Migne Reading Room

PG 39 · cols. 344–353 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:344Read from the page
σου, Κύριος εἷς ἐστιν. Διὰ τοῦ εἰπεῖν εἷς δηλώσας τὴν μίαν θεότητα· διὰ δὲ τοῦ Κύριος, εἶτα Θεὸς καὶ πάλιν Κύριος, τὴν Τριάδα σημάνας· παρ' ᾗ πᾶν ἐγκόσμιον καὶ ὑπερκόσμιον ἀγαθὸν ὑπῆρξεν καὶ ὑπάρξει τοῖς ἀνθρώποις. Καὶ πάλιν· Εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα. Καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα. Καὶ ἴδεν ὁ Θεός, ὅτι καλόν. Σημειωτέον, ὅτι καὶ τρεῖς ὑποστάσεις, καὶ ἑκάστη θεὸν ὀνομάζει, καὶ τὴν συμφωνίαν καὶ τὴν συνεργίαν δείκνυσι τοῦ εἰπόντος καὶ τοῦ [19 b] ποιήσαντος καὶ τοῦ ἐπαινέσαντος. Καὶ πάλιν, Προστάττει, φησὶν, ὁ Θεὸς τῷ Μωϋσῇ λέγων· Λάλησον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ· Οὕτως εὐλογήσετε τὸν Ἰσραήλ· Εὐλογήσαι σε Κύριος, καὶ φυλάξαι σε. Ἐπιφάναι Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ ἐλεήσαι σε. Ἐπάραι Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σέ· καὶ δῴη σοι εἰρήνην. Ἵνα δηλώσῃ τρία πρόσωπα, οὐχ εἶπεν ἅπαξ· Κύριος εὐλογήσαι σε, καὶ ἐπιφάναι σοι καὶ δῴη σοι εἰρήνην· ἀλλὰ τρίτον ὠνόμασεν Κύριον. Καὶ ὡς ἡνίκα προφητεύουσιν· Ἀγγαῖος μὲν θεόχρηστον ἐκ προσώπου τοῦ Πατρὸς φέρων φωνὴν οὕτως ἔχουσαν· Ἴσχυε, Ζοροβάβελ, διότι ἐγὼ μεθ' ὑμῶν εἰμι· καὶ ὁ Λόγος μου ὁ ἀγαθὸς, καὶ τὸ Πνεῦμά μου ἐν μέσῳ ὑμῶν· Ἡσαΐας δὲ ἐξ ὁμοτίμων τῶν αὐτοτελῶν ὑποστάσεων ὁμότιμον τὴν ἀποστολὴν γεγενῆσθαι λέγων καὶ ἐν ὀλίγῃ ῥήσει πᾶσαν κοινωνίαν αὐτῶν ἐνδεικνύμενος καὶ βοῶν· Καὶ νῦν Κύριος Κύριος ἀπέσταλκέν με καὶ τὸ Πνεῦμα αὐτοῦ. Οὐ γὰρ ἁπλῶς δεύτερον ὠνόμασεν, Κύριος Κύριος καὶ οὕτω τὸ Πνεῦμα αὐτοῦ· ἀλλ' ἵνα καὶ τὰς ὑποστάσεις καὶ τὴν μίαν δηλώσῃ θεότητα καὶ θέλησιν. Δαυῒδ δὲ (καὶ γὰρ καὶ αὐτὸς ἀρήγει τῷ τοιῷδε κεφαλαίῳ) καὶ ᾠδῆς ἔμπλεα πάντα ποιεῖ καὶ ἐκφαίνει, ὅπῃ πίστεως ἔσχε, κατὰ τάσδε τὰς λέ-
your [God], the Lord is one. By saying 'one' He declared the one Godhead; and by 'Lord', then 'God', and again 'Lord', He signified the Trinity, from Whom every mundane and supramundane good has existed and shall exist for mankind. And again: God said, Let there be a firmament. And God made the firmament. And God saw that it was good. It is to be noted that He both names three hypostases and calls each God, and shows the agreement and co-operation of the One who spoke, the One who made, and the One who praised. And again, God commands Moses, it says, saying: Speak to Aaron and to his sons: Thus shall ye bless Israel: The Lord bless thee and keep thee. The Lord make His face to shine upon thee and have mercy upon thee. The Lord lift up His countenance upon thee, and