ὑπάρχειν τὸν ἐθελουσίως αὐτουργοῦντα, καὶ ἔχοντα ψιλῷ τῷ οἰκείῳ νεύματι πάντα δίχα μελλήσεως συντρέχοντα; καὶ ἐν ραʹ ψαλμῷ· Κατ' ἀρχὰς τὴν γῆν σὺ, Κύριε, ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον εἱλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν· ἀντὶ τοῦ, ἄναρχος ὑπάρχεις καὶ ἀπέραντος. Καὶ Παῦλος δὲ τὰ ἴσα γράφει, πρὸς Ἐφεσίους μέν· Ἐν τῷ θεῷ τὰ πάντα κτίσαντι· πρὸς δὲ Κολασσαεῖς· Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς ὁρατὰ, καὶ ἀόρατα· εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι, τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἐκτίσθη· καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν. Τοῦ γὰρ οὐσιωδῶς ἐξεικονίζοντος τὸν Θεὸν, καὶ τοῦ πρὸ πάντων τῇ θεότητι οὐδεὶς ὑπέρκειται, οὐδὲ πρεσβυτερεύει· ὡς τοῦ μετὰ πάντας οὐδεὶς ὑπόκειται, οὐδὲ ὑστερεύει. Καὶ ἄλλως· Εἰ πρὸ πάντων ἐστὶν μόνος ἐκ μόνου, καὶ μόνως· πρὸ πάσης ἐνεργείας ἀποῤῥήτως ἐγεννήθη, καὶ οὐσιωδῶς Υἱός ἐστι τοῦ Πατρός. Δεῖ γὰρ τὸν πρὸ πάντων ὄντα, καὶ πάσης φύσεως ὑπερφυῶς ἐπιτροπεύοντα, μηδὲν εἶναι τῶν πάντων· μηδὲ κτίσμα κατὰ σύγκρισιν νοεῖσθαι τῶν παρ' αὐτοῦ παροισθέντων, καὶ πᾶσαν εἰλιχότων πρὸς αὐτὸν ἐξαλλαγήν. Καὶ ἄλλως· Ὃν ἄν τις παντὸς ποιήματος ποιητὴν ἀποφήναιτο, καὶ πᾶσαν βαστάζοντα τὴν κτίσιν, καὶ εἰκόνα τοῦ Θεοῦ καὶ Υἱὸν ὀνομάσοι, τῇ τε ἀληθείᾳ προσέχων καὶ ὑπὸ τῶν θείων λογίων πληροφορούμενος· τοῦτον πῶς ἂν ποίημα, ἢ μικρότερον τοῦ φέροντος τὰ πάντα Θεοῦ, ἢ προγενέστερον ἔχοντα, εἰ μὴ μαίνοιτο, προσομολογήσει; Περὶ δὲ τοῦ Θεὸν καὶ Ἄγγελον κεκλῆσθαι, προφητεύουσιν, Μαλαχίας μὲν, οὕτως εἰπών· Ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε· καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε. Ἰδοὺ ἔρχεται Κύριος, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; Ἡ ἀρχὴ τοῦ ῥητοῦ, τὴν οἰκονομίαν· τὸ δ' ἑπόμενον, τὴν φοβερὰν καὶ φιλάνθρωπον αὐτοῦ δευτέραν παρουσίαν δηλοῖ. Ἡσαΐας δὲ βοῶν, τρόπῳ ᾧ εἰώθασιν οἱ συγχαίροντες ἀγγέλλειν τοῖς οὔπω τοῦ γενομένου ᾐσθημένοις· Παιδίον ἐγεννήθη ἡμῖν, Υἱὸς καὶ ἐδόθη· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς Ἄγγελος· θαυμαστὸς, σύμβουλος, Θεὸς, ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης. Τοῦτον τὸν Θεὸν Λόγον
to exist as the one who operates of His own free will, and who has all things concurring with His bare nod without delay? And in the 101st Psalm: In the beginning Thou, O Lord, didst lay the foundations of the earth, and the heavens are the works of Thy hands; they shall perish, but Thou abidest; and all shall wax old as a garment, and as a vesture Thou shalt roll them up, and they shall be changed; but Thou art the same, and Thy years shall not fail; instead of, Thou art without beginning and infinite. And Paul also writes the same things, to the Ephesians: In God who created all things; and to the Colossians: For in Him were all things created, the things in the heavens and the things upon the earth, visible and invisible, whether thrones, or dominions, or principalities, or powers, all things were created through Him and unto Him; and He is before all things, and all things consist in Him. For no one is superior to, or older than, Him who essentially images God and is before all things in Godhead; just as no one is subject to, or later than, Him who is after all things. And otherwise: If He is before all things, alone from alone, and solely, He was ineffably begotten before all operation, and is essentially Son of the Father. For He who is before all things, and supernaturally governs every nature, must be none of all things; nor be conceived as a creature by comparison with the things brought forth by Him, and which have obtained every difference from Him. And otherwise: Whomsoever one should declare to be the maker of every creature, and bearing all creation, and should name image of God and Son, attending to the truth and fully assured by the divine oracles; how could one, unless he were mad, confess him to be a creature, or smaller than God who beareth all things, or having a predecessor? And concerning His being called God and Angel, Malachi prophesies, speaking thus: The Lord, whom ye seek, shall come to His temple, and the angel of the covenant, whom ye desire. Behold, the Lord cometh, and who shall endure the day of His coming? or who shall stand at His appearing? The beginning of the saying indicates the dispensation; and what follows indicates His fearful and loving-kind second coming. And Isaiah crying aloud, in the manner in which those who rejoice together are accustomed to announce to those who have not yet perceived what has come to pass: A child was born unto us, and a Son was given; and His name is called, Angel of great counsel, wonderful, counsellor, God, mighty, potentate, prince of peace. This God the Word