αὐτῶν· ὅμως οὕτω πάντα νοῦν ὑπερβαίνει· ὅτι ὁ αὐτὸς ἀπόστολος Κορινθίοις γράφει· Τῷ δὲ Θεῷ χάρις, τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως φανερώσαντι δι' ἡμῶν· ὡς μὴ πάσης τῆς γνώσεως ἡμᾶς, διὰ τὸ ἀχώρητον, ἀλλ' οἷόν τινος ἰνδάλματος ἢ αὔρας ὥσπερ μετασχόντας. Καὶ πάλιν· Βλέπομεν δὲ δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι τὰ περὶ αὐτοῦ. Καὶ μάλα εἰκότως· Δόξα γὰρ Κυρίου κρύπτει λόγον κατὰ τὸ θεῖον ῥητὸν, ὑπερκειμένη ἀφράστῳ καὶ ἀπείρῳ λόγῳ πάσης αἰσθήσεως γενητῆς· οὐ διὰ τὸ ἀβάστακτον μόνον, ἀλλ' ὅτι τὸ προαιώνιον καὶ πρὸ πάσης κτίσεως, εἰ μὴ ὑπὸ Γραφῶν δεδήλωτο, τῇ κτίσει ἠγνω..... καὶ πάλιν τοῖς αὐτοῖς τὸ δεύτερον εἰς τοῦτο παγκαλο........... ει· Ἡμεῖς δὲ οὐκ εἰς τὰ ἄμετρα καυχησόμεθα· [ἀλλὰ κατ]ὰ τὸ μέτρον τοῦ κανόνος, οὗ ἐμέρισεν ἡμῖν ὁ Θεὸς [μέτρου, ἐφικέσθαι ἄχρι καὶ ὑμῶν]. Καὶ ἐν τῇ πρώτῃ δὲ Ἐπιστολῇ φησιν· Εἴ τ[ις δοκεῖ εἰδέ]ναι τι, οὔπω ἔγνωκεν καθὼς δεῖ γνῶναι... τ.... .... αφορὰ τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσ.. ...... ὡς ὁ τρόπος ἄγνωστος, οὕτω [4 a.] καὶ ἡ διαφορά· εἴγε δὴ ἄρα ἐξὸν αὐτὸ τοῦτο ἀκούειν, ἢ λαλεῖν. Τὸ γὰρ αἰτίας τῶν ὑπὲρ πᾶσαν αἰτίαν καὶ νόησιν ἀποδιδόναι, τολμηρόν· τὸ δὲ θαυμάζειν τὸ θεῖον, καὶ φόβον εἶναι τὴν περὶ αὐτοῦ ἔννοιαν φοβερὰν νομίζειν, ἀσφαλές. Θέλων οὖν, φησὶν, ἐγέννησεν ὁ Θεὸς, ἢ μὴ θέλων; Ἀλλ' ἡμᾶς χρὴ προειπεῖν τὸν σκοπὸν αὐτῶν, καὶ οὕτως ἀποκρίνασθαι. Ὁ οὖν σκοπός ἐστιν, ἵνα πρὸς ἀκεραίους ἀπὸ ἑκατέρας λέξεως τὴν ἀντίθεσιν ποιῶνται. Ἤντε γὰρ δράζωνται τοῦ, Μὴ θέλων ἐγέννησεν (οὐδεὶς δὲ αὐτοῖς τοῦτο ἀποκρίνεται), λέγουσιν· Οὐχ οὖν, ὃ μὴ θέλει ὁ Θεὸς, ὑπομένει γεννήσας τὸν Υἱὸν, φύσεως ἀνάγκης εἰς τοῦτο ἄκοντα αὐτὸν περιαγούσης· ἥν τε δοθῇ αὐτοῖς τὸ, Θέλων ἐγέννησεν, ἐπάγουσιν· Ἄρα γε ἡ γέννησις τοῦ Υἱοῦ ἐξῆπται τῆς πατρικῆς θελήσεως, δημιουργικῶς ὕπαρξιν αὐτῷ παρεχούσης. Ἡ δὲ ἀπόκρισις αὕτη εὐνουστάτη τυγχάνει. Τῆς θελήσεως γὰρ καὶ τῆς ἀνεθελησίας καὶ πάσης ἐννοίας προτερεύει ὅ τε γεννήσας Θεὸς καὶ Πατὴρ, τό τε ἀπαύγασμα
of them; yet thus it surpasses all understanding; because the same Apostle writes to the Corinthians: Now thanks be to God, Who always leads us in triumph in Christ, and manifests the savour of knowledge through us; as not having partaken of all knowledge, because it is uncontainable, but as it were of a certain image or breeze. And again: We see through a mirror and in an enigma the things concerning Him. And very reasonably: for the glory of the Lord conceals a word according to the divine saying, surpassing by an ineffable and infinite reason every created perception; not only because it is unbearable, but because that which is before the ages and before all creation, had it not been revealed by the Scriptures, would have been unknown to creation ... and again to the same in the second [Epistle] to this effect most beautifully ... We will not boast beyond measure, [but according] to the measure of the rule which God apportioned to us [of measure, to reach even unto you]. And in the first Epistle he says: If any [man thinks he knows] anything, he has not yet known as he ought to know ... difference of generation and procession ... as the manner is unknown, so also the difference; if indeed it is even permitted to hear or speak this very thing. For to assign causes of things above all cause and thought is bold; but to marvel at the divine, and to think that the thought concerning Him is a fearful fear, is safe. Willing, then, says he, did God beget, or not willing? But we must state beforehand their aim, and thus answer. Their aim, then, is that against simple folk they may make their opposition from either expression. For if they lay hold of, Not willing He begot (and no one answers them this), they say: Therefore what God does not will, He endures in having begotten the Son, necessity of nature bringing Him unwillingly to this; and if there be granted to them, Willing He begot, they infer: Therefore the generation of the Son depends upon the paternal will, providing existence to Him as a creature. But this answer is most well-disposed: for prior to willing and not-willing and every conception is both God the Father Who begot, and the radiance