give thee peace. In order to declare three persons, He did not say once, 'The Lord bless thee, and shine upon thee, and give thee peace', but named 'Lord' a third time. And likewise when they prophesy: Haggai indeed brings forth a divinely uttered voice in the person of the Father, running thus: Be strong, Zerubbabel, for I am with you, and My good Word, and My Spirit in the midst of you; while Isaiah, saying that the mission came to pass with equal honour from the self-complete hypostases of equal honour, and in a brief utterance displaying all their communion and crying aloud: And now the Lord, the Lord has sent Me and His Spirit. For not idly did he name 'Lord, Lord' a second time, and thus 'His Spirit'; but in order to declare both the hypostases and the one Godhead and will. And David (for he too comes to the aid of such a subject) both makes everything full of song and reveals where he stood in faith, in these very wo-
PG 39:345Read from the page
ξεις· ἐν μὲν ιζʹ ψαλμῷ· Τίς θεὸς πάρεξ τοῦ Κυρίου; Καὶ τίς θεὸς, πλὴν τοῦ θεοῦ ἡμῶν, ὁ θεὸς ὁ περιζωννύων με δύναμιν. Ἐν δὲ μηʹ· Σὺ, ὁ Θεὸς, ἀντιλήπτωρ μου εἶ. Ὁ θεός μου, τὸ ἔλεος αὐτοῦ προφθάσει με· ὁ θεός μου δείξει μοι ἐν τοῖς ἐχθροῖς μου· ἐν δὲ ζεʹ· Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν· ᾆσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ· ᾆσατε τῷ Κυρίῳ· εὐλογήσατε τὸ ὄνομα αὐτοῦ. [20 a] Τρίτον γὰρ ὀνομάσας, ἢ Κύριον, ἢ Θεὸν, τὴν Τριάδα παρεδήλωσεν. Ἀλλὰ καὶ Ἄννα εἰς τὰς Βασιλείας προσευχομένη, τὴν Τριάδα ἐπεκαλέσατο, εἰποῦσα· Ἀδωναεὶ, Κύριε, Ἐλωεὶ Σαβαώθ· ἑρμηνεύεται γὰρ τῇ Ἑβραΐδι φωνῇ τὸ, Ἀδωναεὶ, Κύριος· καὶ πάλιν Ἑλλάδι φωνῇ εἶπε, Κύριος· καὶ τρίτον Ἑβραϊστὶ ἔφη, Ἐλωεὶ Σαβαὼθ, ὅπερ ἐστὶ, Θεὲ στρατιῶν, ἤτοι δυνάμεων. Ἤδη δὲ νῦν
-rds: in the seventeenth Psalm, Who is God besides the Lord? And who is God, except our God, the God who girds me with power? And in the forty-eighth: Thou, O God, art my helper. My God, His mercy shall go before me; my God shall show me [it] among my enemies. And in the ninety-fifth: Sing to the Lord a new song; sing to the Lord, all the earth; sing to the Lord, bless His name. For by naming either 'Lord' or 'God' a third time, he indicated the Trinity. Moreover, Hannah also, praying in the Books of Kingdoms, called upon the Trinity, saying: Adonai, Lord, Eloi Sabaoth; for in the Hebrew tongue 'Adonai' is interpreted 'Lord', and again in the Greek tongue she said 'Lord', and a third time in Hebrew she spoke 'Eloi Sabaoth', which is, 'God of hosts', or 'of powers'. And now already
Notes, col. 345

On the reading

Printed ζεʹ, for ϟεʹ.

