Migne Reading Room

PG 38 · cols. 996–1005 · Read from the page

Four Dialogues, in which are contained explanations of certain questions on serious matters proposed to Caesarius, at the time when he was secretary, and teaching at Constantinople

Four Dialogues, in which are contained explanations of certain questions on serious matters proposed to Caesarius, at the time when he was secretary, and teaching at Constantinople

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 38:996Read from the page
γε ὁ τὸν τύπον δράσας, νοητὸν ἐτεκτήνατο, ἐπ' αὐτῷ διαχεῖν ἢ ἀναμάττειν μέλλων τὰ αἱρούμενα. Οὐ γὰρ ὁ πυρὶ τακεὶς μόλιβδος ἢ κηρὸς, ἢ χαλκὸς, τύπῳ τινὸς ἐπιχεόμενος, καὶ τὸ ἐκεῖθεν σχῆμα ἀναματτόμενος, καὶ τὸ δοκοῦν τῷ τεχνίτῃ γινόμενος, παρὰ τούτῳ αὐτομάτως συστῆναι δόξῃ· ἀλλὰ τῇ χειρὶ τοῦ τεχνίτου διὰ τοῦ τύπου τὸ αἱρεθὲν ἀποτελούμενος. Οὕτω δὴ νοείσθω ἡ τῆς ἴρεως σύστασις ἐν ταῖς σφοδραῖς ὑετίαις, οἷον εἰς σημεῖον ἀφοβίας τῷ κόσμῳ παρεχομένης, μὴ πάλιν ἀποκλύζεσθαι καὶ ὑδροφορεῖσθαι τὰ ὑπουράνια. Θήσω γὰρ, φησὶν ὁ Θεὸς, ἐν τῇ νεφέλῃ μου τὸ τόξον εἰς σημεῖον ὑμῖν. Ἔστιν οὖν ὁ ἥλιος σικύας δίκην ταῖς τῶν ἀκτίνων βολαῖς τὸ ὑγρὸν τῶν νεφῶν, ὥσπερ ἐκ σώματός τινος ἐπισπώμενος, καὶ ἀνέλκων τὸν ὑετὸν ὥσπερ ῥεῦμα ἐπὶ τὰς βάσεις φερόμενον. Τρίμορφος δὲ ἡ ἶρις, τὸ μὲν ἐρυθρὸν, τὸ δὲ ἀερῶδες, τὸ δὲ πράζον ὑπάρχουσα χλοινὴ, τὴν εἰρήνην, καὶ σοφίαν, καὶ δύναμιν, καὶ Λόγον, καὶ Θεὸν τῶν ὅλων, ἐν αἵματι, καὶ ὕδατι, καὶ πνεύματι, κόσμῳ ἐπιφοιτᾷν προμηνύουσα, ὕδατι μὲν τοῦ βαπτίσματος πᾶσαν κτίσιν διὰ τῶν Ἰορδάνου ῥείθρων τοῦ αἴσχους ἀποκλύζοντα, Πνεύματι δὲ θείῳ τοὺς νοητοὺς καταποντοῦντα γίγαντας. Μετὰ δὲ τὸν περίγειον τῶν εἰδώλων καὶ δαιμόνων καταπνιγμὸν καὶ ἀπόκλυσιν, τὸ δι' αἵματος σημεῖον σωτηρίας ἡμῖν δέδοται, τῆς ἀληθοῦς ἴρεως καὶ εἰρήνης τοῦ Θεοῦ καὶ Λόγου, ὥσπερ ἐπὶ τύπῳ διὰ σαρκὸς ἐκταθέντος, ἐναργὲς σημεῖον ἴρεως καὶ ἀφοβίας κατακλυσμοῦ δαιμόνων ἡμῖν γενόμενος, ἐκ τῆς ἐκείνων καταιγίδος ἡμᾶς ἐπισπασάμενος, φάσκων· Ὅταν ὑψωθῶ ἀπὸ τῆς γῆς (ἐπὶ σταυρῷ δηλονότι), πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Καὶ πάλιν φησίν· Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν δύναμιν τοῦ ἐχθροῦ· καὶ τρεῖς ὑπάρχειν τούτου μάρτυρας, φησὶν ὁ ὑψηλὸς Ἰωάννης, τὸ αἷμα, καὶ τὸ ὕδωρ, καὶ τὸ πνεῦμα, καὶ οἱ τρεῖς ἕν εἰσι. Περὶ γὰρ τὴν ἐννάτην ὥραν κράξας ὁ Ἰησοῦς ἀφῆκε τὸ πνεῦμα τῆς ψυχῆς· τὸ γὰρ θεῖον καὶ ἀψύχῳ τῷ σώματι ἥνωτο· ὁμοίως καὶ τῇ ψυχῇ ἐνδημούσῃ ἀνακέκρατο. Εἰ γὰρ τὸ ἀέριον πνεῦμα ἀμφοῖν ξυνυπάρχει, πολὺ μᾶλλον τὸ θεῖον ἑκατέρῳ τμήματι συνέσται, ἀδιαίρετον ὑπάρχον καὶ ἄποσον. Λόγχῃ δέ τις νύξας τὴν πλευρὰν αὐτοῦ, Ἐξῆλθεν αἷμα καὶ ὕδωρ· καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθινή ἐστιν αὐτοῦ ἡ μαρτυρία, φησὶν ὁ ὑψηλὸς Ἰωάννης. Αἷμα καὶ ὕδωρ τῆς θείας καὶ ἀεννάου κρήνης ἐκδίδοται διὰ τὸν κρίνοντα Πιλᾶτον καὶ τοὺς ἐπιβοῶντας· Ἆρον, ἆρον, σταύρωσον αὐτόν· τοῦ μὲν ἀποῤῥιψαμένου τῆς Κυριοκτονίας τὸ αἷμα· τῶν δὲ ἀντεσπασμένων τὴν ἐκεῖθεν κατάκρισιν· Βοάτω αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· ὅπερ καὶ ἡμεῖς ἀξιεράστως φαμὲν, οὐ τῇ αὐτῇ ἐκείνοις διαθέσει. Ἐκεῖνοι γὰρ ὡς βροτὸν ἐσκόπησαν τὸν παρ' ἡμῶν Θεὸν τῶν ὅλων προσκυνούμενον· ὥσπερ οὐχ οἱ σοφοὶ τῶν ἰατρῶν, τὸ ἐκ τῆς κορυφῆς ἐπὶ τὰς ὄψεις ῥεῦμα φερόμενον ἀνακόπτουσι. διὰ τῆς ἴρεως τὴν ὑδάτων ἐπί-
