐπιφανέστατα θεωρεῖν διδάσκει, καὶ τὸ γεγράφθαι, ζῇν ἡμᾶς τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι· ὡς ὅταν Παῦλος διαλέγεται γράμμασι Ῥωμαίοις· Ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· καὶ πάλιν· Ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι Χριστῷ· καὶ Γαλάταις· Εἰ ζῶμεν Πνεύματι, Πνεύματι καὶ στοιχῶμεν.
This very thing also teaches us most clearly to contemplate that it has been written that we live to the Father and to the Son and to the Holy Spirit; as when Paul discourses in his letter to the Romans: Reckon yourselves to be dead indeed to sin, but alive to God in Christ Jesus our Lord; and again: That those who live should no longer live to themselves, but to Him Who died and rose again for them, Christ; and to the Galatians: If we live in the Spirit, let us also walk in the Spirit.
ΚΕΦ. ΚΓ΄.
Chapter XXIII.
Περὶ τοῦ, διὰ τὸν λόγον τοῦτον, τὸν ἄνωθεν νόμον γεγράφθαι εἶναι τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.
Concerning this, that for this reason the law from above has been written to be of the Father, and of the Son, and of the Holy Spirit.
Δι' ὃν ἔφαμεν λόγον καὶ ὁ ἄνωθεν νόμος γέγραπται εἶναι τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· καθὰ ὁ ἱεροψάλτης λέγει, ἐν μὲν λςʹ ψαλμῷ· Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ, ἐν καρδίᾳ αὐτοῦ· ἐν δὲ λθʹ· Τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου ἐβουλήθην, καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου. Καὶ ὡς Παῦλος γράφει Γαλάταις μέν· Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ· καὶ Κορινθίοις ἐν τῇ αʹ Ἐπιστολῇ· Ἐγενόμην τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος Θεοῦ, ἀλλ' ἔννομος Χριστοῦ, ἵνα κερδήσω τοὺς ἀνόμους· Ῥωμαίοις δέ· Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. Καὶ πάλιν τὴν Νέαν καὶ τὴν Παλαιὰν Διαθήκην αἰνιττόμενός φησιν· Νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου, ἀποθανόντες ἐν ᾧ κατειχόμεθα, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι Πνεύματος, καὶ οὐ παλαιότητι γράμματος· καὶ πάλιν· Οἴδαμεν γὰρ, ὅτι ὁ νόμος πνευματικός ἐστιν.
For the reason we have stated, the law from above has also been written to be of the Father, and of the Son, and of the Holy Spirit; just as the sacred Psalmist says, in the thirty-sixth psalm: The law of his God is in his heart; and in the thirty-ninth: To do Thy will, O God, I have desired, and Thy law is in the midst of my belly. And as Paul writes to the Galatians: Bear one another's burdens, and so fulfil the law of Christ; and to the Corinthians in the first Epistle: I became to those without law as without law, not being without law to God, but under law to Christ, that I might gain those without law; and to the Romans: For the law of the Spirit of life in Christ Jesus hath set me free from the law of sin and of death. And again, hinting at the New and the Old Testament, he says: But now we have been discharged from the law, having died in that by which we were held, so that we serve in newness of Spirit, and not in oldness of letter; and again: For we know that the law is spiritual.
ΚΕΦ. ΚΔ΄.
Chapter XXIV.
Περὶ τοῦ, διὰ τὴν αὐτὴν τῆς ὁμοουσιότητος ἐν τῇ Τριάδι αἰτίαν, χρηματίζειν ἡμᾶς [28 b] ἢ ἀνθρώπους Θεοῦ, ἢ Χριστιανοὺς, ἢ πνευματικούς.
Concerning this, that for the same cause of consubstantiality in the Trinity, we are called [28 b] either men of God, or Christians, or spiritual.
Χρηματίζομεν τοίνυν διὰ τοῦτο ἢ. ἄνθρωποι Θεοῦ, ἢ Χριστιανοὶ, ἢ πνευματικοὶ, δι' ὧν φασιν, ἡ μὲν ἐν Σαρέπτοις χήρα πρὸς τὸν Θεσβίτην Ἠλίαν· Τί ἐμοὶ καὶ σοὶ, ἄνθρωπε τοῦ Θεοῦ; καὶ πάλιν· Νῦν ἔγνων, ὅτι ἄνθρωπος τοῦ Θεοῦ ἅγιος εἶ σύ· ἡ δὲ Σουμανῖτις πρὸς τὸν ἑαυτῆς ἄνδρα περὶ Ἐλισσαιὲ
Therefore we are called for this reason either men of God, or Christians, or spiritual, through what they say: the widow in Sarepta to Elijah the Tishbite: What have I to do with thee, O man of God? and again: Now I know that thou art a holy man of God; and the Shunammite woman to her own husband concerning Elisha
Notes, col. 376

On the reading

Printed ἢ., for ἢ.

