πᾶς ὁ θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὐτὸν, ἔχῃ ζωὴν αἰώνιον· οὐκ ἐκ θελήματος ὁ Υἱὸς, ἀλλ' ὁ θεωρῶν αὐτόν. Τὸ γὰρ θέλημα, μετὰ τὸν Υἱὸν κἀνταῦθα εὑρίσκεται. Ἀπεώσαιτο δ' ἂν καθ' ὅλου τις θᾶττον αὐτῶν καὶ τουτονὶ τὸν λόγον οὐκ ἐκ μόνων τῶν προλεχθέντων, ἀλλὰ καὶ τῶν ἐπαχθησομένων πρὸς ἡμῶν· τοῦτ' ἔστιν, εἴγε παραπλήσιον ἀντέρηται αὐτούς· Πότερόν ποτε ὁ Πατὴρ θελήσας ὑπάρχει, ἢ οὔ; Τὰ ἴσα γὰρ ὧν ἐμελέτησαν ἀπαντήσει αὐτοῖς· πρὸς μὲν τὸ, Οὐ θελήσας, ὅτι παρὰ σκοπὸν αὐτῷ συνέβη τὸ ὑφεστάναι, φύσεως ἀνάγκης εἰς τοῦτο αὐτὸν ἄκοντα περιτρεπούσης· πρὸς δὲ τὸ δεύτερον, ὅτι πρὸ τῆς θελήσεως οὐκ ἦν. Ἀναχθήσεται γὰρ ἡ ὕπαρξις αὐτοῦ εἰς τὴν βούλησιν αὐτοῦ· δημιουργικῶς αὐτὸν, κατὰ τὰς βαττολογίας αὐτῶν, εἰς ὑπόστασιν περιελαυνούσης. Ὁμοίως καὶ ἄλλο, λέξει μόνον διαφέρον τοῦ πρὸ αὐτοῦ· Θελητῶς [5 a] ὁ Θεὸς ἀθάνατός ἐστιν καὶ ἀγαθὸς, ἢ ἀνεθελήτως; Ἐπενεχθήσεται γὰρ τὰ αὐτά. Κάλλιον δέ τις ποιήσει, εἰ συντόμως ἀποκρίνηται αὐτοῖς μηδὲν ἐπισυμβαίνειν τῷ παντελείῳ Θεῷ, μηδέ τι ἀπολιμπάνειν αὐτόν· καὶ ὥσπερ οὐ προηγεῖται τῆς πατρικῆς ὑπάρξεως καὶ ἀθανασίας καὶ ἀγαθότητος θέλημα, οὕτως οὐδὲ τῆς γεννήσεως· καὶ ἀπάδει πάντα ὁπόσα τοιαῦτα τῆς περὶ τοῦ Θεοῦ ἐνθυμήσεως. Περὶ δὲ τῶν κτιστῶν, τὸν Δαυῒδ ᾄδειν ἐν ριγʹ ψαλμῷ· Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ πάντα ὅσα ἠθέλησεν, ἐποίησεν· καί, Πάντα ἐν σοφίᾳ ἐποίησας· τοῦτ' ἔστιν ἐν τῷ Υἱῷ, οὐχὶ δὲ ἐν θελήματι. Καὶ ἐν οβʹ ψαλμῷ· Ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, ἐν τῇ βουλῇ σου ὡδήγησάς με, καὶ μετὰ δόξης προσελάβου με· καὶ ἐν κθʹ· Ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ· καὶ ἐν κεʹ· Ἐν τῷ θελήματί σου παράσχου τῷ κάλλει μου δύναμιν· καὶ ἐν ιζʹ· Ῥύσεταί με, ὅτι ἠθέλησέν με. Καὶ γὰρ ὃν τρόπον ὑπάρχων ὁ Πατὴρ ἀθάνατός τε καὶ ἀγαθὸς, βούλεται εἶναι ταῦτα, καὶ βουλόμενός ἐστιν ταῦτα, οὐκ αἰτίαν, ἵν' οὕτω φράσω, τὴν βούλησιν
every one who beholds the Son and believes in Him, may have eternal life: the Son is not from will, but he who beholds Him. For will is found after the Son here too. And one might altogether reject even this argument of theirs the more quickly, not only from what has been said before, but also from what will be brought forward by us; that is, if one should ask them in turn something similar: Did the Father at some time exist by willing, or not? For the same consequences of what they contrived will meet them: against, Not by willing, that it happened to Him contrary to purpose to subsist, necessity of nature turning Him unwillingly to this; and against the second, that before willing He was not. For His existence will be referred to His will, driving Him as a creature, according to their vain babblings, into hypostasis. Likewise also another, differing in wording only from the one before it: Is God willingly immortal and good, or unwillingly? For the same things will be brought against them. Better, however, will one do if he answers them concisely that nothing supervenes upon the all-perfect God, nor does anything leave Him; and just as will does not precede the paternal existence and immortality and goodness, so neither does it precede generation; and all such things are discordant with the thought concerning God. And concerning created things, David sings in Psalm 113: Our God is in heaven, and in earth He did all things whatsoever He willed; and, All things in wisdom hast Thou made; that is, in the Son, not in will. And in Psalm 72: Thou hast held my right hand, in Thy counsel Thou hast guided me, and with glory Thou hast received me; and in [Psalm] 29: For wrath is in His anger, and life is in His will; and in [Psalm] 25: In Thy will grant power to my beauty; and in [Psalm] 17: He will deliver me, because He willed me. For in the same way as the Father, being both immortal and good, wills to be these things, and being willing is these things, not having will, if I may so speak, as a cause