PG 39:348Read from the page
καὶ Ἠλίας ὁ Θεσβίτης εν τῇ τρίτῃ τῶν Βασιλειῶν ἱστορίᾳ, τῆς Σιδωνίας χήρας τὸν υἱὸν νεκρὸν ὄντα ἀναβιῶναι εὐξάμενος, τρίτον ἐνεφύσησεν εἰς αὐτὸν, καὶ οὕτως ἀνέστησεν· ἐκ τούτου μονονουχὶ σημάνας, ὡς αὐτὸς ἐν τῇ προσευχῇ τὴν ζωοποιὸν ἐπεκαλέσατο Τριάδα, ἀλλὰ καὶ ἡμᾶς μὴ ἄλλως πιστεύειν καὶ δοξάζειν διδάξας. Καὶ τοῖς ὑδροφόροις δὲ παρακελευόμενος, Δισσεύσατε, καὶ, Τρισσεύσατε, τὰς τρεῖς πανυμνήτους ὑποστάσεις ἰσοδυνάμως καὶ ὁμοτίμως πανταχοῦ ἐν πᾶσιν ἐνεργεῖν παρεδήλου. Εἰ δὲ βούλεσθε, γνώριμον ὑμῖν καὶ ἐκ θείας φωνῆς αὖθις τὸ κινούμενον ποιήσω. Ἐν γὰρ βίβλῳ Γενέσεως, ἐν τῇ πυργοποιΐᾳ, ὁ Θεὸς καὶ Πατὴρ τὰς μακαρίας ὑποστάσεις ἐξέφηνεν, πρὸς τὸν ἑαυτοῦ Υἱὸν καὶ τὸ ἅγιον αὐτοῦ Πνεῦμα εἰρηκώς· Δεῦτε καταβάντες συγχέωμεν ἐκεῖ αὐτῶν τὰς γλώσσας, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον. Καὶ Μωϋσῆς δὲ, τὴν ἰσότητα τῆς Τριάδος, ὡς οἶμαι, δηλῶν, ἐξέθετο μίαν ἄμπελον ἐν τρισὶ πυθμέσι, τοῦτον τοῦ ἄλλου πυθμένος οὐδαμοῦ προβαθέστερον εἰρηκώς· ἵνα μή τις τὴν ὑπόστασιν ταύτην ἐκείνης προτερεύειν νομίσῃ, ἀλλὰ τὰς τρεῖς ἐν μιᾷ συντείνειν [20 b] θεότητι πάντες πιστεύωμεν. Διὰ τοῦτο καὶ ἡ θεόπνευστος Γραφὴ ἐκώλυσεν ἐν τῷ θυσιαστηρίῳ, ἐν ᾧ ἡ Τριὰς δοξάζεται, ἀναβαθμοὺς ποιεῖν· ὥστε μὴ ὡς ἐν βαθμοῖς διορίζεσθαι ἀνθρώπους, καθ' ὕφεσίν τινα εἶναι τὰς θείας ὑποστάσεις. Καὶ ἁπλῶς ἡ Παλαιὰ Διαθήκη, τύπον φέρουσα τῆς Νέας, μυστικῶς καὶ προμηθεστάτως διαλέγεται· αἰνιττομένη μᾶλλον ἐν πολλοῖς, ἢ φράζουσα ἐν ταυτῷ· καὶ φράζουσα πλέον, ἤπερ αἰνισσομένη τὸ ὕστερον ἐκφανθὲν μυστήριον· ὅπως μήτε πλήξῃ τῇ ἀθρόᾳ προσβολῇ τοὺς ἀμυήτους, καὶ οὔπω ὄντας σταθερούς τε καὶ δεκτικοὺς τῆς θεοπτίας· μήτε μὴν εἰς τὸ παντελὲς ζημιώσῃ· τὸ μὲν γὰρ ἦν ἀπειρίας, τὸ δὲ ἀπανθρωπίας. Πολλάκις δὲ καὶ ἅπερ τυχὸν ἐνταῦθα ἡμῖν δυσεφίκτως ἔφρασε, δι' ἑτέρας γραφῆς τὴν λύσιν παρέσχετο. Ἡ δὲ Νέα οὐκ ἔτι ὡς ἐν σκιᾷ καὶ παραπετάσματι, ἀλλὰ σαφῶς καὶ διαῤῥήδην φράζει, ὡς μαρτυροῦσιν οὗτοι· Παῦλος γράφων, Ῥωμαίοις μὲν, Εἴπερ εἷς ὁ Θεός· Γαλάταις δὲ καὶ Κορινθίοις· Ὁ Θεὸς εἷς ἐστιν. Καὶ πάλιν δὲ Κορινθίοις τὸ δεύτερον· Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν. Ἐνταῦθα διὰ τὸ ταυτὸν τῆς θεότητος, πρώτου ἐμνημόνευσεν τοῦ Υἱοῦ, καὶ οὕτω τοῦ Πατρὸς, εἶτα τοῦ ἁγίου Πνεύματος αὐτοῦ· κοινωνίαν
Elijah the Tishbite also, in the third history of Kingdoms, having prayed that the dead son of the Sidonian widow might come back to life, breathed upon him a third time, and thus raised him up; thereby all but signifying that he himself in his prayer called upon the life-giving Trinity, and teaching us also not to believe and glorify otherwise. And when bidding the water-bearers, 'Do it a second time', and 'Do it a third time', he intimated that the three all-praised hypostases work everywhere in all things with equal power and equal honour. And if you wish, I will again make known to you what is under discussion from a divine utterance also. For in the book of Genesis, at the building of the tower, God and the Father revealed the blessed hypostases, having spoken to His own Son and His Holy Spirit: Come, let us go down and confound their tongues there, that each may not hear the voice of his neighbour. And Moses also, declaring, as I suppose, the equality of the Trinity, set forth one vine with three roots, nowhere calling one root deeper than another, lest anyone should suppose that this hypostasis precedes that, but that we all might believe