at least He who made the mould fashioned an intelligible one, intending to pour out or mould upon it the things He chooses. For neither will lead melted by fire, or wax, or bronze, when poured into the mould of something and taking the shape from it and becoming what seems good to the craftsman, be thought on this account to have come together spontaneously; rather, it is brought to completion as what was chosen by the hand of the craftsman through the mould. In this very way let the formation of the rainbow in violent rainstorms be understood, provided as a sign of fearlessness to the world, that the things under heaven will not again be washed away and overwhelmed with water. For God says: I will set my bow in my cloud as a sign to you. The sun, therefore, like a cupping-glass, with the casts of its rays draws to itself the moisture of the clouds as from some body, and pulls up the rain like a stream borne upon its bases. And the rainbow is threefold in form, being in part red, in part sky-blue, and in part leek-green like grass, foretelling that peace and wisdom and power, and the Word and God of all, would visit the world in blood, and water, and spirit: by the water of baptism washing away all creation from shame through the streams of the Jordan, and by the divine Spirit drowning the intelligible giants. And after the earthly suffocation and washing away of idols and demons, the sign of salvation through blood has been given to us, of the true rainbow and peace of God and the Word, stretched out through the flesh as upon a mould, having become for us a clear sign of the rainbow and of fearlessness from the deluge of demons, drawing us to Himself out of their tempest, saying: When I am lifted up from the earth (upon the cross, clearly), I will draw all to myself. And again He says: Behold, I have given you authority to tread upon serpents and scorpions and upon all the power of the enemy; and that there are three witnesses of this, says the lofty John, the blood, and the water, and the spirit, and the three are one. For about the ninth hour Jesus, having cried out, yielded up the spirit of His soul; for the divine [spirit] was united even to the lifeless body, and likewise was blended with the indwelling soul. For if the airy spirit coexists with both, much more will the divine be present with each part, being indivisible and without quantity. And one having pierced His side with a spear, There came out blood and water; and he who saw has borne witness, and true is his witness, says the lofty John. Blood and water are poured forth from the divine and ever-flowing spring on account of Pilate who judged and those who cried out: Away, away, crucify him; the former casting off the blood of the Lord's murder, and the latter drawing upon themselves the condemnation therefrom: Let his blood cry out upon us and upon our children; which we also say lovingly, not with the same disposition as they. For they regarded as a mortal Him who is worshipped by us as God of all; just as the skilled among physicians do not cut back the flux borne from the crown of the head to the eyes, through the rainbow the onrush of waters
Notes, col. 996

On the reading

Printed πράζον, for πράσον.

PG 38:997Read from the page
χυσιν, ὡς ἐπὶ τύπῳ τινὶ διατεινομένην τῷ ὑποκειμένῳ τοῦ ἡλίου δίκην σικύας, διὰ τῶν ἀκτίνων τὰ νέφη συνάγοντος, καὶ ὥσπερ καυτῆρι τῷ θερμῷ τὰς ὑδροχόους φλέβας ἀναξηραίνοντος.
[continued], stretched out as upon a certain underlying mould, while the sun, like a cupping-glass, gathers the clouds through its rays, and as with a hot cautery dries up the water-pouring veins.
