Migne Reading Room

PG 39 · cols. 296–305 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:296Read from the page
καλεῖσθαι τὸν φυσικῶς γεννηθέντα, καὶ τοῦ Πνεῦμα Θεοῦ προσαγορεύεσθαι, τὸ ἀκριβῶς τοῦτο ὃ κέκληται τυγχάνον τοῦ Πατρὸς, τἄλλα πάντα ὀνόματα καθέστηκεν τὰ αὐτά· ὡς τὸ, Θεὸς, Κύριος, ἅγιος, δίκαιος, ἀγαθὸς, φῶς, ζωή. Οὐκ οὖν τοὐναντίον ἐπὶ τῆς μακαρίας Τριάδος μόνης, ὧν τὰ ὀνόματά ἐστιν τὰ αὐτὰ, τούτων καὶ ἡ οὐσία μία καθέστηκεν· ἵν' ἀκολουθῇ τὸ ὑπὸ ὁμοίου ὅμοιον χαρακτηρίζεσθαι. Τῷ γὰρ ἀληθινῷ καὶ ἀϊδίῳ φωτὶ, πρὸς τὸ ἀληθινὸν καὶ ἀΐδιον φῶς, καὶ τῇ ὀν . . . . . .
to be called the one naturally begotten, and to be addressed as "Spirit of God," being precisely this which it is called, belonging to the Father, all the other names are the same: such as God, Lord, holy, just, good, light, life. Therefore, on the contrary, in the blessed Trinity alone, whose names are the same, their essence also is one, so that it follows that like is characterized by like. For to the true and eternal light, towards the true and eternal light, and to the . . . . . .
ΚΕΦ. ΙΕ΄.
Chapter XV.
. . . . . . . . . . . . ἐξελεύσεται ἐκ τοῦ στόματός μου [6 a ] δικαιοσύνη, καὶ οἱ λόγοι μου οὐκ ἀποστραφήσονται· ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ὁμιεῖται τὸν Θεόν· ὅ ἐστιν, ἐπιγνώσεται τὸν Θεὸν, ἢ, ἐξομολογήσεται τῷ Θεῷ. Οὐκ ἔστιν οὖν ἔμπροσθεν τοῦ Υἱοῦ ὁ Θεὸς καὶ Πατὴρ, οὐ τῷ ἀνάρχῳ, οὐ τῇ οὐσίᾳ, οὐ τῇ δόξῃ, ἀλλ' ἐπ' ἴσης· πλὴν εἰ μή που τῷ τῆς πατρότητος λόγῳ. Ὅτι γὰρ τοῦ μονογενοῦς Υἱοῦ τὰ ῥήματα, ὁ θεσπέσιος Παῦλος Ῥωμαίοις γράφων ἐσαφήνισεν, οὕτως εἰπών· Πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, καθὼς γέγραπται· Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ. Ὁμοίως δὲ καὶ ὁ θεολόγος Ἰωάννης, ἐν μὲν τῷ
. . . . . . . . . . . . [6.a] righteousness shall go forth from My mouth, and My words shall not turn back; for to Me every knee shall bow, and every tongue shall swear by God; that is, shall acknowledge God, or shall confess to God. Therefore God and the Father is not before the Son, not in eternity, not in essence, not in glory, but on equal terms, except only in the respect of paternity. For that the words are those of the only-begotten Son, the divine Paul, writing to the Romans, made clear, saying thus: For we shall all stand before the judgement-seat of Christ, as it is written: As I live, saith the Lord, to Me every knee shall bow, and every tongue shall confess to God. Similarly also John the theologian, in the
Notes, col. 296

On the reading

Printed ὁμιεῖται, for ὁμεῖται.