that the three converge in one Godhead. For this reason also the divinely inspired Scripture forbade making steps upon the altar on which the Trinity is glorified, so that men should not, as with steps, distinguish the divine hypostases as being by way of some subordination. And simply, the Old Testament, bearing a type of the New, discourses mystically and most providently, hinting in many places rather than speaking in the same way, and speaking more than hinting at the mystery afterwards manifested; so that it might neither strike with a sudden onset the uninitiated, who were not yet steadfast and receptive of the vision of God, nor indeed deprive them altogether; for the one would have been want of skill, the other inhumanity. And often, whatever things it perhaps expressed to us here hard to grasp, it provided the solution through another scripture. But the New [Testament] no longer speaks as in a shadow and behind a veil, but clearly and expressly, as these testify: Paul, writing to the Romans indeed, Since God is one; and to the Galatians and Corinthians, God is one. And again to the Corinthians the second time: The grace of our Lord Jesus Christ, and the love of God, and the communion of the Holy Spirit be with you all. Here, because of the sameness of the Godhead, he mentioned the Son first, and thus the Father, then His Holy Spirit; calling communion
Notes, col. 348

On the reading

Printed εν, for ἐν.

PG 39:349Read from the page
δὲ τοῦ ἁγίου Πνεύματος μετὰ Πατρὸς καὶ Υἱοῦ εἶπε τῆς μιᾶς θεότητος, καὶ δόξης, καὶ βασιλείας· ποία γὰρ ἄλλη ἐπὶ Θεοῦ κοινωνία; Ἐφεσίοις δέ· Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς Θεὸς καὶ Πατὴρ πάντων, ὁ [21 a] ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν. Εἶτα τοῖς αὐτοῖς· Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Θεὸν καὶ Πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα δῷ ὑμῖν, κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ, εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις. Ὧδε πάλιν ὁμοίως, διὰ τὸ ἰσότιμον τῶν ὑποστάσεων, μετὰ τὸν Πατέρα, πρώτου τοῦ Πνεύματος, καὶ οὕτω τοῦ Υἱοῦ ἐμνημόνευσεν. Καὶ πάλιν Κορινθίοις· Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεόν. Ἑβραίοις δέ· Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν· πῶς ἡμεῖς ἐκφευξόμεθα, τηλικαύτης ἀμελήσαντες σωτηρίας; Ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων, εἰς ἡμᾶς ἐβεβαιώθη, συνεπιμαρτυροῦντος τοῦ Θεοῦ σημείοις τε καὶ τέρασι, καὶ ποικίλαις δυνάμεσι, καὶ Πνεύματος ἁγίου μερισμοῖς, κατὰ τὴν αὐτοῦ θέλησιν. Διὰ οὖν τοῦ Κυρίου, δεδήλωται ὁ Υἱός· διὰ δὲ τοῦ, Θεοῦ, ὁ Πατήρ· εἶτα καὶ τὸ αὐτεξούσιον καὶ παντοδύναμον τοῦ ἁγίου Πνεύματος. Καὶ ὁ Υἱὸς δὲ ἔδειξε, τὴν μὲν μίαν θεότητα, διὰ τοῦ εἰπεῖν, Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός· τὰς δὲ ἰσοτίμους καὶ ἰσοδυνάμους τρεῖς ὑποστάσεις, διὰ τῆς περὶ τὸ βάπτισμα διδαχῆς· μὴ εἰπὼν δὲ πειραστικῶς ἐξετά-