ΠΕΥΣΙΣ ΡΙΔʹ.
Question 114.
Τὸ μὲν ἀρχέγονον σκότος εἶπας τῇ διατάσει τοῦ οὐρανίου γεγονέναι σώματος, καὶ εὖ ἔχει περὶ τούτου. Πῶς δὲ τὴν νύκτα ὁρῶμεν αὐτομάτως γινομένην, οὐδενὶ τόπῳ ἐκτυπουμένην ;
You said that the primeval darkness came into being through the stretching out of the heavenly body, and it is well concerning this. But how is it that we see the night coming into being spontaneously, impressed by no place?
Ἀπόκρισις.
Answer.
Ἀνωτέρω μὲν τὸν περὶ νυκτὸς ἀποδέδωκα λόγον· ἀμυδρᾷ δὲ καὶ νῦν εἰκόνι χρησάμενος ἀποδείξω, μὴ αὐτομάτως αὐτὴν συνίστασθαι, μηδὲ ἔξω τῆς θείας χειρός. Ὥσπερ γὰρ οἱ πύργοι ὑπὸ τῶν οἰκοδόμων ἐγείρονται, καὶ τὰ λαξευτὰ ἢ χωνευτὰ ὑπὸ τεχνίτου χειρὸς διαγλύφεται, τὰ δὲ αὐτῶν ἀποσκιάσματα οὐχ ὑπὸ τεχνίτου γίνεσθαι πέφυκεν, ἀλλ' ὑπὸ τῶν παρ' ἐκείνων γενομένων ἀποτελεῖται· εἰ οὖν καὶ θάτερα θατέροις τινὰ παρυφίσταται τύπῳ τινὸς ἐκτυπούμενα, ἀλλ' οὖν γε οἱ τύποι ἀπ' ἀρχῆς ὑπὸ τεχνίτου χειρὸς γεγόνασι· καὶ ἡ νὺξ τοίνυν οὐκ αὐτομάτη συνίσταται, ἀλλὰ τῆς χέρσου ὑπάρχει ἀποσκίασμα, καθὼς μικρὸν ὕστερον ἀποδείξω, νῦν ἡμᾶς τοῦ καιροῦ ἐπὶ τὴν θείαν τῶν μυστικῶν τελετὴν συνωθοῦντος, καὶ τοῦ θιάσου καραδοκοῦντος.
Above I have already rendered the account concerning night; and now also, using a dim image, I will demonstrate that it does not come together spontaneously, nor outside the divine hand. For just as towers are raised by builders, and carved or cast works are sculpted by the hand of a craftsman, while their shadows are not naturally made by a craftsman, but are brought about by the things made by them; if then some things also subsist alongside others, being impressed by the mould of something, yet at least the moulds have come into being from the beginning by the hand of a craftsman; and night therefore does not come together spontaneously, but is the shadow of the dry land, as I will demonstrate a little later, since now the hour presses us together to the divine rite of the mysteries, and the sacred assembly is waiting expectantly.
ΔΙΑΛΟΓΟΣ Γʹ.
Dialogue III.
ΠΕΥΣΙΣ ΡΙΕʹ.
Question 115.
Χθὲς τῆς ὥρας κατεπειγούσης, σήμερον ἡμῖν τὰ λείψανα τῆς τραπέζης ἐκείνης ἀπόδος, τὰ περὶ νυκτὸς ἡμῖν πλατυτέρως σαφηνίζων, καὶ διὰ τί ἡ ἀρχέγονος ἡμέρα, οὐ πρώτη παρὰ τῆς Γραφῆς εἴρηται, ἀλλὰ μία· ὅπερ ἀνοίκειον πρὸς τὰς ἐπιγόνους μοι φαίνεται. Εἰ γὰρ δευτέρα καὶ τρίτη αἱ μετ' αὐτὴν ὀνομάζονται, ἀκολουθότερον ἦν κατάρχουσαν αὐτῶν πρώτην καὶ οὐχὶ μίαν λεχθῆναι.
Since yesterday the hour was pressing, give back to us today the remnants of that table, explaining to us more broadly the things concerning night, and why the primeval day was called by Scripture not first, but one; which seems to me out of keeping with those that came after it. For if those after it are named second and third, it would have been more consistent for the one beginning them to be called first and not one.
Ἀπόκρισις.
Answer.
