Migne Reading Room

PG 39 · cols. 308–317 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:308Read from the page
ἔθνεσιν, τὸν Υἱὸν σημαίνεσθαι δείκνυσιν οὗ τὸ ὄνομα βεβηλοῦσιν Ἰουδαῖοι σὺν τοῖς κτισματολάτραις. Καὶ αὐτὴ δὲ ἡ ἀκολουθία παντοκράτορα αὐτὸν εἶναι βούλεται, καθ' ὃ εἰκὼν καὶ Μονογενὴς παντοκράτορος κεχρεωστημένος, τὸ καὶ ἐν τούτῳ εἰκὼν νοεῖσθαι τοῦ παντοκράτορος. Καὶ Παῦλος δὲ Ἑβραίοις γράφει· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης τοῦ Πατρὸς, τουτ' ἔστιν συνάναρχος καὶ ὁμοούσιος. Ἵνα γὰρ τὰ ἀπαράβλητα παραβολικῶς πως παραδειχθείη, εἰ κἂν οὕτω ποσῶς εἰς νοῦν δειχθείη τὸ ὑπὲρ νοῦν, ἐρῶ (τὸ μέγα καὶ μόνον μέγα μικρῷ συμβάλλων), ὡς ἅμα τε ἥλιος, ἅμα ἐξ ἡλίου φύσεως καὶ ἐξ ὅλου τοῦ δίσκου ἀμερίστως, καὶ ἀδιαστάτως, καὶ ἰσομέτρως ὅλον τὸ φῶς συνεκφαίνεται, καὶ συνενεργεῖ, καὶ συμπαρέχει τὴν θέρμην τοῖς αἰσθήσεως δεκτικοῖς, καὶ τῆς τοῦ προόντος οὐσίας τὸ ἀμέσως, καὶ οὐχ ὕστερον προχεόμενον, καὶ συμπροϊὸν, καὶ συνυφιστάμενον φῶς, ὅλην ἐν ἑαυτῷ διεκφαίνει τὴν ποιότητα. Εἰ δὲ πρὸς τὸ εἶκον ἐκείνοις, Ἦν ὅτε οὐκ ἦν, τὸ ἀπαύγασμα· ποῦ ἡ ἀπαυγάζουσα αὐτὸ ὑπόστασις τοῦ φωτός; Συνδιολισθήσει γὰρ που πάντως ἐκείνῳ τοῦτο. Καὶ μὴν καὶ Δανιὴλ προφητεύων εἶπεν· Καὶ φῶς μετ' αὐτοῦ ἦν, ἀντὶ τοῦ, ὁ Υἱὸς μετὰ τοῦ Πατρός. Τοῦτο γὰρ μάλιστα δείκνυσιν τὸ ἀσυνείκαστον καὶ μέγα τῆς θεότητος, ὅτι συνάναρχον αὐτοῦ καὶ σύναρχον, ὁμοῦ δὲ [ 9 a ] καὶ τέλειον καὶ ἀπαράλλακτον ἀπαθῶς ἐγέννησεν ὁ Πατήρ. Κτίσματος γὰρ ἴδιον καὶ οὐ κτίστου· τρεπτοῦ καὶ οὐκ ἀτρέπτου· ὑπὸ κρίσιν καὶ οὐ κριτοῦ· ζωοποιουμένου καὶ οὐ ζωοποιοῦντος· ὑπὸ ἁμαρτίαν καὶ οὐ Θεοῦ τὸ μὴ οὕτως γεννῆσαι καὶ γεννηθῆναι. Εἰ γὰρ αὐτὸς, οὔπω ἐνεργείας ἄλλης οὐδεμιᾶς γενομένης, ἐποίησεν τοὺς αἰῶνας, οἳ ἐκ τῶν χρόνων ἀποτελοῦνται, καὶ τοῖς πᾶσιν ἀρχὴν ἐπέθηκεν, οὐδὲν δὲ πρὸ τῶν χρόνων καὶ αἰώνων νοεῖσθαι δύναται, εἰ μὴ ἡ ἀκατάληπτος καὶ ἀληθῶς μόνη πρωτίστη καὶ πρωτουργὸς φύσις, ἡ μόνως οὖσα ἄναρχος καὶ αἰώνιος, καὶ ὕφεσιν πρὸς ἑτέραν οὐκ ἔχουσα· πῶς οὐκ ἀνάρχως ἐκ τῆς ὑποστάσεως γεννηθῆναι πιστεύεται τοῦ Πατρὸς, καὶ οὐχ ἐκ τῆς ἐνεργείας; Χρόνον γὰρ οὐ διορίζοντος, οὐκ ἔστιν πρότερον καὶ ὕστερον· ἀλλ' ὁ μὴ ὢν ὑπὸ χρόνον, ἄναρχός ἐστιν· ὁ δὲ ἄναρχος ἄκτιστος. Ὥσπερ γὰρ οὐκ ἔστι χρόνος ἀγένητος, οὕτως οὐδὲ κτίσις ἄχρονος, ἀλλ' ἔχει μέτρον τὸν χρόνον· σὺν αὐτῇ γὰρ καὶ ὁ χρόνος γέγονεν. Καὶ εἰκό-
