Migne Reading Room

PG 39 · cols. 332–341 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:332Read from the page
ΚΕΦ. ΙϚʹ. Περὶ τῶν λεγόντων, ὅτι Ἀσύγκριτος καὶ μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ· καὶ, ὅτι Ἄλλο εἰκὼν καὶ ἄλλο Θεός· καὶ, ὅτι Καὶ ἄνθρωπος εἰκὼν Θεοῦ ἐγράφη καὶ δόξα. Καὶ περὶ τοῦ μαρτυρεῖσθαι κατ' οὐδὲν διαφέρειν τοῦ Υἱοῦ τὸν Πατέρα.
Chapter XVI. Concerning those who say that the Father is incomparable and greater than the Son; and that an image is one thing and God another; and that man also was written as image and glory of God. And concerning its being attested that the Father differs in nothing from the Son.
Καὶ τὸ ἀσύγκριτον δὲ καὶ μεῖζον τῷ Πατρὶ διὰ τὸ ἀγέννητον ἀπονέμουσι· τῷ δὲ Υἱῷ τὸ ἀνόμοιον, διὰ τὸ ἔχειν τὸ γεννητὸν, καθέλκοντες πάλιν τὰ περὶ τῆς ἀῤῥητοτάτης θεότητος εἰς τὰ τῆς ἡμετέρας φύσεως ἀποτελέσματα, καὶ τὰ νοητὰ τοῖς τῆς ὕλης ῥεύμασιν συνεξομοιοῦσθαι νομίζοντες. Τὰ μὲν γὰρ ὑπερουράνια πάντα νοῦν καὶ πᾶσαν νόησιν ὑπερβαίνοντα, τὰ δὲ γήϊνα καὶ ταπεινὰ καὶ χρόνῳ γινόμενα καὶ ἀπογινόμενα τυγχάνει. Ἀλλὰ μάλιστα μὲν ἀνάρχως ἐτέχθη, συνυπάρχων καὶ συμπράττων τῷ ἑαυτοῦ ἀληθινῷ Πατρὶ, ὡς τὸ φῶς τῷ ἡλιακῷ δίσκῳ. Ἔχει δὲ τὸ εἶναι καὶ ἀπὸ Γραφῶν μαρτυρεῖσθαι Θεὸς, Κύριος, ἅγιος, Δημιουργὸς ἄφθαρτος, ζωὴ, φῶς, καὶ πάντα ὅσα ὁ Πατήρ. Καὶ μᾶλλον ἐκ τῶν πλειόνων τὸ ὅμοιον καὶ ἴσον ἔχειν ὀφείλει, ἤπερ ἀπὸ τοῦ ἑνὸς τὸ ἀνόμοιον. Πῶς δὲ ὁ Ἀδὰμ καὶ ἡ Εὔα, οὐ γεννηθέντες, οὐδὲ πατέρα ἐσχηκότες, τοῖς ἐξ αὐτῶν ἡμῖν ἴσοι τῇ φύσει γεγόνασιν; ἢ ποίαν ἁπλῶς παράθεσιν ποιησάμενοι τοῦ, ὡς λέγουσιν, ἀνομοίου; ἢ πῶς παραμετρήσαντες ἐπέστησαν τῷ κρείττονι καὶ μείζονι; Γραφῆς μὲν οὔτε διοριζούσης τῇ φύσει τὴν ἁγίαν καὶ ἄναρχον μίαν καὶ ἀμέριστον Τριάδα, οὐδ' αὖ πάλιν ἀφοριζούσης αὐτῇ τὸ πρώτιστα καὶ τὸ ἔπειτα· δήλων δὲ ὄντων δύο τούτων, ὅτι τε οὐ πάντως τὸ μεῖζον ἑτεροούσιόν ἐστι, καὶ ὅτι καθ' ὅλου τὰ συγκριτικὰ ἐπὶ ὁμοουσίων, ἀλλ' οὐκ ἐπὶ ἑτεροουσίων λέγεται. Οὐκ ἂν δὲ οὐδ' ἐξ ἐπιβολῆς εἴποιεν καίριον, ὅτι οὐδὲ περὶ τοῦ ἀσυγκρίτου καὶ μείζονος. Οὐ κατὰ μέγεθος, ἤ τινα ὄγκον· ἀμεγέθης γὰρ καὶ ἀπλατής ἐστιν, καὶ πηλικότητος πάσης, καὶ συνθέσεως, καὶ σχήματος ἀναχωρήσας ὁ Θεὸς Λόγος (καθὰ καὶ ὁ Πατὴρ, καὶ τὸ ἅγιον Πνεῦμα αὐτοῦ), καὶ ὑπὸ μηδενὸς μὲν περιεχόμενος αὐτὸς, πάντα δὲ ἐμπεριέχων· διότι καὶ πάντων ἀρχὴ μεγεθῶν ὡς ποιητής ἐστιν. Ποῦ γὰρ ἐν ταῖς ἀκροτάταις, καὶ ὑπερασωμάτοις, καὶ κρείττοσιν ὑποστάσεσι μέγεθος; Οὐδὲ κατὰ τὸ ἄναρχον· συνυπάρχει γὰρ τῷ Πατρὶ, ὡς ἀπαύγασμα τῆς δόξης αὐτοῦ, καὶ μὴ ἔχων πρὸ αὐτοῦ Θεόν. Καὶ γάρ φησιν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Καὶ οὐδὲ συμμετρεῖται χρόνῳ Θεὸς, καὶ ποιητὴς ποιήματι·
Moreover, they assign what is incomparable and greater to the Father on account of His being unbegotten; and to the Son what is unlike, on account of His having the begotten, dragging down again the things concerning the most ineffable Godhead to the effects of our nature, and thinking that intelligible things are assimilated to the fluxes of matter. For supercelestial things surpass all mind and all thought, whereas earthly and lowly things come into being and pass away in time. But above all, He was brought forth without beginning, coexisting and