Τὸ ἡμερονύκτιον μίαν φησὶν ἡμέραν, τῷ ἐπικρατεστέρῳ τοῦ παντὸς διαστήματος, τῶν εἰκοσιτεσσάρων ὡρῶν τὸ κῦρος ἀπένειμεν. Οὕτω γὰρ φράζειν εἴωθε πολλαχοῦ ἡ θεία Πυκτὴ, ἐν τῇ ἀριθμήσει τοῦ χρόνου ἡμέρας ἀριθμοῦσα, οὐχὶ δὲ καὶ νύκτας. Ἀκούεις δὴ τοῦ θείου μελῳδοῦ· Αἱ ἡμέραι ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη. Πρὸ τούτου δὲ Ἰακὼβ ὁ πατριάρχης φησίν· Αἱ ἡμέραι τῆς ζωῆς μου μικραὶ καὶ πονηραί. Πάλιν δὲ ὁ τῶν θείων μελῳδός φησι· Καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου, πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Οὐ μὴν ἀλλὰ καὶ ὁ θεῖος εὐαγ-
He calls the day-and-night one day, assigning the authority of the twenty-four hours to the more prevailing part of the whole interval. For thus the divine Scripture is accustomed to speak in many places, counting days in the reckoning of time, and not nights as well. You hear indeed the divine psalmist: The days of our years in them are seventy years. And before him Jacob the patriarch says: The days of my life are few and evil. And again the psalmist of divine things says: And that I may dwell in the house of the Lord all the days of my life. Moreover, the divine evan-
PG 38:1000Read from the page
γελιστής φησιν· Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν. Αὐτὸς δὲ θεηγορῶν, φησίν· Οἴδατε, ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται. Ὡς τὰ νῦν ἐν ἱστορίας εἴδει παραδοθέντα, νομοθεσία ὑπάρχει πρὸς τὰ ἑξῆς· Καὶ ἐγένετο, φησὶν, ἑσπέρα καὶ ἐγένετο πρωῒ, ἡμέρα μία· δηλονότι προϋπαρχούσης τῆς ἡμέρας ἐγένετο ἑσπέρα, ἐκ δὲ τῆς ἑσπέρας, νὺξ, ἐκ δὲ τῆς νυκτὸς πρωῒ, ἔνθα περατοῦται ἡ μία ἡμέρα, διὰ τῶν τεττάρων καὶ εἴκοσι ὡρῶν τῆς μιᾶς ἡμέρας τὸ κῦρος ἔχουσα, συνυπακουομένης δηλονότι τῆς νυκτὸς τῇ ἡμέρᾳ διὰ τῶν εἰκοσιτεσσάρων ὡρῶν. Ὥστε καὶ ἐν ταῖς τροπαῖς τοῦ ἡλίου συμβαίνει ταύτην ἐκείνης ὑπερβαίνειν τοῖς διαστήμασιν. Ἀλλὰ τότε ἀφωρισμένῳ χρόνῳ τῆς ἰσημερίας, ἀεὶ πάντως ἰσομοίρους τυγχάνειν ἀμφοτέρας, ἀντισπωμένας παρ' ἀλλήλων τὸ λεῖπον. Καὶ ἡ τοῦ οὐρανοῦ δὲ ὄψις ἐπὶ τὴν αὐτὴν πάλιν ἀποκατάστασιν, μία ἡμέρα εἰκότως προσαγορεύεται· ὅπερ καὶ ἐπὶ τῆς χέρσου γίνεσθαι πέφυκεν, ἐκ τῆς αὐτῆς ἀνθοφορίας ἐπὶ τὴν αὐτὴν, ἐνιαυτὸν ὀνομάζεσθαι. Ὥστε οὖν ὁσάκις ἑσπέρα καὶ πρωῒ κατὰ τὴν τοῦ ἡλίου περίοδον ἐπιλαμβάνει τὸν κόσμον, μὴ ἐν πλείονι καιρῷ, ἀλλ' ἐν μιᾶς ἡμέρας διαστήματι σημαίνεσθαι τὸ ἡμερονύκτιον, καὶ τὴν αὐτὴν τῶν φωστήρων ἀποκατάστασιν· ἢ μᾶλλον [ᾖ] κυριώτερός μοι δοκεῖ ὁ ἐν ἀποῤῥήτοις παραδιδόμενος· ὅτι ὁ τὴν τοῦ χρόνου φύσιν κατασκευάσας Θεὸς, μέτρα αὐτῷ καὶ σημεῖα τὰ τῶν ἡμερῶν ἔταξε διαστήματα· καὶ ἑβδομάδι αὐτὸν ἐκμετρήσας, ἀεὶ τὴν ἑβδομάδα εἰς ἑαυτὴν ἀνακυκλοῦσθαι κελεύει, ἐξαριθμῶν τοῦ χρόνου τὴν κίνησιν· τὴν ἑβδομάδα δὲ εἰς ἑαυτὴν ἀνακυκλοῦσθαι, πάλιν ἐκπληροῦν τὴν μίαν ἡμέραν, ἑπτάκις αὐτὴν εἰς ἑαυτὴν ἀναστρέφουσαν. Τοῦτο δὲ κυκλικὸν ὑπάρχει σχῆμα, ἀφ' ἑαυτοῦ ἄρχεσθαι, καὶ εἰς ἑαυτὸ καταλήγειν· ὃ δὴ καὶ τοῦ αἰῶνος ἴδιον, καὶ εἰς ἑαυτὸν ἀναστρέφειν μηδαμοῦ περατούμενον. Διὸ τὴν κεφαλὴν τοῦ χρόνου, οὐ πρώτην ἡμερῶν, ἀλλὰ μίαν ὠνόμασεν, ὅπως τῇ προσηγορίᾳ τὸ συγγενὲς ἔχῃ πρὸς τὸν αἰῶνα. Τοῦ γὰρ μοναχοῦ καὶ ἀκοινωνήτου πρὸς ἕτερον τὸν χαρακτῆρα δεικνῦσα, οἰκείως καὶ προσφυῶς προσηγορεύθη μία, αὐτὴ ἐν ἑαυτῇ διὰ παντὸς αἰῶνος ἀνακυκλουμένη εἰς ἑαυτήν.