nations, shows that the Son is signified, whose name the Jews profane together with the creature-worshippers. And the very sequence requires that He is Almighty, inasmuch as He is the image and Only-begotten of the Almighty, Who is owed [this], that in this also He be understood as the image of the Almighty. And Paul also writes to the Hebrews: Who being the radiance of the glory of the Father, that is, co-eternal without beginning and consubstantial. For in order that things beyond comparison may somehow be shown by way of parable, if even thus things above mind may in some degree be shown to the mind, I will say (comparing what is great and alone great with what is small), that as soon as there is a sun, at once from the nature of the sun and from the whole disc, indivisibly, and without interval, and in equal measure, the whole light shines forth together, and works together, and imparts warmth together to things capable of sensation, and the light that pours forth immediately and not later from the pre-existing essence, and proceeds together and subsists together, manifests the whole quality in itself. But if, according to what seemed good to them, "There was when He was not" applies to the radiance, where is the hypostasis of the light that radiates it? For this will surely slip away altogether along with that. Moreover, Daniel also prophesying said: And light was with Him, instead of "the Son with the Father." For this especially shows the incomparable and great [nature] of the Godhead, that the Father passionlessly begot Him co-eternal without beginning with Himself and co-ruling, and at the same time [9.a] both perfect and indistinguishable. For it is proper to a creature and not to a Creator, to one mutable and not immutable, to one under judgement and not a judge, to one made alive and not life-giving, to one under sin and not to God, not so to beget and be begotten. For if He Himself, when no other energy had yet come into being, made the ages, which are completed out of times, and set a beginning to all things, and nothing can be conceived before times and ages except the incomprehensible and truly alone first and primal-working nature, which alone is without beginning and eternal, and has no subordination towards another; how is He not believed to have been begotten without beginning from the hypostasis of the Father, and not from energy? For where time makes no division, there is no earlier and later; but He Who is not under time is without beginning; and he who is without beginning is uncreated. For just as there is no unbegotten time, so neither is there a timeless creation, but it has time as its measure; for together with it time also came into being. And rea-
Notes, col. 308

On the reading

Printed οὐχ ἐκ, for οὐκ ἐκ.

PG 39:309Read from the page
τως πάντα μὲν ἀπὸ τοῦ Δημιουργοῦ μετρεῖται ὡς δεύτερα, αὐτὸς δὲ ὑπ' οὐδενὸς, ἐπειδὴ ἄναρχος καὶ φύσει Θεός.
-thus all things are measured by the Creator as secondary, whereas He Himself by nothing, since He is without beginning and God by nature.
