καὶ Ἠλίας ὁ Θεσβίτης εν τῇ τρίτῃ τῶν Βασιλειῶν ἱστορίᾳ, τῆς Σιδωνίας χήρας τὸν υἱὸν νεκρὸν ὄντα ἀναβιῶναι εὐξάμενος, τρίτον ἐνεφύσησεν εἰς αὐτὸν, καὶ οὕτως ἀνέστησεν· ἐκ τούτου μονονουχὶ σημάνας, ὡς αὐτὸς ἐν τῇ προσευχῇ τὴν ζωοποιὸν ἐπεκαλέσατο Τριάδα, ἀλλὰ καὶ ἡμᾶς μὴ ἄλλως πιστεύειν καὶ δοξάζειν διδάξας. Καὶ τοῖς ὑδροφόροις δὲ παρακελευόμενος, Δισσεύσατε, καὶ, Τρισσεύσατε, τὰς τρεῖς πανυμνήτους ὑποστάσεις ἰσοδυνάμως καὶ ὁμοτίμως πανταχοῦ ἐν πᾶσιν ἐνεργεῖν παρεδήλου. Εἰ δὲ βούλεσθε, γνώριμον ὑμῖν καὶ ἐκ θείας φωνῆς αὖθις τὸ κινούμενον ποιήσω. Ἐν γὰρ βίβλῳ Γενέσεως, ἐν τῇ πυργοποιΐᾳ, ὁ Θεὸς καὶ Πατὴρ τὰς μακαρίας ὑποστάσεις ἐξέφηνεν, πρὸς τὸν ἑαυτοῦ Υἱὸν καὶ τὸ ἅγιον αὐτοῦ Πνεῦμα εἰρηκώς· Δεῦτε καταβάντες συγχέωμεν ἐκεῖ αὐτῶν τὰς γλώσσας, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον. Καὶ Μωϋσῆς δὲ, τὴν ἰσότητα τῆς Τριάδος, ὡς οἶμαι, δηλῶν, ἐξέθετο μίαν ἄμπελον ἐν τρισὶ πυθμέσι, τοῦτον τοῦ ἄλλου πυθμένος οὐδαμοῦ προβαθέστερον εἰρηκώς· ἵνα μή τις τὴν ὑπόστασιν ταύτην ἐκείνης προτερεύειν νομίσῃ, ἀλλὰ τὰς τρεῖς ἐν μιᾷ συντείνειν [20 b] θεότητι πάντες πιστεύωμεν. Διὰ τοῦτο καὶ ἡ θεόπνευστος Γραφὴ ἐκώλυσεν ἐν τῷ θυσιαστηρίῳ, ἐν ᾧ ἡ Τριὰς δοξάζεται, ἀναβαθμοὺς ποιεῖν· ὥστε μὴ ὡς ἐν βαθμοῖς διορίζεσθαι ἀνθρώπους, καθ' ὕφεσίν τινα εἶναι τὰς θείας ὑποστάσεις. Καὶ ἁπλῶς ἡ Παλαιὰ Διαθήκη, τύπον φέρουσα τῆς Νέας, μυστικῶς καὶ προμηθεστάτως διαλέγεται· αἰνιττομένη μᾶλλον ἐν πολλοῖς, ἢ φράζουσα ἐν ταυτῷ· καὶ φράζουσα πλέον, ἤπερ αἰνισσομένη τὸ ὕστερον ἐκφανθὲν μυστήριον· ὅπως μήτε πλήξῃ τῇ ἀθρόᾳ προσβολῇ τοὺς ἀμυήτους, καὶ οὔπω ὄντας σταθερούς τε καὶ δεκτικοὺς τῆς θεοπτίας· μήτε μὴν εἰς τὸ παντελὲς ζημιώσῃ· τὸ μὲν γὰρ ἦν ἀπειρίας, τὸ δὲ ἀπανθρωπίας. Πολλάκις δὲ καὶ ἅπερ τυχὸν ἐνταῦθα ἡμῖν δυσεφίκτως ἔφρασε, δι' ἑτέρας γραφῆς τὴν λύσιν παρέσχετο. Ἡ δὲ Νέα οὐκ ἔτι ὡς ἐν σκιᾷ καὶ παραπετάσματι, ἀλλὰ σαφῶς καὶ διαῤῥήδην φράζει, ὡς μαρτυροῦσιν οὗτοι· Παῦλος γράφων, Ῥωμαίοις μὲν, Εἴπερ εἷς ὁ Θεός· Γαλάταις δὲ καὶ Κορινθίοις· Ὁ Θεὸς εἷς ἐστιν. Καὶ πάλιν δὲ Κορινθίοις τὸ δεύτερον· Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν. Ἐνταῦθα διὰ τὸ ταυτὸν τῆς θεότητος, πρώτου ἐμνημόνευσεν τοῦ Υἱοῦ, καὶ οὕτω τοῦ Πατρὸς, εἶτα τοῦ ἁγίου Πνεύματος αὐτοῦ· κοινωνίαν
Elijah the Tishbite also, in the third history of Kingdoms, having prayed that the dead son of the Sidonian widow might come back to life, breathed upon him a third time, and thus raised him up; thereby all but signifying that he himself in his prayer called upon the life-giving Trinity, and teaching us also not to believe and glorify otherwise. And when bidding the water-bearers, 'Do it a second time', and 'Do it a third time', he intimated that the three all-praised hypostases work everywhere in all things with equal power and equal honour. And if you wish, I will again make known to you what is under discussion from a divine utterance also. For in the book of Genesis, at the building of the tower, God and the Father revealed the blessed hypostases, having spoken to His own Son and His Holy Spirit: Come, let us go down and confound their tongues there, that each may not hear the voice of his neighbour. And Moses also, declaring, as I suppose, the equality of the Trinity, set forth one vine with three roots, nowhere calling one root deeper than another, lest anyone should suppose that this hypostasis precedes that, but that we all might believe that the three converge in one Godhead. For this reason also the divinely inspired Scripture forbade making steps upon the altar on which the Trinity is glorified, so that men should not, as with steps, distinguish the divine hypostases as being by way of some subordination. And simply, the Old Testament, bearing a type of the New, discourses mystically and most providently, hinting in many places rather than speaking in the same way, and speaking more than hinting at the mystery afterwards manifested; so that it might neither strike with a sudden onset the uninitiated, who were not yet steadfast and receptive of the vision of God, nor indeed deprive them altogether; for the one would have been want of skill, the other inhumanity. And often, whatever things it perhaps expressed to us here hard to grasp, it provided the solution through another scripture. But the New [Testament] no longer speaks as in a shadow and behind a veil, but clearly and expressly, as these testify: Paul, writing to the Romans indeed, Since God is one; and to the Galatians and Corinthians, God is one. And again to the Corinthians the second time: The grace of our Lord Jesus Christ, and the love of God, and the communion of the Holy Spirit be with you all. Here, because of the sameness of the Godhead, he mentioned the Son first, and thus the Father, then His Holy Spirit; calling communion