of the Holy Spirit with the Father and the Son of the one Godhead, and glory, and kingdom; for what other communion is there in God? And to the Ephesians: One Lord, one faith, one baptism, one God and Father of all, Who is over all, and through all, and in all. Then to the same: For this cause I bow my knees unto God and the Father, from Whom every family in heaven and on earth is named, that He may grant you, according to the riches of His glory, to be strengthened with power through His Spirit, that Christ may dwell in the inner man through faith in [your] hearts. Here again, in like manner, on account of the equal honour of the hypostases, after the Father he mentioned the Spirit first, and thus the Son. And again to the Corinthians: Now I beseech you, brethren, by our Lord Jesus Christ, and by the love of the Spirit, to strive together with me in prayers for me to God. And to the Hebrews: For if the word spoken through angels became steadfast, and every transgression and disobedience received a just recompense of reward; how shall we escape, if we have neglected so great a salvation? Which, having begun to be spoken through the Lord, was confirmed unto us by those who heard, God also bearing witness with signs and wonders, and manifold powers, and distributions of the Holy Spirit according to His own will. Through 'the Lord', then, the Son has been declared; and through 'God', the Father; and then also the sovereign and almighty [authority] of the Holy Spirit. And the Son also showed the one Godhead by saying, Why callest thou Me good? None is good, save one, God; and the three hypostases of equal honour and equal power through the teaching concerning baptism; and by not saying to the lawyer who was testing Him and exami-
PG 39:352Read from the page
σαντι τῷ νομικῷ, Μή με λέγε ἀγαθὸν, ἀλλὰ, Τί με λέγεις [21 b] ἀγαθόν; ἔδειξεν ὡς καὶ αὐτὸς ἀγαθός ἐστιν ἐν ἴσῳ τῷ Πατρὶ, καὶ ἐκ τῆς πατρικῆς ἀγαθότητος ἐκφαίνεται ἡ αὐτοῦ, καὶ δείκνυται ἀπὸ ἀγαθοῦ, ἀγαθὸς γεγεννημένος. Εἰ γὰρ, φησὶν, οἶδάς με ἀγαθὸν, καὶ μὴ συμπλέκεις τῷ διδασκάλῳ τὴν λέξιν (ὡς τὸ, Εὖ, δοῦλε ἀγαθέ· καὶ ὡς, Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὸ ἀγαθόν· καὶ ὡς, Ἀγαθὸς ἦν Σαμουὴλ μετὰ Θεοῦ καὶ ἀνθρώπων· καὶ, Ἀγαθὸς ἦν Σαοὺλ, υἱὸς Κεὶς, ἐκ φυλῆς Βενιαμὶν, ὑψηλότερος παντὸς Ἰσραὴλ ὑπὲρ ὠμίαν καὶ ἐπάνω· καὶ, Ἀγαθὸς κύων ὁ ζῶν ὑπὲρ τὸν λέοντα τὸν τεθνηκότα), μηδὲν παραιροῦ τοῦ πρωτουργοῦ ἀγαθοῦ, ἀλλ' ὡς Θεόν με ἐπίγνωθι· μὴ ἄλλον τῇ θεότητι τοῦ Πατρὸς, ἀλλὰ τῇ ὑποστάσει· μία γὰρ ἡ ἀμφοτέρων θεότης· ἐπεὶ οὐκ ἔτι τὸ πρῶτον ἀγαθὸν, ἓν εὑρίσκεται. Ἀνέγνως γάρ που, φησὶν, ὡς Ἀγαθόν σοι πεποιθέναι ἐπὶ τὸν Κύριον, ἢ πεποιθέναι ἐπ' ἄνθρωπον. Τὸ γὰρ προσκολλᾶσθαι τῷ Θεῷ, ἀγαθόν ἐστιν· καὶ ὡς ἀγαθῷ, ἀκολουθεῖν μοι, καὶ κατόπιν μου βαίνειν ὑμᾶς ἀεὶ προέτρεψα. Διὸ οὐκ εἶπε μὲν, Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Πατὴρ, ἀλλ', Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός· ὡς καὶ ἐν ἄλλῳ που λέγει· Τί με λέγετε, Κύριε, Κύριε, καὶ οὐ ποιεῖτε τοὺς ἐμοὺς λόγους; Ἡ γὰρ κτίσις, φησὶ, κατὰ μετοχὴν τὴν ἀγαθότητα ἔχει, ἀπομιμουμένη πρὸς δύναμιν τὴν ἑαυτῆς, εἰ θέμις εἰπεῖν, τὴν ἔμφυτον καὶ τελείαν τοῦ Θεοῦ ἀγαθότητα, καὶ δι' αὐτῆς σωζομένη· καὶ ἔστιν ὕπαρξις τοῦ ἐν αὐτῇ ἀγαθοῦ, τὸ μετέχειν τῆς τοῦ Θεοῦ, προσκολλωμένην αὐτῷ τῇ ὑπακοῇ καὶ τῷ πρὸς
-ning [Him]: Call Me not good, but, Why callest thou Me good? He showed that He Himself is also good equally with the Father, and that His own [goodness] shines forth from the paternal goodness, and He is shown to be good begotten from the good. For if, He says, you know Me to be good, and do not join the word with 'teacher' (as in, Well done, good servant; and as, The good man out of the good treasure of the heart brings forth that which is good; and as, Samuel was good with God and men; and, Saul, the son of Kish, of the tribe of Benjamin, was good, taller than all Israel from