Τὰ δὲ ἴσα θεωρεῖται καὶ περὶ τοῦ ἁγίου Πνεύματος. Οὐ γὰρ γέγραπται πότε, ἐξεπορεύθη, ἀλλ', ἐκπορεύεται. Πῶς δὲ αὐτὴ ἡ ζωὴ ζωοποιεῖται, ἢ τὸ ἀληθινὸν φῶς φωτίζεται ; Ἦν δὲ ἄρα τότε θεῖον φῶς, καὶ ζωὴ αἰώνιος ἀεὶ, καὶ αὐτὸς ἑαυτὸν λέγει ὁ ἀψευδὴς καὶ μέγας Θεός· οὐκ ἦν μὴ ὅτε ἀπαύγασμα δόξης, καὶ χαρακτῆρα ὑποστάσεως, καὶ εἰκόνα ἀγαθότητος, καὶ δύναμιν, καὶ σοφίαν, καὶ δικαιοσύνην Θεοῦ (ἃ ὑπάρχειν τὸν αὐτὸν Μονογενῆ Παῦλος μαρτυρεῖ) οὐκ εἶχεν ὁ Πατήρ· ἀλλ', ὃ μὴ προσῆκεν εἰπεῖν, ὕστερον ὅ τι οὖν προσέλαβεν. Εἰ δὲ εἶχεν, ἦν ἀεὶ ὁ ταῦτα ὢν Μονογενής. Οὔτε γὰρ ὁ ταῦτα ὢν ἐκτὸς τοῦ Θεοῦ, οὔτε ὁ Θεὸς χωρὶς τοῦ ὄντος αὐτοῦ ταῦτά ποτε νοηθῆναι δύναται. Ταῦτα δὲ ὑπάρχει ὁ Μονογενὴς, οὐ καθάπερ ἕξις ἢ ἐπιτηδειότης, ἀλλ' οὐσιωδῶς, καθὰ προείρηται. Εἰ δὲ καὶ ἐν τῇ ἀρχῇ τῆς κοσμογονίας, τὰ πρῶτα δένδρα σὺν τοῖς ἐξ αὐτῶν καρποῖς συνυπέστη (καὶ παράδοξον οὐδὲν εἰ σὺν τῇ ῥίζῃ ὁ καρπὸς συνανέτειλεν), πῶς ἀμήχανον κατ' ἀρχὰς τὸν εὐμήχανον Πατέρα μὴ ἔγκαρπον γεγενῆσθαι τοῦ ἰδίου Υἱοῦ, καὶ εὐθὺς ἐκ τῆς δόξης τῆς ὑποστάσεως αὐτοῦ συνεκλάμψαι τὸ ἀπαύγασμα ; Καθὰ οὖν αὐτοῦ ἡ τῆς ἐνανθρωπήσεως κάτω γέννησις ἑτέρᾳ γεννήσει οὐ συγκρίνεται (ἐκ Παρθένου γὰρ ἄρευστος, ἀπήμαντος, ὅπερ ἡ φύσις ἡμῶν οὐκ ἔχει), οὕτω καὶ ἄνω γέννησις ἀκατάληπτος ὑπὲρ τὸ πλέον, καὶ πᾶσαν ἐξαλλάττουσα γέννησιν ὑπάρχει· καὶ οὔτε ἀπιστεῖν χρὴ, οὔτε μὴν ζητεῖν ἢ ἐξηγεῖσθαι τὸν τρόπον ἡμῖν ἀσφαλὲς, τοῖς εἰπεῖν μὴ δυναμένοις. Πῶς παρθένος ἔτεκεν μείνασα παρθένος, μήτε δὲ τὴν ἰδίαν ἡμῶν
And the same things are observed concerning the Holy Spirit also. For it has never been written, He proceeded, but, He proceeds. And how is life itself quickened, or the true light enlightened? He was then, therefore, divine light and eternal life always, and the unlying and great God Himself speaks of Himself: there was not a time when the Father did not have the radiance of His glory, and the stamp of His hypostasis, and the image of His goodness, and the power, and wisdom, and righteousness of God (which Paul testifies that the same Only-begotten is); nor, which it were unlawful to say, did He afterwards acquire anything whatsoever. And if He had [them], the Only-begotten Who is these things was always. For neither can He Who is these things be conceived apart from God, nor God ever apart from His own being. And the Only-begotten is these things not as a habit or aptitude, but essentially, as has been said before. And if even in the beginning of the creation of the world the first trees subsisted together with their own fruits (and it is nothing paradoxical if the fruit sprang up together with the root), how is it impossible that in the beginning the resourceful Father should not have been [without] fruit of His own Son, and that the radiance should not have shone forth immediately from the glory of His hypostasis? Just as, therefore, His generation below in the incarnation is not compared with any other generation (for it is from a Virgin, without flux, unharmed, which our nature does not possess), so also the generation above is incomprehensible beyond measure, and surpasses every generation; and it is neither right to disbelieve, nor indeed safe for us to seek or explain the manner, who are unable to say how a virgin gave birth while remaining a virgin, nor even our own-
