ἐν ταυτῷ καιρῷ αἱ παρ' ἡμῖν γυναῖκες καὶ συλλαμβάνουσαι καὶ ἀποκύουσαι πλεῖσται, καὶ διτοκοῦσαι ἄμφω τὰ βρέφη περιποιοῦνται, μηδὲν ὑπὸ τῶν ἄστρων βιαζόμεναι διαφθείρειν, ἢ τῷ ἐδάφει προσαράττειν, καὶ τῇ γῇ προσαναλύειν, ὡς Ἀμαζόνες τὰ δείλαια· ἀλλὰ τὸν σφῶν αὐχένα τῆς ἐκείνων σφαγῆς προϋπεχούσας, ἑαυτὰς μᾶλλον ἢ τὰ ὑπότιτθα τοῦ ζῇν ἱμειρόμενα ἀποῤῥήγνυσθαι;
at the very same time do very many women among us both conceive and give birth, and when bearing twins preserve both infants alive, not at all forced by the stars to destroy them, or dash them against the ground and dissolve them back into the earth, as the Amazons do their wretched offspring; rather, offering their own necks in place of their slaughter, [willing] that they themselves rather than their nurslings who long for life should be cut off?
Εἰ δὲ καὶ Ἑρμῆς, ὥς φατε, μετὰ Ἀφροδίτης ἐν οἴκοις ἰδίοις ἐπιτελεῖ πλάστας, ζωγράφους, κερματιστάς· ἐν οἴκοις δὲ Ἀφροδίτης, μυρεψοὺς, φωνασκοὺς, ὑποκριτὰς, ποιητάς· παρὰ δὲ Ἠλείοις καὶ Σαρακηνοῖς, καὶ τοῖς ἐν τῇ ἀνωτέρᾳ Λιβύῃ, καὶ Μαύροις κατὰ τοὺς ἠϊόνας καὶ ὄχθας τοῦ Ὠκεανοῦ ποταμοῦ οἰκοῦσι, καὶ ἐν τῇ ἐξωτέρᾳ Γερμανίᾳ, καὶ ἐν τῇ ἀνωτέρᾳ Σαρματίᾳ, καὶ ἐν Σκυθίᾳ, καὶ πᾶσι ἐν τοῖς ἐξωτικοῖς μέρεσι τοῦ Πόντου ἔθνεσιν, οὐχ οἷόν τε εὑρεῖν κολλυβιστὴν, ἢ πλάστην, ἢ ζωγράφον, οὐκ ἀρχιτέκτονα, οὐ φωνασκὸν, οὐχ ὑποκριτὴν ποιημάτων, ὡς παρ' ἡμῖν· διὰ τί Ἑρμῆς καὶ Ἀφροδίτη οὐ παρέσχον, κατ' ἐνιαυτὸν ἐπιτυχεῖν γεννωμένῳ τοῖς ἐκλείπουσι παρ' αὐτοῖς ἐπιτηδεύμασι; Μῆδοι δὲ πάντες μετὰ σπουδῆς ἔτι ἐμπνέοντας τοὺς κάμνοντας κυσὶ βορὰν προτιθέασιν ἀναλγήτως. Σὺν τῇ Μήνῃ, ὥς φατε, τὸν Ἄρεα ἐπὶ ἡμερινῆς γενέσεως ἐν καρκίνῳ Μῆδοι ἔλαχον; Ἰνδοὶ τοὺς νεκροὺς ἑαυτῶν τεφροποιοῦσι πυρί· μεθ' ὧν καταφλέγουσί τινων τὰς συμβίους· καὶ οὐ δήπου πᾶσαι αἱ πυριάλωτοι Ἰνδῶν γυναῖκες, ἢ αἱ ζῶσαι, ἔλαχον ὑπὸ τῆς νυκτερινῆς συνελεύσεως τῶν γονέων σὺν Ἄρει τὸν Ἥλιον, ἐν νυκτὶ μὴ φαίνοντα ἐν μοίραις Ἄρεως. Γερμανῶν δ' οἱ πλείους ἀγχόνῃ τὸ ζῇν ἀμείβονται· καὶ οὐ πάντως τὸ πλῆθος Γερμανῶν τὴν Σελήνην καὶ τὴν ὥραν μεσολαμβανομένας ὑπὸ Κρόνου καὶ Ἄρεως ἔχουσιν. Ἀλλ', εἰ παντὶ ἔθνει ἡμέραι βροτοῖς γένωνται, οὐ κρείττονες ἢ χείρονες κατὰ ἄστρων συμπλοκὴν, ὡς ὑμεῖς φατε, ἀλλ' ἐν ἑκάστῃ χώρᾳ νόμοι τινὲς καὶ πάτρια ἔθη κρατεῖ, ἐξ ὧν τὸ αὐτεξούσιον καὶ τὸ ἐφ' ἡμῖν τὰ πρακτέα ὑπάρχειν παιδευόμεθα πάντες. Οὐ γὰρ οἷα τε ἡ καθ' ὑμᾶς γένεσις ἀναγκάσαι Σῆρας ἀνακεῖν, ἢ Βραχμᾶνας κρεωβορεῖν καὶ σικεροποτεῖν, ἢ Πέρσας μὴ μητρογαμεῖν καὶ ἀδελφοφθορεῖν, ἢ Ἰνδοὺς μὴ πυρὶ διδόναι τοὺς νεκροὺς, ἢ Μήδους μὴ κυσὶ τοὺς θνηξομένους προτιθέναι, ἢ Πάρθους μὴ πολυγαμεῖν, ἢ τοὺς Μεσοποταμίτας μὴ ἄκρως σωφρονεῖν, ἢ Ἕλληνας μὴ σωμασκεῖσθαι, ἢ τὰ βάρβαρα ἔθνη ταῖς ὑφ' Ἑλλήνων προσαγορευομέναις κοινωνεῖν· ἀλλ' ὡς προέφην, ἕκαστος βροτῶν χρῆται τῇ τοῦ νόμου ἐλευθερίᾳ, τὰ ἐκ τῶν ἄστρων μυθουργούμενα καθ' Ἕλληνας παραπεμπόμενος, τῷ ἐκ τῶν νόμων δέει, ἢ τῷ ἐξ ἔθνους ἔθει πατρίῳ τῶν φαύλων εἰργόμενος. Αἱ μὲν γὰρ τῶν ἀρετῶν ὑπάρχουσι προαιρετικαὶ,