co-operating with His own true Father, as light with the solar disc. He also has it that He is attested from the Scriptures to be God, Lord, holy, incorruptible Creator, life, light, and all things whatsoever the Father is. And rather from the greater number of attributes He ought to have likeness and equality, than from the one attribute unlikeness. And how did Adam and Eve, not having been begotten, nor having had a father, become equal in nature to us who are from them? Or simply making what comparison of what is, as they say, unlike? Or measuring by what standard did they arrive at the better and greater? Seeing that Scripture neither distinguishes by nature the holy and unbegotten one and indivisible Trinity, nor yet again marks off in it the 'first' and the 'afterwards'; and these two things being clear, both that what is greater is not altogether of a different essence, and that in general comparatives are spoken of consubstantial things, but not of things of different essence. Nor could they say anything pertinent even at first assault, since not even concerning what is incomparable and greater. Not according to magnitude, or any bulk; for without magnitude and without breadth is God the Word, having withdrawn from all dimension, and composition, and figure (even as also the Father, and His Holy Spirit), and contained by nothing Himself, while containing all things; because He is also the origin of all magnitudes as Maker. For where is there magnitude in the highest, and super-incorporeal, and superior hypostases? Nor according to the unbegotten; for He coexists with the Father, as the effulgence of His glory, and not having God before Him. For indeed it saith: In the beginning was the Word. Nor is God measured by time, nor Maker with creature;
PG 39:333Read from the page
ἐπεὶ ἀνάγκη αὐτοὺς ἀπαιτεῖ (ὅπερ καὶ ἐννοεῖν σφαλερὸν), πρότερον ὑποστῆσαι τοῦ ἀνάρχου καὶ ἀπερινοήτου Θεοῦ καὶ Πατρὸς χρόνον, καὶ οὕτω συγκρίνειν. Ἄνθρωποι δὲ εἰώθασι μείζονας καλεῖν τοὺς χρόνῳ τὴν γένεσιν προειληφότας, κατὰ τὸν Ἰσαὰκ διαταττόμενον· Ὁ μείζων δουλεύσει τῷ ἐλάττονι. Οὐδὲ ὡς αἴτιος· οὐ γὰρ αἴτιος αὐτοῦ. Ἄναρχος γὰρ καὶ ὁ μονογενὴς Υἱὸς ἐδείχθη· ἐπεὶ ὁμοίως αὐτοῦ τε καὶ ἡμῶν μείζων· ὅπερ μὴ γένοιτο εἰπεῖν ἢ ἀκοῦσαι. Οὐδὲ κατὰ τὴν οὐσίαν καὶ τὸ ὅμοιον· ἐξ αὐτοῦ γὰρ ὡς Μονογενὴς παρὰ Πατρὸς πλήρης χάριτος καὶ ἀληθείας, καὶ ὡς χαρακτὴρ τῆς ὑποστάσεως πρὸς ἅπαντα ὢν χαρακτὴρ, καὶ ὡς εἰκὼν τοῦ Θεοῦ, ἣν ὁ ἑωρακὼς ἑώρακε τὸν Πατέρα. Ἐν αὐτῷ γὰρ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος· ἐπισπᾶται δὲ τοῦτο μαρτυρία καὶ τὸ, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν. Οὐδὲ κατὰ ποιότητος ἐπίτασιν· ἐπεὶ μὴ ποιότητες αἱ θεῖαι καὶ ἀπόῤῥητοι ὑποστάσεις· ἐν σώμασι γὰρ ἡ ποιότης· αἱ δὲ ἀσώματοι, καὶ νοηταί. Ἀλλὰ μηδὲ νοεῖσθαι δύνασθαι περὶ αὐτῶν, ὡς εἴη τοῦ καλοῦ κάλλιον, καὶ τοῦ καλλίονος βέλτιον παραπλησίως τῇ περὶ ἄλλου λεγούσῃ Παύλου φωνῇ· Νυνὶ δὲ μένει τὰ τρία ταῦτα· πίστις, ἐλπὶς, ἀγάπη· μείζων δὲ τούτων ἡ ἀγάπη· διὰ γὰρ τὴν εἰς ἀρετὴν ἐπίτασιν, ἀπένειμεν τῇ ἀγάπῃ τὸ μείζω. Ἀγαπήσαντες γάρ, φησὶ, πιστεύομεν· καὶ πιστεύσαντες, ἐλπίζομεν συμβασιλεῦσαι τῷ Χριστῷ. Εἰ γὰρ ἀληθὲς τὸ, Εἷς Θεὸς, καὶ τὸ, Ἵνα