PG 39:312Read from the page
γέννησιν ἐπισταμένοις· ὅπου γε καὶ τὴν καθ' ἡμᾶς εἰ ἐγινώσκομεν, οὐ πάντως καὶ τὴν τοῦ Θεοῦ, ἥτις καὶ ταῖς ἐπουρανίοις δυνάμεσιν ἀκατάληπτος οὖσα τυγχάνει· διὸ σὺν ἐκπλήξει ὁ προφήτης φησὶν, περὶ μὲν τῆς κάτω γεννήσεως· Καὶ ἄνθρωπός ἐστιν, καὶ τίς γνώσεται αὐτόν ; ἀντὶ τοῦ, οὐδείς· περὶ δὲ τῆς ἄνω· Τὴν δὲ γενεὰν αὐτοῦ τίς ἐξηγήσεται ; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ· τὴν γέννησιν, γενεάν· τὴν ὕπαρξιν, ζωήν· τὸ ὑπερεξεπῆρθαι ἀμέτρως ἀπὸ τῆς γῆς καὶ ὑπερφέρειν παντὸς νοῦ, αἴρεται ἀπὸ τῆς γῆς καλέσας μυστικώτατα. Ὅτι γὰρ παντὸς χρόνου ὃν ἂν νοήσῃ τις, πολλὰ κυκλεύσας τῇ διανοίᾳ, ἀπεράντως ἀνώτατος, καὶ ποτότητος πάσης ἀσυγκρίτως ἀμείνων, καὶ τὴν οὐσίαν ἀπερινόητος, καὶ πάντοθεν ἄποπτος εἰς ἅπαν καθέστηκεν, αὐτὸς ἑαυτὸν περιβαλὼν, καὶ οὐδὲν ἑαυτοῦ ἔξωθεν ἔχων· καὶ παραχωρεῖ τῷ τοσούτῳ αὐτοῦ ἀκαταλήπτῳ καὶ ἡ ἀγγέλων πληθὺς, καὶ πᾶς οὐρανίων ταγμάτων δῆμος· ἐκβοῶσιν ὡδί· ὁ μὲν Δαυῒδ ἐν ιζʹ ψαλμῷ· Ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, καὶ κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ· ἡ δὲ ᾠδὴ Ἀμβακούμ· Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ· ὁ δὲ Ματθαῖος· Οὐδεὶς, φησὶν, γινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱός. Τὸ μὲν γὰρ τεχθὲν παρὰ τῆς κτίσεως κατὰ κοινωνίαν ἄλλου πρὸς ἄλλο γεγέννηται, καὶ οὐ συμφυὲς τῷ γεννήσαντι· οὐδὲ τέλειον εὐθὺς καὶ ἀπαθῶς ἐξελήλυθεν. Ἐπὶ δὲ τῆς θεότητος, τὸ ἔμπαλιν. Ἐπειδὴ γὰρ ἡ κτίσις τοιῶσδε, ὁ γενεσιουργὸς ἐναντίως, καὶ οὐχ ὁμοίως τῶν ἰδίων ποιημάτων, ἀλλ' ὡς οἶδεν ταῦτα μόνη ἡ μακαρία Τριάς. Οὐδὲ γὰρ ἀκατάληπτος, εἰ κατελαμβάνετο· οὐδὲ μυστήριον, εἰ ἐγινώσκετο· οὐδὲ θεῖον, εἰ ἐχωρεῖτο· οὐδὲ δημιουργὸς πάντων, εἰ ἀπὸ χρόνου· οὐδὲ ἀσύνθετος καὶ ἀμερὴς, εἰ πρὸς τὰ σώματα. Καθάπερ γὰρ ἀκούοντες περὶ τοῦ Πατρός· Ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ· καὶ, ἕως τῶν νεφελῶν ἡ ἀλήθεια αὐτοῦ· οὐχ ὅρους τιθέαμεν αὐτῷ, ἀλλὰ τὸ ἀΐδιον πιστεύομεν (οὐ γὰρ ὁμῆλιξ αὐτῷ ὁ αἰών)· ὡσαύτως περί τε τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος φρονεῖν ὀφείλομεν· ἐπὶ γὰρ τῆς πάντων ἐπικρατούσης μιᾶς φύσεως, εἰς ἣν αὗται αἱ πάντιμοι ὑποστάσεις. Τὰ ἴσα μελῳδεῖ καὶ περὶ τοῦ Υἱοῦ· Σὺ ὁ αὐτὸς εἶ, καὶ
-tion, who do not understand: whereas even if we knew that which belongs to us, not at all [would we know] that of God, which is incomprehensible even to the heavenly powers; wherefore with amazement the prophet says, concerning the generation below: And he is a man, and who shall know him? instead of, No one; and concerning that above: And who shall declare His generation? for His life is taken away from the earth; calling His generation, lineage; His existence, life; and His being exalted immeasurably above the earth and surpassing