PG 39:297Read from the page
Εὐαγγελίῳ εἶπεν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν. Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν· ἐν δὲ τῇ Ἀποκαλύψει· Ὁ ὢν, καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος· Κύριος ὁ Θεὸς ἡμῶν ὁ Παντοκράτωρ. Τὸ, Ὁ ὢν, σημαίνει τὸ ἀεὶ ὂν τῆς θείας ὑποστάσεως, καθὰ καὶ ἀλλαχοῦ ἔφαμεν· ἀόριστος γὰρ ἡ λέξις· ὅθεν ὄνομα ἑαυτοῦ ὁ Θεὸς εἶπεν εἶναι τὸ, Ὁ ὤν. Τὸ, Ἐν ἀρχῇ ἦν, ποιεῖ προὔπτον καὶ σφόδρα γε συμφανὲς τὸ ἄτοπον καὶ φευκτὸν τοῦ, Ἦν ὅτε οὐκ ἦν. Ἡ γὰρ λέξις ἡ, Ἦν, ἀπαρέμφατός ἐστιν·
Gospel said: In the beginning was the Word, and the Word was with God, and God was the Word. The same was in the beginning with God. All things were made through Him, and without Him was not one thing made that has been made. In Him was life, and the life was the light of men; and the light shines in the darkness, and the darkness did not apprehend it; and in the Apocalypse: He Who is, and Who was, and Who is to come; the Lord our God, the Almighty. The expression "He Who is" signifies the ever-being of the divine hypostasis, as we also said elsewhere; for the word is indefinite; whence God said that His own name is "He Who is." The expression "In the beginning was" makes conspicuous and very manifestly clear the absurdity and reprehensibility of "There was when He was not." For the word "was" is indefinite;
PG 39:300Read from the page
ῥωμαϊστὶ δὲ ἡ ἀπαρέμφατος ἐκ δύο λέξεων σύγκειται· PLUSQUAMPERFECTUS· ἑρμηνεύεται δὲ, πλέον ἢ τέλειος. Ὥστε νῦν ἀπαιτεῖ νοηθῆναι ὑπεράχρονος ἢ ἄναρχος. Ὁ γὰρ ὢν ἐν τῇ ἀρχῇ, ἣ ἂν τις εἴποι [6 b ] ἀρχή ποτε ἀναιτίως οὐκ ἦν. Ἢ πάλιν ὁ μηδέπω ὢν χρόνος, τοῦ ποιήσαντος αὐτὸν πῶς εἶναι μέτρον δύναται; Τὸ, Ἦν πρὸς τὸν Θεὸν, παριστᾷ ἣν Υἱὸς ἔχει πρὸς Θεὸν Πατέρα φύσεως οἰκειότητα, καὶ τὸ ἀφ' οὗ ἦν, εἰ θέμις οὕτως εἰπεῖν, ὁ αὐτογενὴς Πατὴρ, συνυπάρχειν αὐτῷ τὸν ἐξ αὐτοῦ Υἱόν. Ἐῤῥωμένως δὲ νοηθείη ἂν τὸ, Ἦν πρὸς τὸν Θεὸν, ὅτι κατὰ τὸν Θεὸν ἦν, ἄναρχος, ἀγένητος, ἀχώρητος, ἀγαθὸς, ἀθάνατος, παμβασιλεύς. Εἰ γὰρ μὴ οὕτως ἔχει ἐπὶ τῆς βρυθείσης σοφίας ταύτης, οὐχ ἕξει οὐδ' ἐπὶ τῆς πηγῆς τῆς βρυσάσης τὴν σοφίαν. Ἔχει δὲ οὕτως ἐπ' ἀμφοῖν. Ἐπιφανὴς γὰρ, καὶ βέβαιος, καὶ ἀπερίεργος, καὶ πρὸς τὸ θεῖον ὁρῶν μόνον ὁ σκοπὸς, καὶ ὁ θεοπαράδοτος λόγος τοῦ Ἰωάννου. Τὸ, Θεὸς ἦν ὁ Λόγος, συνιστᾷ τὸ οὐσιώδη εἶναι τὸν Λόγον καὶ Θεὸν εἶναι, οἷός ἐστιν Θεὸς ἐκεῖνος οὗ Λόγος ἐστίν· καὶ αὖθις τὸ ἀναίτιον. Τὸ, Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ἀποφαίνει αὐτὸν, ὡς ἤδη ἐλέχθη, μονονουχὶ δημιουργόν· ἀλλ' ὅτι καὶ οὐχ ἐκτίσθη. Εἰ γὰρ μηδὲ ἓν κτιστὸν χωρὶς αὐτοῦ τὸ εἶναι ἐδέξατο, παντί που δῆλον, ὡς αὐτὸς οὐκ ἐγένετο, ἀλλ' ἐγεννήθη θεϊκῶς. Καὶ γὰρ ἀμήχανον ἐκ μὴ ὄντων εἰς τὸ εἶναι ἥκειν, τὸν ὕπαρξιν τοῖς ὅλοις, καὶ τοῖς λογικοῖς οὐσίωσιν καὶ ἀθανασίαν δεδωκότα. Οὐδὲν γὰρ κτιστὸν οὐσιοῦν, ἢ ἀπ-
in Latin the indefinite tense is composed of two words: PLUSQUAMPERFECTUS; and it is interpreted as "more than perfect." Hence now it requires to be understood as "above time" or "without beginning." For He Who was in the beginning, whatever beginning anyone might name, was never causelessly not-being. Or again, how can time, which does not yet exist, be the measure of Him Who made it? The phrase "Was with God" sets forth the kinship of nature which the Son has with God the Father, and that from Whom He was, if it is lawful so to speak, the self-begotten Father, the Son from Him coexists with Him. Mightily indeed might "Was with God" be understood in that He was according to God, without beginning, unbegotten, uncontainable, good, immortal, universal king. For if it is not so in the case of this Wisdom that gushed forth, neither will it be so in the case of the fountain that caused the Wisdom to gush forth. Yet it is so in both. For conspicuous, and firm, and uncurious, and looking solely towards the divine is the aim and the divinely delivered word of John. The phrase "The Word was God" establishes that the Word is essential and is God, such as is that God whose Word He is; and again that He is uncaused. The phrase "All things were made through Him, and without Him was not one thing made" declares Him, as has already been said, not only Creator, but also that He was not created. For if not one created thing received being without Him, it is clear to everyone that He Himself was not made, but was begotten divinely. For it is impossible for Him to have come from non-beings into being, Who gave existence to all things, and essence and immortality to rational beings. For nothing created is able to give essence, or im-
Notes, col. 300