γένησθε θείας κοινωνοὶ φύσεως, καὶ οὐχὶ, φύσεων· ἓν εἶναι καὶ τὸ καθ' ἅπαξ καλὸν ἀποδέδεικται, φημὶ δὲ ἡ θεότης. Οὐδὲ κατὰ τὸ ἴσον· διότι, Μέγας καὶ ἐπὶ πάντων, γέγραπται, Θεὸς ὁ Υἱὸς, ἴσον ἑαυτὸν ποιῶν τῷ Πατρὶ, καὶ, Ὀμνύων καθ' ἑαυτοῦ, ἐπειδὴ μὴ ἔχει τὸν μείζονα. Οὐδὲ κατὰ τὴν δύναμιν. Γέγραπται γάρ· Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν· καὶ, Πάντα ὅσα ἂν ποιῇ ὁ Πατὴρ καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. Οὐδὲ κατὰ τὴν δόξαν, ἤ τι ἀξίωμα. Εἰ γὰρ ᾔδεσαν, φησὶν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Καὶ θέλημά ἐστι τοῦ Πατρὸς κατὰ τὸν Ἰωάννην, Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καλῶς τιμῶσι τὸν Πατέρα. Κατὰ τί οὖν λοιπὸν τὸ μείζω,
since necessity requires them (a thing dangerous even to think), first to posit time before the unbegotten and incomprehensible God and Father, and thus to compare. And men are accustomed to call greater those who have received birth earlier in time, according to Isaac's ordinance: The elder shall serve the younger. Nor as cause; for He is not His cause. For the only-begotten Son also was shown to be without beginning; otherwise He would likewise be greater than both Himself and us; which be it far from us to say or hear. Nor according to essence and likeness; for from Him as Only-begotten from the Father, full of grace and truth, and as the impress of His hypostasis being an impress in every respect, and as the image of God, whom he that hath seen hath seen the Father. For in Him dwelleth all the fulness of the Godhead; and this is drawn in as testimony also by the saying, Let us make man according to our image and likeness. Nor according to intensification of quality; since the divine and ineffable hypostases are not qualities; for quality is in bodies, whereas they are incorporeal and intelligible. But neither can it be conceived concerning them, that there should be a fairer than the fair, and a better than the fairer, in like manner to the saying of Paul speaking concerning another matter: Now abideth these three: faith, hope, love; and the greater of these is love; for on account of the intensification towards virtue, he assigned to love the 'greater'. For having loved, he saith, we believe; and having believed, we hope to reign together with Christ. For if that saying is true, One God, and that saying, That ye may become partakers of the divine nature, and not, of natures, that which is once for all good is demonstrated to be one, I mean the Godhead. Nor according to equality; because the Son is written to be great and over all God, making Himself equal to the Father, and swearing by Himself, since He hath not a greater. Nor according to power. For it is written: Christ the power of God and wisdom of God; and, Whatsoever things the Father doeth, the Son also doeth likewise. Nor according to glory, or any dignity. For if they had known, it saith, they would not have crucified the Lord of glory. And it is the will of the Father according to John, That all may honour the Son, even as they honour the Father. In what respect then remains the 'greater',
Notes, col. 333

On the reading

Printed καλῶς, for καθὼς.