every mind, being taken away from the earth, most mystically. For because He is infinitely highest above every time that anyone might conceive, though he revolve many things in his understanding, and incomparably superior to every quantity, and inconceivable in essence, and altogether unseen from every side, having encompassed Himself and having nothing of Himself outside, even the multitude of angels and every assembly of heavenly ranks yields to His so great incomprehensibility; they cry out thus: David in the 17th psalm: He made darkness His hiding-place, and round about Him is His tabernacle; and the ode of Habakkuk: His virtue covered the heavens; and Matthew: No one, he says, knows the Son, save the Father; neither does anyone know the Father, save the Son. For that which is brought forth by creation has been generated by the communion of one thing with another, and is not connatural with that which generated it; nor has it come forth immediately perfect and without passion. But in the case of the Godhead, the opposite holds. For since creation is of such a kind, the Creator [generates] in the contrary manner, and not like His own works, but as the blessed Trinity alone knows these things. For neither would He be incomprehensible if He were comprehended; nor a mystery, if He were known; nor divine, if He were contained; nor Creator of all things, if [He were] from time; nor uncompounded and without parts, if [He were] compared to bodies. For just as when we hear concerning the Father: From everlasting and to everlasting Thou art; and, Unto the clouds is His truth; we do not set bounds to Him, but believe His eternity (for the age is not coeval with Him); in like manner we ought to think concerning both the Son and the Holy Spirit; for [they are] upon the one nature that rules over all, unto which these all-honoured hypostases [belong]. He sings the same things concerning the Son also: Thou art the same, and
Notes, col. 312

On the reading

Printed ποτότητος, for ποσότητος.

PG 39:313Read from the page
τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Καὶ εἰ μὴ μικρὸν τὸ περὶ τοῦ Πατρὸς γεγράφθαι, Ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, οὐ μικρὸν οὐδὲ τὸ περὶ τοῦ Υἱοῦ αὐτοῦ χρησμῳδηθὲν, ὅτι Προαιώνιος Θεός· δῆλον δ', ὡς ἀπερινόητος, καθὰ δειχθήσεται οὐ πολλῷ ὕστερον. Καὶ καθὰ ὁ Πατὴρ ἔχει ἀθανασίαν, μᾶλλον δὲ αὐτός ἐστιν ἡ ἀθανασία· οὕτως ὁ Υἱός ἐστιν ζωὴ αἰώνιος, ἔστιν δὲ τὸ αὐτό. Καὶ ὥσπερ ὁ Πατὴρ, Εἷς Θεὸς, εἴρηται· οὕτω ὁ Υἱὸς κέκληται Μονογενὴς, Θεὸς Λόγος, καὶ Εἷς Κύριος Ἰησοῦς Χριστός. Καὶ ὡς Ἰάκωβος περὶ αὐτοῦ γράφει· Εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτὴς, ὁ μόνος σώζειν δυνάμενος· οὕτω τὸ Πνεῦμα παρὰ Παύλου, Κορινθίοις καὶ Ἐφεσίοις γράψαντος, ὕμνηται, Ἕν, καὶ τὸ αὐτὸ, καὶ μόνον· ἵνα καὶ αὐτῷ τούτῳ τῷ ὡσανεὶ ἀριθμῷ, ἵν' οὕτω λεχθῇ, δείκνυνται φέρουσαι αἱ μακάριαι ὑποστάσεις αὗται τὸ ἐναδικὸν, ἤτοι μοναδικὸν, τῆς πατρικῆς θεότητος. Καὶ εἰ ἐπὶ τοῦ Πατρὸς ἀληθὲς τὸ, ὁ Θεὸς καὶ Κύριος, ἀψευδὲς καὶ ἐπὶ τοῦ Υἱοῦ αὐτοῦ καὶ τοῦ Πνεύματος. Ὡς γὰρ ἐπεμνήσθημεν πολλαχοῦ, ἥ τε Πρεσβυτέρα Διαθήκη, τὴν ἰσοτιμίαν φυλάξασα διελάλησεν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· καὶ, Ἔβρεξεν Κύριος παρὰ Κυρίου· καὶ, Ἐποίησεν ὁ Θεὸς κατ' εἰκόνα Θεοῦ τὸν ἄνθρωπον· καὶ, Τίς Θεὸς πάρεξ τοῦ Κυρίου ; καὶ, Τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν ; Καὶ ἐν τῇ Νέᾳ δὲ Διαθήκῃ, ὁ μὲν Ἰωάννης ἔφη ἅπερ ἤδη ἐλέχθη· ὁ δὲ Θωμᾶς· Ὁ Κύριός μου καὶ ὁ Θεός μου· καὶ ὁ Παῦλος· Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία· καὶ πάλιν καθάπερ ἀπὸ Κυρίου Πνεύματος;· Καὶ δῴη Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου τῷ Ὀνησιφόρου οἴκῳ. Ὁ δὲ Ἰώβ· Πνεῦμα θεῖον τὸ ποιῆσάν με· καὶ, Πνεῦμα θεῖον τὸ περιόν μοι ἐν ῥισίν. Ταυτὸν δέ ἐστιν τῇ Γραφῇ λέξαι θεῖον, ἢ Θεὸν, ὡς διδάσκουσιν, Παῦλος μὲν Ῥωμαίοις γράφων· Ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης· αἱ δὲ Πράξεις· οὐκ ὀφείλομεν νομίζειν χρυσῷ, ἢ ἀργύρῳ, ἢ λίθῳ, χαράγματι τέχνης, ἢ ἐνθυμήσεως ἀνθρωπίνης, τὸ θεῖον εἶναι ὅμοιον· Πέτρος δὲ ἐν τῇ δευτέρᾳ Ἐπιστολῇ· Ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως. Καὶ ὃν τρόπον ὁ Πατὴρ ἀκατάληπτος, οὕτω καὶ τοῦ Χριστοῦ ὁ πλοῦτος ἀνεξιχνία-
Thy years shall not fail. And if it is no small thing that it has been written concerning the Father, He Who exists before the ages, neither is that which was oracularly spoken concerning His Son small, namely Pre-eternal God; and it is clear that He is inconceivable, as will be shown not long afterwards. And just as the Father has immortality, or rather Himself is immortality, so the Son is eternal life, and it is the same thing. And just as the Father has been called One God, so the Son has been called Only-begotten, God the Word, and One Lord Jesus Christ. And as James writes concerning Him: There is one lawgiver and judge, Who alone is able to save; so the Spirit is hymned by Paul, writing to the Corinthians and Ephesians, as One, and the same, and alone: so that even by this very number as it were, if one may so speak, these blessed hypostases are shown to bear the unitarian, or monadic, [character] of the paternal Godhead. And if of the Father that [title], God and Lord, is true, it is unlying also of His Son and of the Spirit. For as we have recalled in many places, the Elder Covenant, preserving the equality of honour, proclaimed: The Lord said to my Lord; and, The Lord rained from the Lord; and, God made man according to the image of God; and, Who is God besides the Lord? and, Who is God except our God? And in the New Covenant also, John spoke the things that have already been said; and Thomas: My Lord and my God; and Paul: Now the Lord is the Spirit; and where the Spirit of the Lord is, there is liberty; and again, as from the Lord the Spirit; and, May the Lord grant him to find mercy from the Lord for the house of Onesiphorus. And Job: A divine Spirit is that which made me; and, A divine Spirit is that which remains to me in my nostrils. And