his shoulder and upward; and, A living dog is good above a dead lion), take nothing away from the primary good, but acknowledge Me as God; not another in the Godhead of the Father, but in hypostasis; for the Godhead of both is one; otherwise the first good is no longer found to be one. For you have read somewhere, He says, that It is good for you to trust in the Lord, rather than to trust in man. For to cleave to God is good; and as one who is good, I always exhorted you to follow Me and walk behind Me. Therefore He did not say, None is good save one, the Father, but, None is good, save one, God; as He also says elsewhere: Why call ye Me, Lord, Lord, and do not My words? For creation, he says, has goodness by participation, imitating according to its own power, if it is lawful to say so, the innate and perfect goodness of God, and being saved through it; and the subsistence of the good that is in it is to partake of that of God, cleaving to Him by obedience and by
PG 39:353Read from the page
αὐτὸν ἔρωτι. Ἐγράφη γὰρ ὡς Οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται· καὶ, Μακρὰν ἀπέχει ὁ Θεὸς ἀπὸ ἀσεβῶν· καὶ, Μακρὰν [22 a] ἀπὸ ἁμαρτωλῶν ἡ σωτηρία. Δῆλον δὲ, ὡς σχέσει καὶ διαθέσει, διὰ τὴν πρὸς τὸ ἀγαθὸν ἐναντίωσιν, καὶ τὸ πρὸς ἀρετὴν βράδος· ἀλλ' οὐ τόπῳ. Ὅτι δὲ καὶ αὐτὸς ἀγαθός ἐστιν, ἅτε φύσει τῷ ἀγαθῷ Πατρὶ ὑπάρχων ἓν, αὐτός τε ἐν Ματθαίῳ λέγει· Εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι; καὶ πάλιν· Μαρία τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς. Ἔλεγε δὲ ἀγαθὴν μερίδα, ἑαυτόν. Καὶ συνεξαγγέλλουσι δὲ αὐτῷ οὐκ ἀφανεῖς ἄνδρες, ἀλλὰ καὶ σφόδρα προσομιλήσαντες τῷ θεϊκῷ Πνεύματι· οἱ δέ εἰσι μεταξὺ τῶν ἄλλων τῶν συνοπαδῶν αὐτοῖς, οὗτοι· ὁ Ἱεροψάλτης ἐν ριζʹ ψαλμῷ· Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός· καὶ ἐν τῷ αὐτῷ· Ἀγαθὸς Κύριος τοῖς ὑπομένουσιν αὐτὸν, ψυχῇ ἐκζητούσῃ αὐτόν· καὶ Ἠσαΐας· Κύριος κριτὴς ἀγαθὸς τῷ οἴκῳ Ἰσραήλ. Ὅτι δὲ καὶ τὸ ἅγιον τοῦ Θεοῦ Πνεῦμα ἀγαθὸν ὑπάρχει, ὁ μνημονευθεὶς Δαυῒδ ἐν κδʹ ψαλμῷ μελῳδεῖ· Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Πρὸς δὴ τούτοις, εἰ ἀγαθόν ἐστιν ἡ αἰώνιος ζωή, καὶ τὰ ῥήματα τοῦ Υἱοῦ· (ἔφη γάρ· Ἐγώ
love towards Him. For it has been written that They who remove themselves far from Thee shall perish; and, God is far from the ungodly; and, Salvation is far from sinners. Now it is clear that [this is] in relation and disposition, through opposition to the good and slowness towards virtue, and not in place. And that He Himself is also good, inasmuch as He is by nature one with the good Father, He Himself says in Matthew: Is thine eye evil, because I am good? And again: Mary has chosen the good part, which shall not be taken away from her. And by 'the good part' He meant Himself. And men by no means obscure, but who also conversed intimately with the divine Spirit, proclaim it together with Him; and among the rest of their companions are these: the sacred Psalmist in the one hundred and seventeenth Psalm: Give thanks unto the Lord, for He is good; and in the same: The Lord is good to them that wait for Him, to the soul that seeks Him; and Isaiah: The Lord is a good judge to the house of Israel. And that the Holy Spirit of God is also good, the aforementioned David sings in the twenty-fourth Psalm: Thy good Spirit shall lead me in a straight land. Furthermore, if eternal life is good, and the words of the Son (for He said: I