PG 39:336Read from the page
καὶ ἀνόμοιον; Ὡς ἐδείχθη, κατ' οὐδέν. Καὶ γοῦν ὁ Ἀπόστολος, τὰς εἰς τὸν μονογενῆ Υἱὸν καὶ Θεὸν ἀσεβεῖς ὑπολήψεις αἱρετικῶν ἀναστέλλων, τὴν δὲ πρὸς τὸν Πατέρα αὐτοῦ τῆς φύσεως ταυτότητα, ἔτι δὲ καὶ τὸ συνάναρχον κηρύττων, γράψας, ὡς ἀνωτέρω ἐλέχθη, ὡς Ὢν ἀπαύγασμα τῆς δόξης τοῦ Πατρὸς, ἐπήγαγεν, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. Καὶ πάλιν πρὸς Κολοσσαεῖς καὶ πρὸς Ἑβραίους ἐπέστειλε· Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου. Καὶ ἐν τῷ κατὰ Ἰωάννην δὲ Εὐαγγελίῳ, ὁ Υἱὸς τὴν ἑαυτοῦ οὐσίαν πατρικῷ χαρακτῆρι ἐσφραγίσθαι παριστῶν, εἶπε· Τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός· συνυφεστηκυίας δὲ δῆλον ὅτι τῆς σφραγῖδος τῷ ἀρχετύπῳ, καὶ ἰσοτύπου οὔσης, καὶ ἐν ἑαυτῇ δὲ δεικνυούσης τελείως καὶ ἀληθῶς τὴν Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου μονάδα τῆς φύσεως. Ἡ γὰρ σφραγὶς, ὡς καὶ ὁ χαρακτὴρ τὸ ὅμοιον καὶ ἀνόθευτον σημαίνει· ἐπεὶ καιρὸς εἰπεῖν καὶ τὸν Πατέρα μὴ ἀγενήτως καὶ ἀσυγκρίτως ἔχειν, εἴπερ ἐξεικονίζεται καὶ χαρακτηρίζεται ὑπὸ γενητοῦ καὶ ἀνομοίου. Τὰ θεῖα ταῦτα καὶ ἑρμηνείας ἀνεπιδεᾶ λόγια μὴ συνέντες ὀρθῶς, διαστρέφοντες δὲ, καὶ ἀνθρωπίνοις νοήμασι μαχόμενοι τοῖς τοῦ Θεοῦ ῥήμασι, φάσκουσιν· Ἄλλο Θεὸς, καὶ ἄλλο εἰκὼν Θεοῦ· ὡς ἄλλο ἄνθρωπος, καὶ ἄλλο εἰκὼν ἀνθρώπου· καὶ τρόπον τινὰ εἰκόνι ἀκινήτῳ τὸν ζῶντα καὶ ἐνεργὸν Θεὸν Λόγον ἀπεικάζουσι· κατ' οὐσίαν δὲ καὶ κατὰ πάντα εἰκών ἐστιν ἀπλανεστάτη καὶ ἄναρχος τοῦ Πατρὸς, καὶ οὐ κατὰ μορφὴν καὶ σχῆμα, ὡς ὁ πλαστουργηθεὶς ἢ γεγλυμμένος ἄπνους καὶ οὐκ αὐτοκίνητος ἀνδριάς· οὐδὲ κατὰ εἶδος καὶ χρῶμα ὡς ἡ τεχνητὴ καὶ μιμητὴ ἄφωνος εἰκών. Ταῦτα γὰρ οὐδὲ κατὰ φύσιν, οὐδὲ μὴν εἰς ὅλα τὰ ἄλλα ἐκφαίνουσι τὸν πρωτότυπον. Καὶ Υἱὸς μὲν γὰρ ἀνθρώπου εἰκὼν οὐσίας τοῦ ἑαυτοῦ Πατρός ἐστιν· ἀλλὰ συμβαίνει παραλλάττειν ἡλικίαν, ἢ εἶδος, ἢ γνώμην, ἢ δύναμιν, ἢ ἀξίαν, ἢ τὰ συναμφότερα, ἢ καί τι ἕτερον. Ὁ δὲ Θεὸς Λόγος, ἀπαραλλάκτως καὶ ἀπηκριβωμένως, εἰς ὅλα τὴν ἁπλῆν, καὶ ἀσύνθετον, καὶ ἀποίκιλον πατρικὴν θεότητα φυσικῶς καὶ ἀνάρχως ἐξεικονίζει. Οὐδὲ γὰρ νοεῖν ἐξὸν, ὡς κατά τι Θεοῦ εἰκὼν καὶ παρά τι· οὐδὲ μὴν γίνεται ἀσυγκρίτου εἰκὼν, οὐδὲ δύναται διὰ τοῦ ἀνομοίου, ἢ μικροτέρου, ἢ ὑπεξουσίου τὸ ἀληθὲς, καὶ ἀρχέτυπον, καὶ μείζω, καὶ αὐτεξούσιον, καὶ ἀσύγκριτον φαίνεσθαι. Οὐδ' αὖ διὰ
and the unlike? As has been shown, in nothing. Accordingly the Apostle, checking the impious suppositions of the heretics against the only-begotten Son and God, and proclaiming His identity of nature with the Father and moreover His co-unoriginateness, having written, as was said above, Who being the effulgence of the Father's glory, added, and the impress of His hypostasis. And again to the Colossians and to the Hebrews he wrote: Who is the image of the invisible God. And in the Gospel according to John, the Son, showing that His own essence is sealed with the paternal impress, said: For Him the Father hath sealed, even God; it being clear that the seal coexists with the archetype, and is of equal stamp, and in itself shows perfectly and truly the unity of nature of Father and Son and Holy Spirit. For the seal, as also the impress, signifies what is like and unadulterated; since it would be time to say that the Father also is not unbegotten and incomparable, if He is imaged and impressed by one that is begotten and unlike. Not understanding rightly these divine oracles that need no interpretation, but distorting them, and fighting with human thoughts against the words of God, they say: God