gelist says: Six days before the Passover Jesus came to Bethany. And He Himself, speaking divinely, says: You know that after two days the Passover takes place. So that the things now handed down in the form of narrative stand as a legislation for what follows: And there was, it says, evening and there was morning, one day; clearly, with the day already existing beforehand, evening came to be, and from evening, night, and from night, morning, where the one day is brought to its end, having the authority of the one day throughout the twenty-four hours, the night being clearly understood together with the day throughout the twenty-four hours. So that even at the solstices of the sun it happens that the one exceeds the other in its intervals; yet at the appointed time of the equinox, both always happen altogether to have equal portions, drawing back from one another what is lacking. And the aspect of heaven returning again to the same restoration is fittingly addressed as one day; just as also naturally happens upon the dry land, that from the same blossoming to the same is named a year. So that as often as evening and morning overtake the world according to the circuit of the sun, not in a longer period, but in the interval of one day, the day-and-night is signified, and the same restoration of the luminaries; or rather the reason handed down in secret seems to me more authoritative: that God, who constructed the nature of time, appointed the intervals of the days as measures and signs for it; and having measured it out by a week, He commands the week always to revolve back upon itself, counting out the movement of time; and the week revolving back upon itself, again to fill up the one day, turning itself back upon itself seven times. Now this is a circular figure, to begin from itself and to end in itself; which indeed is also proper to eternity, to turn back upon itself, bounded nowhere. Therefore he named the head of time not first of days, but one, in order that by its appellation it might have kinship with eternity. For showing the character of what is solitary and without communion with another, it was properly and aptly addressed as one, revolving in itself into itself throughout every age.
ΠΕΥΣΙΣ ΡΙϚʹ.
Question 116.
Καὶ πῶς ἡ Γραφὴ πολλοὺς αἰῶνας ἐμφαίνουσα, λέγει αἰῶνας αἰώνων : καὶ Δαβὶδ πρὸς τῷ τέλει τοῦ ψαλμοῦ φησιν· Ἐξομολογεῖσθαι τῷ Κυρίῳ τοῦ οὐρανοῦ, ὅτι εἰς πάντας τοὺς αἰῶνας τὸ ἔλεος αὐτοῦ ; καὶ πάλιν ὁ αὐτός· Ὑψώσω σε, ὁ Θεὸς ὁ βασιλεύς μου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος ; Ἰδοὺ τρεῖς αἰῶνες ἐν τῷ ἑκατοστῷ τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ. Ἀλλὰ καὶ τῶν παρὰ τῶν ἱερέων ἀκούομεν τῷ Θεῷ εὐχαριστίαν ἀναφερόντων, καὶ τὸ κράτος κατὰ πάντων ἀπονεμόντων, ὅτε φασί· Τὸ κράτος, καὶ ἡ
And how does Scripture, indicating many ages, say ages of ages; and David toward the end of the psalm says: Give thanks to the Lord of heaven, for His mercy is unto all the ages; and again the same one: I will exalt Thee, O God my King, and I will bless Thy name unto the age, and unto the age of the age? Behold, three ages in the hundred and forty-fourth psalm. Moreover, we also hear the words spoken by the priests as they offer thanksgiving to God and ascribe dominion over all things, when they say: The dominion, and the
Notes, col. 1000

On the reading

Printed τότε, for τῷ τε.

PG 38:1001Read from the page
βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
kingdom, and the power, and the glory of the Father, and of the Son, and of the Holy Spirit, now and always, and unto the ages of ages. Amen.
Ἀπόκρισις.
Answer.