it is the same thing for Scripture to say divine, or God, as they teach: Paul writing to the Romans: Both His eternal power and divinity; and Acts: We ought not to think the divine to be like gold, or silver, or stone, an engraving of art or of human thought; and Peter in his second Epistle: That through these ye may become partakers of the divine nature. And in the manner that the Father is incomprehensible, so also the wealth of Christ is unsearch-
PG 39:316Read from the page
στος, κατὰ τὸν Παῦλον, τυγχάνει ὤν. Φησὶν γάρ· Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἀνθρώπων ἐδόθη ἡ χάρις εὐαγγελίζεσθαι ἐν τοῖς ἔθνεσιν τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ. Ἀλλὰ καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστιν πέρας, οὔτε τῆς συνέσεως ἀριθμὸς, κατὰ τὸν Δαυῒδ· οὔτε τῆς εἰρήνης ὅριον, κατὰ Ἠσαΐαν. Καὶ Τὸ ἄφθαρτον δέ σου, φησὶν, πνεῦμά ἐστιν ἐν πᾶσιν· καὶ, Πνεῦμα Κυρίου πεπλήρωκεν τὴν οἰκουμένην. Οὐδεὶς γὰρ ἂν οὕτω παχύνους καὶ νοθὴς εὑρεθείη, ὅστις μὴ ἐκ τούτων τῶν ἀπλάστων καὶ καθαρῶν μαρτυριῶν, τὸ ἀπέραντον τοῦ Μονογενοῦς καὶ τοῦ παναγίου Πνεύματος συνείδοι.
-able, according to Paul. For he says: Unto me, who am least of all men, was given the grace to preach among the Gentiles the unsearchable wealth of Christ. Moreover, of His greatness there is no end, nor any number of His understanding, according to David; nor any bound of His peace, according to Isaiah. And, Thy incorruptible spirit, it says, is in all things; and, The Spirit of the Lord has filled the inhabited world. For no one would be found so thick-witted and sluggish as not to discern from these guileless and pure testimonies the boundlessness of the Only-begotten and of the all-holy Spirit.
Καὶ ἰσόσταθμα, καὶ ὁμοιόλεκτα, τὰ περὶ ἀμφοῖν τῶν ὑποστάσεων γραφέντα παρὰ τοῦ Ἀποστόλου φημὶ, τά τε περὶ τοῦ Πατρὸς διαλεγόμενα· Ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν Θεός· καὶ, Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι· τά τε περὶ τοῦ Υἱοῦ Ῥωμαίοις γραφέντα· Ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν· πρὸς τούτῳ καὶ, Τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου. Ἔτι ὅμοια τὰ χρησθέντα, περὶ μὲν τοῦ Πατρός· Ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν· περὶ δὲ τοῦ Υἱοῦ αὐτοῦ· Ὅπου οὐκ ἔνι Ἕλ-
And of equal weight and like wording, I say, are the things written by the Apostle concerning both hypostases, both the things spoken concerning the Father: The God Who is over all, and through all, and in all; and, The God and Father of our Lord Jesus Christ, Who is blessed unto the ages, knows that I lie not; and the things written to the Romans concerning the Son: Who is over all, God blessed unto the ages. Amen; in addition to this also, The fullness of Him Who fills all in all. Further, similar are the things oracularly spoken, concerning the Father: That God may be all in all; and concerning His Son: Where there is neither Hel-
Notes, col. 316

On the reading

Printed νοθὴς, for νωθὴς.