is one thing, and the image of God is another; just as man is one thing, and the image of a man is another; and in a manner they liken the living and active God the Word to a motionless image; whereas in essence and in all things He is the most unerring and unoriginate image of the Father, and not according to form and figure, like the moulded or carved breathless and non-self-moving statue; nor according to appearance and colour like the artificial and imitative voiceless image. For these neither according to nature, nor indeed in all other respects, manifest the prototype. For even the son of a man is an image of the essence of his own father; yet it happens that he varies in age, or form, or judgement, or power, or dignity, or both together, or even something else. But God the Word, invariantly and accurately, in all respects naturally and without beginning images the simple, and uncompounded, and unvariegated paternal Godhead. For neither is it possible to conceive that He is an image of God in some respect and short of something; nor indeed does an image of what is incomparable come into being, nor can that which is true, and archetype, and greater, and self-determining, and incomparable appear through what is unlike, or smaller, or subject. Nor again through
PG 39:337Read from the page
τοῦ κτίσματος ἡ φυσικὴ μορφὴ τοῦ κτίσαντος κατανοεῖσθαι. Οὐδὲ γὰρ οὐδὲ ἄλλη φύσις τὴν ἑτέραν ἐν ἑαυτῇ ἐπιδείκνυσιν· ἀλλὰ καὶ ὁ Πατὴρ εὑρίσκεται ἀνυπόστατος γεγενῆσθαι ὅτε αἱρετικοὶ τὸν χαρακτῆρα οὐ διδόασιν ἔχειν αὐτὸν τῆς ὑποστάσεως. Ἀλλ' οὐδὲ ὁ ἀόρατος, καὶ ἀσύνθετος, καὶ ἀσχημάτιστος Θεὸς εἰκόνα ἔχει οἵαν ἐκεῖνοι ἐμφαίνουσι μιμητικήν. Παραλύει δὲ τὰ ἐκείνων σαφῶς καὶ ἡ ἐπαγωγὴ, ἔχουσα· Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ. Περὶ δὲ φυσικῆς εἰκόνος ὑφηγεῖται καὶ Μωϋσῆς οὑτωσεί· Ἐγέννησεν Ἀδὰμ τὸν Σὴθ κατὰ τὴν εἰδέαν αὐτοῦ. Οὐκ ἦν δὲ ἑτεροούσιος ἀναγκαίως ὁ Σὴθ τῷ Ἀδάμ· καὶ ὅμως εἰκόνα τὴν εἰδέαν καὶ ὁμοίωσιν τῆς οὐσίας ἐκάλεσεν. Ἀλλὰ καὶ περὶ ἀνθρώπου, φησὶ, γέγραπται, ὅτι ἐστὶν εἰκὼν καὶ δόξα Θεοῦ. Ἀλλ' οὐδαμοῦ, ὦ οὗτοι, ἄνθρωπος ἢ ἄλλο ποίημα γέγραπται εἶναι ἀπαύγασμα τῆς δόξης τοῦ Θεοῦ καὶ χαρακτὴρ τῆς ὑποστάσεως· ἄλλο δέ ἐστιν ἄνθρωπον εἰκόνα εἶναι Θεοῦ, τοῦτ' ἔστι τὸ τεχνηθὲν τοῦ τεχνησαμένου, ὡς δίφρος τοῦ τέκτονος. Σολομῶν γὰρ λέγει· Ἀναλόγως τῶν κτισμάτων ὁ Γενεσιουργὸς θεωρεῖται· καὶ ἄλλο ἐστὶν, κατὰ τὸ σύμμορφον, καὶ ταυτούσιον, καὶ συνάναρχον, ἀπαύγασμα εἶναι δόξης, καὶ χαρακτῆρα ὑποστάσεως ἐνυπόστατον καὶ ἀψευδέστατον. Φησὶ γάρ· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα· ὁ δὲ ἑωρακὼς ἄνθρωπον, οὐχ ἑώρακε τὸν Θεόν· ὡς ὁ θεασάμενος τὸν δίφρον, οὐχ ἑώρακε τὸν τέκτονα. Ἀλλὰ καὶ ἀνάγκη τοῦ μόνου ἀοράτου Θεοῦ μόνην ἀόρατον εἶναι ἐκείνην τὴν εἰκόνα καὶ οὐ τὸν κατ' εἰκόνα ὁρατὸν ἄνθρωπον. Οὔτε οὖν ἄλλῳ ὅμοιός ἐστιν ὁ Υἱός· γράφει γάρ· Τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; Οὔτε τῷ ἑαυτοῦ Πατρὶ ἀνόμοιος· Ἐγὼ γὰρ, φησὶ, καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Οἱ δὲ κτιστῆς εἰκόνος ἔννοιαν ἐπὶ αὐτοῦ λαμβάνοντες, ἐξομοιοῦνται τῷ Ναβουχοδονόσωρ ποιητὴν ἄψυχον εἰκόνα προσκυνεῖσθαι τυπώσαντι. Καὶ τὸν Ἀδὰμ δὲ διὰ τὴν παρακοὴν ἐκ τοῦ παραδείσου ὁ Θεὸς δικαίως ἔῤῥιψε· τὸν δὲ λῃστὴν, καὶ σὺν αὐτῷ τὸν Ἀδὰμ καὶ τὸ κοινὸν ἡμῶν ὅλον γένος ὁ Υἱὸς εἰσήγαγεν ὡς ἴσος πάντως τῇ θεότητι καὶ ἀγαθότητι καὶ δεσποτείᾳ τῷ ῥίψαντι τυγχάνων. Ποῦ δὲ ἐγράφη ὅτι ἀσύγκριτος ὁ Πατὴρ πρὸς τὸν ἑαυτοῦ Μονογενῆ; ἢ ὅτι ὁ Υἱὸς αὐτοῦ καὶ τῶν πάντων Δημιουργὸς καὶ κριτὴς, κατὰ τὴν θεϊκὴν αὐτοῦ καὶ ὅλων ἐξῃρημένην ἄπειρον φύσιν κτίσμα ἐστίν; ἢ ὅλως, ὅτι ποτὲ οὐκ ἦν; ἢ ποῦ ἰδικῶς ἔφη ὁ Πατὴρ, Ἔκτισά μοι Υἱόν· ἢ ὁ Υἱὸς, Ἐκτίσθην ὑπὸ τοῦ Πατρός; ὅπερ ἀκούειν, μήτιγε καὶ λέγειν, φρικτὸν καὶ φευκτόν. Οὐδαμοῦ μὲν οὖν παντελῶς θείας καὶ πνευματικῆς Γραφῆς εὕρηται ταῦτα. Τοὐναντίον δὲ συγκρίνοντος ἑαυτὸν πρὸς τὸν Πατέρα ἐστὶ πάντα τοῦ Μονογενοῦς τὰ περὶ τῆς θεότητος αὐτοῦ ῥήματα· καὶ ἀνοήτως ἑαυ-