And if Mercury, as you say, with Venus in his own houses produces sculptors, painters, and money-changers, and in the houses of Venus perfumers, voice-trainers, actors, and poets; whereas among the Elians and Saracens, and those in Upper Libya, and the Moors dwelling along the shores and banks of the river Ocean, and in Outer Germany, and in Upper Sarmatia, and in Scythia, and among all the nations in the outer parts of Pontus, it is impossible to find a money-changer, or sculptor, or painter, no architect, no voice-trainer, no reciter of poems, as among us; why have Mercury and Venus not granted to one born each year to attain to the pursuits lacking among them? Again, all Medes eagerly and pitilessly cast out the sick while still breathing as food for dogs. Have the Medes obtained Mars with the Moon in a diurnal nativity in Cancer, as you say? The Indians reduce their dead to ashes with fire, together with whom they also burn the wives of some; and surely not all the fire-consumed wives of the Indians, or the living ones, obtained from the nocturnal union of their parents the Sun with Mars, not shining by night, in the degrees of Mars. And most of the Germans exchange life for hanging; yet the multitude of the Germans do not all have the Moon and the hour intercepted by Saturn and Mars. Rather, if days come to mortals in every nation, they are not better or worse according to the conjunction of the stars, as you say, but in each country certain laws and ancestral customs prevail, from which we are all taught that free will and what is to be done lie within our own power. For your nativity cannot compel the Seres to kill, or the Brahmins to eat flesh and drink strong drink, or the Persians not to marry their mothers and defile their sisters, or the Indians not to commit their dead to fire, or the Medes not to cast the dying to dogs, or the Parthians not to practise polygamy, or the Mesopotamians not to be utterly temperate, or the Greeks not to exercise their bodies, or the barbarian nations to share in the practices commended by the Greeks; rather, as I said before, every mortal uses the freedom of the law, dismissing the fables fabricated from the stars after the manner of the Greeks, restrained from base deeds by fear of the laws or by the ancestral custom of his nation. For some of the virtues are of free choice,