On the reading

Printed οὐχ ἐκτίσθη, for οὐκ ἐκτίσθη.

PG 39:301Read from the page
αθανατοῦν, ἢ λογικοὺς ποιεῖν δύναται· ἀλλ' ἐκ τῆς ἤδη παρὰ τοῦ Θεοῦ ἐξ οὐκ ὄντων παραχθείσης οὐσίας χρυσοῦ, ἢ ἀργύρου, ἢ χαλκοῦ, ἢ σιδήρου, ἢ ξύλου, ἢ λίθου δημιουργεῖ ἄψυχον καὶ ἄλογον [ 7 a ] ἀνδριάντα τυχὸν, ἢ τι ἕτερον· αὐτὸ δὲ οὐσίαν μὴ οὖσαν προοῖσαι, ἢ ἔμψυχον καὶ λογικὴν ἀναδεῖξαι, μόνης τῆς πανδυνάμου καὶ αὐτοτελοῦς μιᾶς θεϊκῆς φύσεως ἴδιον καὶ ἐξαίρετον τυγχάνει ὄν. Ἐποίησεν δὲ δι' αὐτοῦ ὁ Πατὴρ, ὡς φῶς δι' οἰκείου ἀπαυγάσματος, καὶ ὡς νοῦς διὰ λόγου. Τὸ, Ἐν αὐτῷ ζωὴ ἦν, ἐπεκδιδάσκει, ὅτι αὐτός ἐστιν ἀνάρχως, ἡ ζωὴ τῆς μιᾶς καὶ ἀνωτάτω φύσεως ὑπάρχων, καὶ μηδαμῶς ὄντων πάντων, αἴτιος ὢν τῶν ὄντων. Διὸ καὶ αὐτός φησιν· Ἐγὼ εἰμὶ ἡ ζωή· ἐγὼ εἰμὶ τὸ φῶς. Φιλοτιμεῖται δὲ τῷ ἀνάρχῳ τὰς μαρτυρίας τοσαυτάκις εἰπὼν τὸ, Ἦν· ἵνα τῇ συνεχείᾳ τῆς τοιαύτης φωνῆς, ἢ αἱρετικῶν τὰς κωφὰς ἀκοὰς διανοίξῃ, ἢ μηδὲν περὶ τοῦ, Ἦν ὅτε οὐκ ἦν, ἐν τῇ μελλούσῃ καθολικῇ καὶ ἀπαρεγκλίτῳ διαγνώσει πρόφασις ὑπολειφθείη. Τὸ, Καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων, ἐκπαιδεύει αὖθις τὰ αὐτά. Φησὶν γάρ· Αὕτη ἡ ἀγένητος ζωὴ, σύστασις τῆς γενητῆς ἀνθρώπων φύσεως ὑπάρχει. Τὸ, Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν, οὐχ ἀνέχεται τῶν αἱρετικῶν δοξασμάτων. Κρυφίως γὰρ καὶ ἄγαν δριμέως δηλοῖ, ὡς ὅνπερ ἄν τις προχρόνιον χρόνον, ἢ ἀκαριαίαν ῥοπὴν, ἢ προαιώνιον αἰῶνα ὑπολάβῃ, φαίνει ἀϊδίως ὡς ἀχώριστον ἀπαύγασμα τοῦ Θεοῦ, καὶ οὔποτε σκοτία ἀνυπαρξίας αὐτὸ κατέλαβεν. Τὸ, Ὁ παντοκράτωρ, οὐδὲ ἑρμηνείας δεῖται. Δείκνυσι γὰρ ἀδιαίρετον ἔχειν πρὸς τὸν Θεὸν Πατέρα καὶ τὸ ἅγιον Πνεῦμα αὐτοῦ τὴν βασιλείαν, καὶ εἶναι ἐπὶ πάντων Θεόν. [ 7 b ] Τὸ, Ὁ ἐρχόμενος, τὸν Υἱὸν δηλοῖ μέλλοντα ἔρχεσθαι τὸ δεύτερον, καὶ κρίνειν ζῶντας καὶ νεκρούς.
Wherefore He Himself also says: I am the life; I am the light. And He is zealous for the without-beginning by having so often said the word "was," so that by the frequency of such an utterance He may either open the deaf ears of heretics, or no pretext concerning "there was when He was not" may be left in the future universal and unswerving judgement. The phrase "And the life was the light of men" teaches the same things again. For it says: This unbegotten life is the constitution of the begotten nature of men. The phrase "And the light shines in the darkness, and the darkness did not apprehend it" does not tolerate the notions of the heretics. For covertly and very sharply it declares that whatever pre-temporal time, or momentary turn, or pre-eternal age anyone may suppose, He shines eternally as the inseparable radiance of God, and never did the darkness of non-existence apprehend Him. The phrase "The Almighty" does not even need interpretation; for it shows that He has an undivided kingdom with God the Father and His Holy Spirit, and is God over all. [7.b] The phrase "Who is to come" declares the Son who is about to come the second time, and to judge the living and the dead.
Notes, col. 301