the natural form of the creator be understood through the creature. For neither does one nature display the other in itself; rather, the Father too is found to have become without hypostasis when the heretics do not grant that He has the impress of His hypostasis. Moreover, neither does the invisible, and uncompounded, and formless God have an imitative image such as they represent. Their arguments are also clearly undone by the continuation, which has: Thought it not robbery to be equal with God. And concerning a natural image Moses also instructs thus: Adam begat Seth according to his own form. Now Seth was not necessarily of a different essence from Adam; and yet he called the form and likeness an image of the essence. But concerning man also, they say, it is written that he is the image and glory of God. Yet nowhere, O ye men, is a man or any other creature written to be the effulgence of God's glory and the impress of His hypostasis; and it is one thing for a man to be an image of God, that is, the thing made of the maker, as a chair is of the carpenter. For Solomon says: Proportionately to the creatures the Creator is beheld; and another thing, according to what is conformed, and of the same essence, and co-unoriginate, to be the effulgence of glory, and the enhypostatic and most unerring impress of hypostasis. For He says: He that hath seen Me hath seen the Father; whereas he that hath seen a man hath not seen God; just as he that hath beheld the chair hath not seen the carpenter. But it is also necessary that of the sole invisible God that image alone be invisible, and not the visible man who is according to the image. Neither therefore is the Son like any other; for it writes: Who shall be likened unto the Lord among the sons of God? Nor is He unlike His own Father; for I, He says, and the Father are one. But those who conceive the notion of a created image in His case are likened to Nebuchadnezzar who fashioned a made, soulless image to be worshipped. And Adam, on account of disobedience, God justly cast out of Paradise; but the thief, and with him Adam and our whole common race, the Son brought in, being altogether equal in Godhead and goodness and lordship to Him who cast him out. And where was it written that the Father is incomparable with His own Only-begotten? Or that His Son and Creator and Judge of all, according to His divine and infinite nature transcending all things, is a creature? Or at all, that once He was not? Or where specifically did the Father say, I created for Myself a Son; or the Son, I was created by the Father? which even to hear, much less to say, is shuddering and to be shunned. Nowhere at all in divine and spiritual Scripture are these things found. On the contrary, all the sayings of the Only-begotten concerning His own Godhead are of One comparing Himself to the Father; and foolishly
PG 39:340Read from the page