Ἀλλ' οὐκ ἐκ τούτων πολλοὺς αἰῶνας ἀριθμεῖν παιδευόμεθα, ἀλλὰ καὶ ἀμείψεις πραγμάτων καὶ καταστάσεων, οὐ περιγραφὰς δὲ καὶ πέρατα, ἢ διαδοχὰς αἰώνων. Ἡμέρα γὰρ Κυρίου μεγάλη καὶ ἐπιφανὴς, φησὶν ὁ προφήτης· καὶ πάλιν, Ἵνα τί ὑμῖν ζητεῖν τὴν ἡμέραν Κυρίου ; καὶ αὕτη σκότος, καὶ οὐ φῶς· σκότος δηλονότι τοῖς ἀξίοις, ἐπεὶ ἀνέσπερον καὶ ἀδιάδοχον τὴν ἡμέραν ἐκείνην οἶδεν ὁ λόγος· ἣν καὶ ὀγδόην ὁ τῶν θείων μελῳδὸς προσηγόρευσεν, Ὑπὲρ τῆς ὀγδόης ἐπισημάνας τῶν ἑαυτοῦ ψαλμῶν, ἕτερον δὲ, γραφῇ, Ὑπὲρ κληρονομούσης, ὡς ταύτης καὶ μόνης τὰς λοιπὰς κληρονομούσης ἡμέρας, τοῖς ἀπεράντοις καὶ ἀτμήτοις διαστήμασι, τὸ δὲ κατὰ πάντων κῦρος ἀναδησαμένης, διὰ τὸ ὑπερτερεῖν καὶ ἔξω κεῖσθαι τοῦ ἑβδοματικοῦ τούτου κύκλου. Ὥστε κἂν ἡμέραν φήσω, κἂν αἰῶνα, τὴν αὐτήν φημι ἔννοιαν. Εἴτε γὰρ ἡμέρα εἴη, μία ἔσται, καὶ οὐ πολλαί· εἴτε αἰὼν προσαγορεύων, μοναχὸς ἂν εἴη καὶ ἀπέραντος. Πρὸς τὴν μέλλουσαν οὖν ζωὴν ἀνάγων ἡμῶν τὴν ἔννοιαν, μίαν ἔγραψε τὴν εἰκόνα τοῦ παντὸς αἰῶνος Μωσῆς ὁ ἱεροφάντης, τὴν ἀπαρχὴν τῶν ἡμερῶν, τὴν ὁμήλικα τοῦ φωτὸς, τὴν θείαν καὶ σεπτὴν Κυριακὴν, τὴν τῇ ἀναστάσει τοῦ Κυρίου τετιμημένην.
Yet from these words we are not taught to count many ages, but also changes of things and conditions, and not circumscriptions and limits, or successions of ages. For great and manifest is the day of the Lord, says the prophet; and again, Why do you seek the day of the Lord? and it is darkness, and not light; darkness clearly to those who deserve it, since the Word knows that day as without evening and without succession; which the psalmist of divine things also addressed as eighth, inscribing his own psalms For the eighth, and another in writing, For her who inherits, as though this day alone inherits the remaining days, with boundless and undivided intervals, and binds upon itself authority over all, because it surpasses and lies outside this weekly cycle. So that whether I say day or age, I speak the same concept. For whether it be day, it will be one, and not many; or whether addressing an age, it would be solitary and boundless. Leading our thought up, therefore, to the life to come, Moses the hierophant wrote as one the image of the whole age, the first-fruits of days, the coeval of light, the divine and venerable Lord's Day, which has been honoured by the resurrection of the Lord.
ΠΕΥΣΙΣ ΡΙΖʹ.
Question 117.
Ἐπειδὴ λέγουσί τινες ἐπαοιδίαις καὶ γοητείαις τὴν σελήνην κατάγεσθαι οὐρανόθεν· καὶ τὸ πλεῖστον μέρος τῆς ἀνθρωπότητος τῇ φήμῃ ταύτῃ κρατηθὲν, σίδηρον καὶ χαλκὸν κρούοντες, ὥσπερ ἐν ἐκστάσει γενομένην τῷ ἤχῳ, τῆς πλάνης αὐτὴν ἐπανάγεσθαι νομίζουσιν.
Since some say that the moon is drawn down from heaven by incantations and sorceries, and the greatest part of humanity, mastered by this rumour, striking iron and bronze, think that as though she had fallen into a trance, she is brought back from her wandering by the sound.
Ἀπόκρισις.
Answer.