PG 39:377Read from the page
τοῦ προφήτου· Ἰδοὺ δὴ ἄνθρωπος τοῦ Θεοῦ μέγας παραγίνεται πρὸς ἡμᾶς· αἱ δὲ Βασιλικαὶ ἱστορίαι· Καὶ ἄνθρωπος τοῦ Θεοῦ ἦλθεν ἐξ Ἰούδα, καὶ προεφήτευσεν ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Βεθήλ· ὁ δὲ ἱεροψάλτης ἐν τῇ ἐπιγραφῇ τοῦ πθʹ ψαλμοῦ· Προσευχὴ Μωϋσῆ, ἀνθρώπου τοῦ Θεοῦ· ὁ δὲ Παῦλος, Τιμοθέῳ γράφων τὸ δεύτερον· Ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος· αἱ δὲ Πράξεις· Ἐγένετο δὲ αὐτοὺς καὶ ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ Ἐκκλησίᾳ, χρηματίσαι τε πρῶτον ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς· ὁ δὲ Παῦλος Κορινθίοις ἐν Ἐπιστολῇ διαλεγόμενος· Περὶ δὲ τῶν πνευματικῶν οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί. Οἴδατε, ὅτι ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἀνήγεσθε ἀπαγόμενοι· διὸ γνωρίζω ὑμῖν, ὅτι οὐδεὶς δύναται εἰπεῖν, Κύριος Ἰησοῦς, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ· καὶ πάλιν· Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ (μωρία γὰρ αὐτῷ ἐστιν), καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικὸς ἀνακρίνεται· ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντας, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται. Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συμβιβάσει αὐτόν; ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν· καὶ πάλιν· Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἐξ ὑμῶν ἐν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ, καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραότητος· σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων [29 a] τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.
the prophet: Behold, a great man of God passes by to us; and the Histories of the Kings: And a man of God came out of Judah, and prophesied against the altar in Bethel; and the sacred Psalmist in the superscription of the eighty-ninth psalm: A Prayer of Moses, the man of God; and Paul, writing to Timothy the second time: That the man of God may be complete, thoroughly equipped for every good work; and the Acts: And it came to pass that they even assembled for a whole year in the Church, and the disciples were first called Christians in Antioch; and Paul discoursing to the Corinthians in his Epistle: Now concerning spiritual things, brethren, I would not have you ignorant. Ye know that when ye were Gentiles, ye were led away unto dumb idols, however ye might be led; wherefore I make known unto you that no one can say, Jesus is Lord, except in the Holy Spirit; and again: But the natural man receiveth not the things of the Spirit of God (for they are foolishness unto him), and he cannot know them, because he is spiritually examined; yet he that is spiritual examineth all things, while he himself is examined by no one. For who hath known the mind of the Lord, that he may instruct Him? but we have the mind of Christ; and again: Brethren, even if a man be overtaken in any trespass, ye who are spiritual, restore such a one in a spirit of meekness; looking to thyself, lest thou also be tempted. Bear ye [29 a] one another's burdens, and so fulfil the law of Christ.
ΚΕΦ. ΚΕ΄.
Chapter XXV.
Περὶ τοῦ, διὰ τὴν αὐτὴν τῆς ὁμοουσιότητος τῆς Τριάδος αἰτίαν, τὴν Γραφὴν, ἅπερ νῦν λέγει τοῦ Πατρὸς, ἄλλοτε λέγειν τοῦ Υἱοῦ, ἢ τοῦ ἁγίου Πνεύματος.
Concerning this, that for the same cause of the consubstantiality of the Trinity, the Scripture, what it now says to be of the Father, at another time says to be of the Son, or of the Holy Spirit.
Μίαν θεότητα καὶ δεσποτείαν ἡ Γραφὴ δηλοῦσα, ἅπερ νῦν λέγει τοῦ Πατρὸς, ἄλλοτε φάσκει τοῦ Υἱοῦ, ἢ τοῦ ἁγίου Πνεύματος εἶναι, ὡς ἡνίκα ὁ Σωτὴρ παρὰ Ματθαίῳ Ἰουδαίοις λέγει· Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Καὶ ὡς ὅταν ὁ ἀοίδιμος γράφει Παῦλος Φιλιππησίοις μέν· Οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ· Γαλάταις δέ· Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ
Scripture, showing forth one Godhead and lordship, what it now says to be of the Father, at another time declares to be of the Son, or of the Holy Spirit, as when the Saviour in Matthew says to the Jews: Render unto Caesar the things that are Caesar's, and unto God the things that are God's. And as when the ever-memorable Paul writes to the Philippians: For they all seek their own, not the things of Jesus Christ; and to the Galatians: And they that are of Christ Jesus have crucified the flesh with its passions and