τὸν καὶ ὁμότιμον ἀποφαίνοντος· ἀλλ' οὐδὲ τέκνον ἢ παιδίον ἢ γέννημα εἴρηται πώποτε κατὰ τὴν ἄνω ἄπειρον γέννησιν ἣν οὐδὲν τὸ παράπαν χαρακτηρίσαι δύναται· ἵνα μή τι μικρὸν ἢ ὑπόνοιαν παρέχον ταῖς προλεχθείσαις αὐτῶν σεσοφισμέναις βλασφημίαις φαντασθείη τις· ἀλλ' Υἱὸς διὰ τὸ τέλειον καὶ τὸ ἀνάρχως γεννηθῆναι, καὶ τὸ πρὸς τὸν Πατέρα τῆς φύσεως ἀπαράλλακτον. Ὅλα δὲ τὰ νομιζόμενα παρά τισιν εἶναι πρὸς θεότητα μικρὰ, καὶ τὸ, Ὁ πέμψας με Πατὴρ μείζων μού ἐστι, διὰ τὴν φιλάνθρωπον καὶ ἄῤῥητον ἐνανθρώπησιν αὐτοῦ, τὴν δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν γενομένην, ταῖς ἱεραῖς κεχρησμώδηται βίβλοις· δι' ἣν καὶ ἀγγέλων ἠλαττῶσθαι γέγραπται, κατὰ τὸν Ἀπόστολον ἐπιστείλαντα· Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου. Ἐγὼ οὖν οἶμαι καὶ οὐ πάντως διασφάλλομαι, ὅτι περὶ τοῦ Πατρὸς καὶ ἑαυτοῦ εἶπε, τὴν ἀμφοῖν δεικνὺς ἀγαθότητα καὶ ὁμοουσιότητα· Ἢ ποιήσατε τὸ δένδρον καλὸν, καὶ τὸν καρπὸν αὐτοῦ καλὸν, ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ, φησὶ, τὸ δένδρον γινώσκεται.
Himself and of equal honour; moreover, neither 'child' nor 'little child' nor 'offspring' has ever been said according to the infinite generation above, which nothing at all can characterize; lest anyone imagine something small or affording a suspicion for their aforementioned sophistical blasphemies; rather 'Son', on account of His perfection and His being begotten without beginning, and the invariability of His nature with the Father. And all the things thought by some to be small in respect of Godhead, and the saying, The Father who sent Me is greater than I, have been oracularly uttered in the sacred books on account of His loving-kind and ineffable becoming man, which took place for us and on our behalf; on account of which it is also written that He was made lower than the angels, according to the Apostle who wrote: But we see Jesus, who was made a little lower than the angels for the suffering of death. I therefore think, and am not at all mistaken, that He spoke concerning the Father and Himself, showing the goodness and consubstantiality of both: Either make the tree good and its fruit good, or make the tree corrupt and its fruit corrupt; for by the fruit, He saith, the tree is known.
ΚΕΦ. ΙΖʹ. Ἐπειδὴ δὲ θεομαχοῦντες οἱ μὲν σὺν τῷ Υἱῷ καὶ
Chapter XVII. Since, however, those who fight against God, some with the Son also
Notes, col. 340

On the reading

Printed κεχρησμώδηται, for κεχρησμῴδηται.

PG 39:341Read from the page
τὸ ἅγιον Πνεῦμα τὸ πρῶτον κτίσμα εἶναι λέγειν τολμῶσι· Μακεδόνιος δὲ τὸ Πνεῦμα μόνον· ἐπ' ἐκείνους μὲν τὸ βάρος τοῦ ἐπιμνησθῆναι τῶν τοιούτων ἀπονενοημένων καὶ κατακρίτων ῥημάτων τρέψειεν ἡ ἁγία καὶ ὁμοούσιος Τριάς· ἡμεῖς δὲ ὑποδείξομεν, τὰς θείας παρατιθέμενοι Γραφὰς, τὸ πρῶτον κτίσμα τοῦ Θεοῦ οὕτω γεγενῆσθαι. Πρῶτον κτίσμα ἐπαρθὲν ἐκ τῶν οὐρανῶν ἐῤῥίφη ὡς ἀστραπὴ, καθὰ αὐτὸς ὁ κτίσας καλῶς καὶ ὕστερον δικαίως ῥίψας ἐν Εὐαγγελίῳ ἐθεώρησε· λέγει δὲ οὑτωσεὶ παρὰ τῷ Ἰώβ· Ἀλλ' ἰδοὺ θηρίον παρὰ σοὶ χόρτον ἴσα βουσὶν ἐσθίον· ἰδοὺ ἡ ἰσχὺς αὐτοῦ ἐν ὀσφύϊ, ἡ δὲ δύναμις αὐτοῦ ἐπ' ὀμφαλοῦ γαστρός. Ἔστησεν θυρὰν ὡς κυπάρισσον, τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται· αἱ πλευραὶ χαλκαί, ὁ δὲ νῶτος αὐτοῦ σιδηροῦς χυτός. Τοῦτό ἐστιν ἀρχὴ πλάσματος Κυρίου πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων. Ὥστε τὸν διάβολον πρῶτον κτίσμα εἶναι λέγει, ἑαυτὸν ποιήσαντα ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἁγίων ἀγγέλων, διὰ τὸ ἀνόσιον αὐτοῦ καὶ κακόβουλον τῆς προαιρέσεως. Οὐκ ἂν δὲ μετ' αὐτὸν ὁ Υἱὸς, ὁ καὶ τοῦτον δημιουργήσας οὔτε μὴν τὸ Πνεῦμα τοῦ Θεοῦ ἐκτίσθη.