Μῦθοί τινες καταγέλαστοι ὑπὸ γραῶν κωθωνιζομένων πάντῃ διεδόθησαν παραληρούμενοι, μαγγανείαις τισὶ τῆς οἰκείας ἕδρας ἀποκινεῖσθαι, καὶ πρὸς γῆν αὐτὴν φέρεσθαι, καὶ ψηλαφᾶσθαι· ὅπερ πάσης ἀλογίας καὶ τῆς ἐσχάτης ἀπονοίας ὑπάρχον μοι δοκεῖ τὸν θεῖον παρακρούεσθαι μελῳδὸν, ᾄδοντα· Σελήνην, καὶ ἀστέρας ἃ σὺ ἐθεμελίωσας. Ποῖος δὲ ἄρα τόπος κατασπασθεῖσαν αὐτὴν ὑπεδέξατο ; Ἧς δι' ἀμυδρᾶς εἰκόνος ἀποδείξω τὸ μέγεθος τοῖς εἰκαιοβούλοις· Αἱ κατὰ τὴν οἰκουμένην πόλεις πλεῖστον ἀλλήλων διεστῶσαι ταῖς κατὰ τὴν ἑῴαν κειμέναις καὶ τὴν ἑσπέραν, καὶ διαφόροις τῆς χέρσου ῥυμοτομίαις καὶ ὄχθαις, ἰσομοίρως πᾶσαι τὸ σεληνιαῖον φῶς ὑποδέχονται, ὅπερ τοῖς ἀρτίφροσιν ἱκανὸν πάσαις αὐτὴν ἀντιπρόσωπον καὶ ὑπερμεγέθη τυγχάνειν. Εἰ μὴ γὰρ οὕτως ἦν, πάντως ἂν τοὺς ἐπ' εὐθείας κατεφώτισε μόνους, τοῖς δὲ τὸ εὖρος αὐτῆς ὑπερπίπτουσιν ἐγκεκλιμέναις αὐγαῖς, διὰ τῶν πλαγίων παραθέουσα, προσέβαλεν
Certain laughable fables have been spread everywhere, raved by drunken old women, that by certain enchantments she is moved from her own seat, and brought down to the earth, and handled; which, being of all unreason and utter madness, seems to me to be refuted by the divine psalmist, singing: The moon and the stars which Thou hast founded. And what place, pray, received her when she was dragged down? Whose size I will demonstrate by a dim image to the vain-minded: The cities throughout the inhabited world, standing very far apart from one another in those situated towards the east and the west, and in diverse streets and heights of the dry land, all equally receive the lunar light, which is sufficient for those of sound mind that she faces all of them and is exceedingly great. For if it were not so, she would altogether have illuminated only those directly beneath her, while upon those falling beyond her breadth, running past sideways, she would have cast with slanting rays
PG 38:1004Read from the page
ἄν. Οὐδὲν ἧττον καὶ ἑτέρως τὰ περὶ ταύτης σαφηνισθήσεται. Εἴποτε οὖν ἀφ' ὑψηλῆς ἀκρωρείας πεδίον ἐθεάσω πολὺ καὶ ὕπτιον, ἡλίκα μέν σοι τῶν βοῶν κατεφάνη τὰ ζεύγη ; πηλίκοι δὲ οἱ ἀροτῆρες, ἢ σὺν τῇ χιλιόμβῃ ὁ βουκόλος, ἢ τὸ μυρίαμνον ἐπὶ τοῦ ἕλους βληχόμενον ; πηλίκη δὲ ἡ τῶν ἵππων ἀγέλη γαυριῶσα, καὶ ἐπὶ τῶν λειμώνων σκαίρουσα ; εἰ μή σοι μυρμήκων ἀμυδρότεροι ἔδοξαν ; Εἰ δὲ καὶ ἀπὸ σκοπιᾶς ἢ γεωλόφου τινὸς ἐπὶ μέγιστον πέλαγος τετραμμένος, τῇ θαλάττῃ τὰς ὄψεις ἐπέβαλες, ἡλίκαι μέσαι ἔδοξαν τῶν νήσων αἱ μέγισται ; πηλίκη δέ σοι ὡράθη μία τῶν μυριοφόρων ὁλκάδων, λευκοῖς ἱστίοις ὑπὲρ κυανῆς ποντοποροῦσα θαλάσσης ; εἰ μὴ πάσης περιστερᾶς ἀμυδροτέραν σοι τὴν ἱστορίαν παρέσχετο, ἐνδαπανωμένης τῷ ἀέρι τῆς ὄψεως, καὶ ἐξιτηλουμένης τῷ διαστήματι, πρὸς τὴν ἀκριβῆ κατανόησιν ; Ἤδη δέ που καὶ τῶν ὀρέων τὰ μέγιστα, βαθείαις ἐῤῥιγμένα φάραγξιν καὶ χαράδραις περιφέρεται· καὶ λεία ἡ ὄψις ὑποτίθεται, ταῖς ἐξοχαῖς ἤτοι ἐπιφανείαις προσβάλλουσα μόναις, ταῖς δὲ μεταξὺ κοιλότησιν ἐμβῆναι καὶ ἐναθρῆσαι δι' ἀτονίαν μὴ δυναμένη. Οὐ δὲ τετράγωνοι καὶ νεφομήκεις τῶν πύργων, χθαμαλοί τε καὶ ἐμπερεῖς δοκοῦσι πολλοῖς τῷ διαστήματι ; Ὥστε εἰ μὴ παμμέγεθες ὑπῆρχε τὸ σεληναῖον σῶμα, οὐκ ἂν ὁμοίως πᾶσι πάντοθεν ἰσοφαὴς ἐφαίνετο, τῆς χέρσου πάσης τῷ εὔρει μὴ δευτεροῦσα, ἐναργῆ ἅμα καὶ τοῖς πόῤῥω ταύτης ποντοποροῦσι, τοῦ μεγέθους τὴν ὄψιν παρεχομένη καὶ αὐγάζουσα.