On the reading

Printed οὐχ ἀνέχεται, for οὐκ ἀνέχεται.

PG 39:304Read from the page
Συνιστῶν τοίνυν καὶ ὁ Βαπτιστὴς Ἰωάννης, ὅτι τὸ, Ὁ ὢν, περὶ τοῦ Υἱοῦ εἴρηται, δηλοῖ τῷ Δεσπότῃ· Σὺ εἶ (ἀντὶ τοῦ, Ἐκεῖνος ὁ ὢν, ὃν καὶ ἐν τῇ μήτρᾳ σε ὄντα τῆς Παρθένου, Θεὸν ἐπιγνοὺς αὐτὸς ἐγὼ, ἐν τῇ νηδύϊ τῆς στείρας ὢν, διὰ τῆς σκιρτήσεως προσεκύνησα), ἢ ἕτερον προσδοκῶμεν; Καὶ ἐν τῇ πρώτῃ δὲ Ἐπιστολῇ Ἰωάννης ὁ φίλος καὶ ἀπόστολος τοῦ Κυρίου γράφει· Ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν· ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς· καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν, καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα καὶ ἐφανερώθη ἡμῖν. Ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν, ἀπαγγέλλομεν καὶ ὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ' ἡμῶν, καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα μετὰ τοῦ Πατρὸς καὶ μετὰ τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ. Πρόσχες καὶ αὖθις τῷ πλήθει τοῦ ἦν· καὶ ὡς κοινωνίαν σωτηρίας οὐκ ἔχουσιν μετὰ τοῦ Πατρὸς, ἢ τοῦ Μονογενοῦς, οἱ μὴ ὁμολογοῦντες κατὰ φύσιν Υἱὸν εἶναι αὐτὸν συνάναρχον τοῦ Θεοῦ. Πρὸς ταύτην γὰρ ἡμῖν τὴν πίστιν, τὴν παραδοθεῖσαν ἐν τῇ μυσταγωγίᾳ τοῦ φωτίσματος παρὰ τοῦ πάντων Δεσπότου, ἐστὶν ἡ κοινωνία ἣν Πέτρος ἔγραψεν· Ἵνα γένησθε θείας κοινωνοὶ φύσεως. Τὸ γὰρ κτίσμα καὶ ὑπὸ χρόνον ὂν, οὐ θεία φύσις ἐστίν. Μέμνησο δὲ πρὸς τούτοις, ὅτιπερ τὴν κοινωνίαν ἡμῶν εἶπεν μετὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ αὐτοῦ ἰσοτίμως, καὶ οὐχὶ Διὰ τοῦ
That which we have seen and heard we announce to you also, that you too may have fellowship with us; and our fellowship is with the Father and with His Son Jesus Christ. Attend again to the frequency of "was"; and how those have no fellowship of salvation with the Father or with the Only-begotten who do not confess that He is by nature Son, co-eternal without beginning with God. For in accordance with this faith of ours, which was delivered in the mystagogy of illumination by the Master of all, is the fellowship of which Peter wrote: That you may become partakers of the divine nature. For the creature, being also under time, is not divine nature. Remember besides this, that he spoke of our fellowship as being with the Father and with His Son in equal honour, and not "Through the
PG 39:305Read from the page
Υἱοῦ αὐτοῦ. Καὶ ὁ Ἀμὼς δὲ προφητεύων [ 8 a. ] Παντοκράτορα ὁμοίως τὸν Υἱὸν ὀνομάζει, οὕτω που λέγων· Ὁ οἰκοδομῶν εἰς οὐρανὸν τὴν ἀνάβασιν αὑτοῦ, καὶ τὴν ἐπαγγελίαν αὐτοῦ ἐπὶ γῆς θεμελιῶν· ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης, καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον πάσης τῆς γῆς· Κύριος ὁ Θεὸς ὁ Παντοκράτωρ ὄνομα αὐτῷ. Περὶ ἧς ἀναβάσεως ψάλλει καὶ Δαυῒδ· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Ἄμφω ταῦτα περὶ τοῦ Υἱοῦ. Ὁ γὰρ Πατὴρ οὔτε κατέβη οὔτε ἀνέβη, ὡς ὁ Ἀπόστολος ἑρμηνεύει, γράφων