dare to say that the Holy Spirit is the first creature; and Macedonius, that the Spirit alone is; upon them may the holy and consubstantial Trinity turn the weight of remembering such senseless and condemned sayings; whereas we will show, adducing the divine Scriptures, that the first creature of God came into being thus. The first creature, having been lifted up, was cast down from the heavens like lightning, even as He Himself who created it well and afterwards justly cast it out beheld in the Gospel; and it speaks thus in Job: Behold now the beast with thee eating grass like oxen; behold, his strength is in his loins, and his power is upon the navel of his belly. He set up his tail like a cypress, and his sinews are intertwined; his ribs are of bronze, and his back is of molten iron. This is the beginning of the formation of the Lord, made to be mocked by the angels. So that he says the devil is the first creature, who made himself to be mocked by the holy angels, on account of the unholiness and evil counsel of his choice. Neither after him then was the Son, who also created him, nor indeed the Spirit of God created.
ΚΕΦ. ΙΗʹ. ⟨Π⟩ερὶ τῆς ἁγίας Τριάδος. Καὶ ὅτι διὰ τὸ ταὐτὸν τῆς οὐσίας τὰ αὐτὰ ἐπ' ἀμφοτέραις ταῖς ὑποστάσεσιν ὀνόματα λέγονται, πάρεξ τῆς πατρότητος καὶ υἱότητος, καὶ τῆς ἐκπορεύσεως τοῦ Πνεύματος· τοῦτο γὰρ ἴδιον ἑκάστης ὑποστάσεως ἰδικῶς. Καὶ ὅτι ποτὲ ὁ Πατὴρ, ποτὲ ὁ Υἱὸς, ποτὲ τὸ Πνεῦμα προστάσσεται. Καὶ ὅτι καὶ τὸ τριαδικὸν καὶ τὸ μοναδικὸν ἐν τῇ Γραφῇ δείκνυται.
Chapter XVIII. Concerning the Holy Trinity. And that on account of the sameness of essence the same names are spoken of both hypostases, apart from fatherhood and sonship, and the procession of the Spirit; for this is proper to each hypostasis specifically. And that sometimes the Father, sometimes the Son, sometimes the Spirit is placed first. And that both the triadic and the monadic are shown in Scripture.
Ἐκ πάντων δὴ οὖν τῶν εἰρημένων συνέστη ὡς τὰ ἐκείνων παντοίως ἀλλότρια τῆς ἀληθείας ὄντα τυγχάνει. Σοφιστείας γὰρ ἔργον τὸ εὑρεσιλογεῖν· σοφίας δὲ τὸ μετ' αἰδοῦς καὶ τῆς ἐναρμοττούσης ἀποδοχῆς διερευνᾷν τὰς Γραφάς. Ἀναγκαῖον δὲ λοιπὸν, τὰς ἀπειθάνους αὐτῶν συρφετολογίας καὶ διαμάχας παρελθόντας καὶ τῷ νοητῷ ποτίμῳ ὕδατι τοῦ ἁγίου Πνεύματος τὰς ἁλμυρὰς, τὸ δὴ λεγόμενον, ἀποκλυσαμένους ἀκοὰς ἐπιδεῖξαι, ὅτι περ αἱ Γραφαὶ διὰ τὸ ταὐτὸν τῆς θεότητος ποτὲ μὲν μίαν τῶν θείων ὑποστάσεων, ποτὲ δὲ τὰς τρεῖς ὀνομάζουσιν· καὶ ἑκάστῃ αὐτῶν ὁμοίως τὸ ἀγαθὸν ἀπονέμουσιν· ὡς ὅτ' ἂν λέγῃ Μωϋσῆς· Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεὸς
From all that has been said, then, it has been established that their assertions are altogether alien from the truth. For it is the work of sophistry to invent arguments; whereas it is the work of wisdom to search the Scriptures with reverence and fitting acceptance. It is necessary next, passing by their unpersuasive rubbish of words and contentions, and rinsing out our briny ears, as the saying goes, with the intelligible potable water of the Holy Spirit, to show that the Scriptures, on account of the sameness of the Godhead, sometimes name one of the divine hypostases, and sometimes the three; and to each of them alike they assign the good; as when Moses says: Hear, O Israel: the Lord God
Notes, col. 341

On the reading

Printed θυρὰν, for οὐρὰν.

Printed χαλκαί, for χαλκαῖ.

Printed προστάσσεται, for προτάσσεται.