PG 39:317Read from the page
λην καὶ Ἰουδαῖος, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος· ἀλλὰ τὰ πάντα ἐν πᾶσιν Χριστός. Καὶ ἑτέρωθι· Ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι εἷς Κύριος Ἰησοῦς Χριστός. Περὶ δὲ τοῦ Πνεύματος, κατά τε τὰ περὶ αὐτοῦ προσφάτως εἰρημένα, καὶ καθ' ὃ πάντα νοεῖσθαι, κεχρεώστηται αὐτῷ· ὅσα ἐστὶν ὁ Πατὴρ, ὡς Πνεῦμα αὐτοῦ, δίχα μέντοι τοῦ εἶναι Πατέρα. Ἐξεικονίζει γὰρ καὶ ἐν τούτῳ καὶ ἐν πᾶσιν τὸν Θεὸν, ᾗ διαγορεύει· Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν ἐκ τοῦ Πνεύματος αὐτοῦ, οὗ ἔδωκεν ἡμῖν· καὶ ἰσοδύναμον τῷ μελῳδηθέντι περὶ τοῦ Θεοῦ Πατρὸς, Σὺ εἶ μόνος Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν, τὸ περὶ τοῦ Υἱοῦ χρησμῳδηθὲν ἐν πςʹ ψαλμῷ· Μήτηρ Σιὼν ἐρεῖ· Ἄνθρωπος, καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος· καὶ τὸ περὶ τοῦ ἁγίου Πνεύματος ἐν Εὐαγγελίῳ· Ὑμεῖς λήψεσθε δύναμιν ἐξ ὕψους ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς. Καὶ καθὰ μέγας ὁ Πατὴρ πρὸς τοῖς ἄλλοις, ὅτι οἶδεν τὸν Υἱόν· οὕτω καὶ ὁ Υἱὸς μέγας ἐστὶ καὶ διὰ τὸ γινώσκειν τὸν Πατέρα. Ὁμοίως καὶ τὸ ἅγιον Πνεῦμα. Φησὶν γάρ· Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Καὶ ἀπαράλλακτον τῷ παρὰ Παύλου Ἑβραίοις γραφέντι περὶ τοῦ Πατρὸς, Ἔπρεπεν γὰρ αὐτῷ, δι' ὃν τὰ πάντα, καὶ δι' οὗ τὰ πάντα, τὸ περὶ τοῦ Υἱοῦ χρησμῳδηθέν· Πάντα δι' αὐτοῦ ἐγένετο· καὶ περὶ τοῦ Πνεύματος· Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαι αἱ δυνάμεις αὐτῶν. Αἱ οὖν τῷ Θεῷ καὶ Πατρὶ ἐν ἴσῳ ἐκτετιμημέναι ἔνδοξοι ὑποστάσεις, ὡς τὴν ἐπὶ πάν-
-lene and Jew, barbarian, Scythian, bond, free; but Christ is all and in all. And elsewhere: That in the name of Jesus every knee should bow of things in heaven and things on earth, and every tongue shall confess that Jesus Christ is one Lord. And concerning the Spirit, both according to the things recently said concerning Him, and inasmuch as all things are conceived, it is due to Him [to be] whatsoever the Father is, as His Spirit, yet without being Father. For He images God both in this and in all things, as he proclaims: By this we know that He is in us, from His Spirit, Whom He has given us; and of equal force to that which was sung concerning God the Father, Thou art alone Most High over all the earth, is that which was oracularly spoken concerning the Son in the 86th psalm: Mother Sion shall say: A man, and a man was born in her, and the Most High Himself founded her; and that concerning the Holy Spirit in the Gospel: Ye shall receive power from on high, when the Holy Spirit has come upon you. And just as the Father is great besides the other things because He knows the Son, so also the Son is great also because He knows the Father. Likewise also the Holy Spirit. For he says: So also the things of God no one knows, save the Spirit of God. And identical with that written by Paul to the Hebrews concerning the Father, For it became Him, for Whom are all things, and through Whom are all things, is that which was oracularly spoken concerning the Son: All things were made through Him; and concerning the Spirit: By the word of the Lord the heavens were established, and by the Spirit of His mouth all their powers. The glorious hypostases, therefore, that are equally honoured with God and the Father, as [having allotted] the [nature] over all-