τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Καὶ εἰ μὴ μικρὸν τὸ περὶ τοῦ Πατρὸς γεγράφθαι, Ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, οὐ μικρὸν οὐδὲ τὸ περὶ τοῦ Υἱοῦ αὐτοῦ χρησμῳδηθὲν, ὅτι Προαιώνιος Θεός· δῆλον δ', ὡς ἀπερινόητος, καθὰ δειχθήσεται οὐ πολλῷ ὕστερον. Καὶ καθὰ ὁ Πατὴρ ἔχει ἀθανασίαν, μᾶλλον δὲ αὐτός ἐστιν ἡ ἀθανασία· οὕτως ὁ Υἱός ἐστιν ζωὴ αἰώνιος, ἔστιν δὲ τὸ αὐτό. Καὶ ὥσπερ ὁ Πατὴρ, Εἷς Θεὸς, εἴρηται· οὕτω ὁ Υἱὸς κέκληται Μονογενὴς, Θεὸς Λόγος, καὶ Εἷς Κύριος Ἰησοῦς Χριστός. Καὶ ὡς Ἰάκωβος περὶ αὐτοῦ γράφει· Εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτὴς, ὁ μόνος σώζειν δυνάμενος· οὕτω τὸ Πνεῦμα παρὰ Παύλου, Κορινθίοις καὶ Ἐφεσίοις γράψαντος, ὕμνηται, Ἕν, καὶ τὸ αὐτὸ, καὶ μόνον· ἵνα καὶ αὐτῷ τούτῳ τῷ ὡσανεὶ ἀριθμῷ, ἵν' οὕτω λεχθῇ, δείκνυνται φέρουσαι αἱ μακάριαι ὑποστάσεις αὗται τὸ ἐναδικὸν, ἤτοι μοναδικὸν, τῆς πατρικῆς θεότητος. Καὶ εἰ ἐπὶ τοῦ Πατρὸς ἀληθὲς τὸ, ὁ Θεὸς καὶ Κύριος, ἀψευδὲς καὶ ἐπὶ τοῦ Υἱοῦ αὐτοῦ καὶ τοῦ Πνεύματος. Ὡς γὰρ ἐπεμνήσθημεν πολλαχοῦ, ἥ τε Πρεσβυτέρα Διαθήκη, τὴν ἰσοτιμίαν φυλάξασα διελάλησεν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· καὶ, Ἔβρεξεν Κύριος παρὰ Κυρίου· καὶ, Ἐποίησεν ὁ Θεὸς κατ' εἰκόνα Θεοῦ τὸν ἄνθρωπον· καὶ, Τίς Θεὸς πάρεξ τοῦ Κυρίου ; καὶ, Τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν ; Καὶ ἐν τῇ Νέᾳ δὲ Διαθήκῃ, ὁ μὲν Ἰωάννης ἔφη ἅπερ ἤδη ἐλέχθη· ὁ δὲ Θωμᾶς· Ὁ Κύριός μου καὶ ὁ Θεός μου· καὶ ὁ Παῦλος· Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία· καὶ πάλιν καθάπερ ἀπὸ Κυρίου Πνεύματος;· Καὶ δῴη Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου τῷ Ὀνησιφόρου οἴκῳ. Ὁ δὲ Ἰώβ· Πνεῦμα θεῖον τὸ ποιῆσάν με· καὶ, Πνεῦμα θεῖον τὸ περιόν μοι ἐν ῥισίν. Ταυτὸν δέ ἐστιν τῇ Γραφῇ λέξαι θεῖον, ἢ Θεὸν, ὡς διδάσκουσιν, Παῦλος μὲν Ῥωμαίοις γράφων· Ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης· αἱ δὲ Πράξεις· οὐκ ὀφείλομεν νομίζειν χρυσῷ, ἢ ἀργύρῳ, ἢ λίθῳ, χαράγματι τέχνης, ἢ ἐνθυμήσεως ἀνθρωπίνης, τὸ θεῖον εἶναι ὅμοιον· Πέτρος δὲ ἐν τῇ δευτέρᾳ Ἐπιστολῇ· Ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως. Καὶ ὃν τρόπον ὁ Πατὴρ ἀκατάληπτος, οὕτω καὶ τοῦ Χριστοῦ ὁ πλοῦτος ἀνεξιχνία-
Thy years shall not fail. And if it is no small thing that it has been written concerning the Father, He Who exists before the ages, neither is that which was oracularly spoken concerning His Son small, namely Pre-eternal God; and it is clear that He is inconceivable, as will be shown not long afterwards. And just as the Father has immortality, or rather Himself is immortality, so the Son is eternal life, and it is the same thing. And just as the Father has been called One God, so the Son has been called Only-begotten, God the Word, and One Lord Jesus Christ. And as James writes concerning Him: There is one lawgiver and judge, Who alone is able to save; so the Spirit is hymned by Paul, writing to the Corinthians and Ephesians, as One, and the same, and alone: so that even by this very number as it were, if one may so speak, these blessed hypostases are shown to bear the unitarian, or monadic, [character] of the paternal Godhead. And if of the Father that [title], God and Lord, is true, it is unlying also of His Son and of the Spirit. For as we have recalled in many places, the Elder Covenant, preserving the equality of honour, proclaimed: The Lord said to my Lord; and, The Lord rained from the Lord; and, God made man according to the image of God; and, Who is God besides the Lord? and, Who is God except our God? And in the New Covenant also, John spoke the things that have already been said; and Thomas: My Lord and my God; and Paul: Now the Lord is the Spirit; and where the Spirit of the Lord is, there is liberty; and again, as from the Lord the Spirit; and, May the Lord grant him to find mercy from the Lord for the house of Onesiphorus. And Job: A divine Spirit is that which made me; and, A divine Spirit is that which remains to me in my nostrils. And it is the same thing for Scripture to say divine, or God, as they teach: Paul writing to the Romans: Both His eternal power and divinity; and Acts: We ought not to think the divine to be like gold, or silver, or stone, an engraving of art or of human thought; and Peter in his second Epistle: That through these ye may become partakers of the divine nature. And in the manner that the Father is incomprehensible, so also the wealth of Christ is unsearch-