ὧδε· Τὸ δὲ, ἀνέβη, τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον; Ὁ καταβὰς, αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπὲρ ἄνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Ὡς πάντων, φησὶν, ὑπερανεστηκὼς καὶ ὑπερφέρων ὁμοῦ τῷ τεκόντι Πατρὶ, ἅτε ἀγένητος. Φανερὸς γὰρ ἐστι τοῦτο νοήσας ἀφ' ὧν καὶ αἱ νοεραὶ δυνάμεις, ἐπειδὴ κτίσματα μεμετρημένα τυγχάνουσιν οὖσαι ἐν οὐρανῷ, ἀλλ' οὐχ ὑπὲρ ἄνω τῶν οὐρανῶν, οὐδὲ πληροῦσαι τὰ πάντα εἰσίν. Καὶ Σοφωνίας παντοκράτορα ὡσαύτως ἀναγορεύει αὐτὸν, λέγων· Αὕτη αὐτοῖς ἀντὶ τῆς ὕβρεως αὐτῶν· διότι ὠνείδισαν καὶ ἐμεγαλύνθησαν ἐπὶ τὸν Κύριον τὸν παντοκράτορα. Ἐπιφανήσεται Κύριος ἐπ' αὐτοὺς, καὶ ἐξολοθρεύσει Κύριος πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ. Καὶ Μαλαχίας ἑπομένως ἐκ προσώπου τοῦ Δεσπότου φάσκει· Διότι ἀπὸ ἀνατολῶν ἡλίου καὶ ἕως δυσμῶν δεδόξασταί μου τὸ ὄνομα ἐν τοῖς ἔθνεσιν, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά· διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσιν, λέγει Κύριος [8 b ] παντοκράτωρ· ὑμεῖς δὲ βεβηλοῦτε αὐτό. Ἡ γὰρ μνήμη τῆς τε ἐπιφανείας καὶ τοῦ δοξάζεσθαι ἐν τοῖς
Son. And Amos also, prophesying, [8.a.] similarly names the Son Almighty, speaking somewhere thus: He Who builds His ascent unto heaven, and founds His promise upon the earth; Who calls the water of the sea, and pours it out upon the face of all the earth; the Lord God the Almighty is His name. Concerning which ascent David also sings: God went up in jubilation, the Lord in the sound of a trumpet. Both these things are about the Son. For the Father neither descended nor ascended, as the Apostle interprets, writing thus: Now that He ascended, what is it, except that He also descended first? He Who descended is Himself also He Who ascended far above all the heavens, that He might fill all things. As having risen above and surpassing all things, he says, together with the Father Who begot Him, inasmuch as He is unbegotten. For he is clearly shown to have meant this from the fact that the intelligible powers also, since they are measured creatures, exist in heaven, but are not far above the heavens, nor do they fill all things. And Zephaniah likewise proclaims Him Almighty, saying: This shall be to them in return for their insolence, because they reproached and magnified themselves against the Lord the Almighty. The Lord shall appear against them, and the Lord shall destroy all the gods of the nations of the earth, and each shall worship from his own place. And Malachi consequently says in the person of the Master: For from the rising of the sun even unto its setting My name has been glorified among the nations, and in every place incense is offered to My name and a pure sacrifice; for My name is great among the nations, says the Lord [8.b] Almighty; but you profane it. For the mention both of His appearing and of being glorified among the