[would have]. Nevertheless, the matters concerning her will also be made clear in another way. If ever, then, from a high mountain peak you beheld a vast and level plain, how large did the yokes of oxen appear to you? And how large the ploughmen, or the herdsman with his thousand-head herd, or the flock of ten thousand lambs bleating by the marsh? And how large the herd of horses prancing and leaping upon the meadows? Did they not seem to you dimmer than ants? And if also from a lookout or some hill, turned towards a very great sea, you cast your eyes upon the ocean, how large did the greatest of the islands seem in the midst? And how large was one of the merchant ships of ten-thousand-measure burden seen by you, sailing with white sails over the dark-blue sea? Did it not present to you a sight dimmer than any dove, since vision is spent in the air and fades with distance from exact perception? And indeed, somewhere even the greatest of mountains are surrounded by deep ravines and gullies, yet their appearance is taken as smooth, since vision strikes only the projections or surfaces, unable through weakness to enter into and peer at the hollows between. And do not even square towers reaching to the clouds seem low and rounded to many because of the distance? So that if the lunar body were not immense, it would not appear equally bright alike to all from every side, not second to the whole dry land in breadth, presenting and shining forth a clear sight of its size even to those sailing far from it.
ΠΕΥΣΙΣ ΡΙΗʹ.
Question 118.
Τί οὖν βούλεται τὸ ὕφαιμον αὐτὴν πολλάκις γίνεσθαι, καὶ ἀλλοιοῦσθαι καὶ σκορπίζεσθαι ;
What then does it mean that she often becomes blood-red, and is altered and dispersed?
Ἀπόκρισις.
Answer.
Τῷ σχήματι τούτῳ οἶμαι, πολεμικὰς αἱμοῤῥοΐας σημαίνεσθαι, ἢ τῷ ἀναῤῥιπισμῷ τοῦ ἀπὸ γῆς αἰθαλομένου ἀέρος ἐπιθολοῦσθαι αὐτῆς τὴν φαῦσιν καὶ λαμπρότητα, καὶ ἀλλοιοῦσθαι τῷ χοῒ τὴν ὄψιν, μέχρις ἂν διιππεύουσα, ἔξω τοῦ ἐκκόνου καὶ αἰθαλώδους τόπου γένηται. Πῆ μὲν γὰρ πίων καὶ παχυτέρα, πῆ δὲ διακεκαυμένη καὶ τεφρώδης, ἑτέρωθι δὲ ὑλικὴ καὶ βαρυτέρα ἡ χέρσος πέφυκεν. Ὅθεν δοκεῖ μοι, κονιζομένην αὐτὴν ἀλλοιοῦσθαι· πολλάκις δὲ, καὶ καπνοῦ ἀναθυμίασις, ἢ κόνις πλεονάζουσα, τὸ παρ' ἡμῖν ἠμαύρωσε, καὶ καταιγὶς ἢ ὁμίχλη τὰς ἡλιακὰς ἀκτῖνας ἤμβλυνεν. Ἢ μᾶλλον τὸ πᾶν ἐναργέστερον· οἷον, ἀδελφὴν τυγχάνουσαν τοῦ ἡλίου, καὶ τῆς αὐτοῦ μητρὸς τῆς Σοφίας, Χριστοῦ, μὴ φέρειν τὰς εἰς αὐτὸν δρωμένας ὑπὸ τῶν ἀθέων ὕβρεις· ὅπερ ἐκεῖνος ἐν τῷ κατ' αὐτὸν ἡμερινῷ δρόμῳ ἐπεδείξατο, σκότῳ παίων τὴν φρενίτιδα καὶ Θεοκτόνον Ἰουδαίων φάλαγγα, τῇ συστολῇ τῶν ἀκτίνων φεύγων ἱστορῆσαι τὸν σφῶν ποιητὴν ξύλῳ καθηλούμενον τῷ προσλήμ-
By this appearance I think that bloodshed in war is signified, or that by the fanning up of smoky air from the earth her shining and brightness are muddied, and her appearance is altered by dust, until, riding through, she gets outside the dusty and smoky region. For in one place the dry land is naturally rich and denser, in another parched and ashy, and elsewhere earthy and heavier. Whence it seems to me that, covered with dust, she is altered; and often too an exhalation of smoke, or excessive dust, has dimmed what is around us, and a squall or mist has blunted the solar rays. Or rather the whole matter is clearer: namely, that being sister of the sun, and daughter of his same mother Wisdom, Christ, she cannot bear the outrages committed against Him by the godless; which the sun himself showed in his own daytime course, striking with darkness the frenzied and God-slaying phalanx of the Jews, fleeing by the withdrawal of his rays from beholding their Maker nailed to the wood in the assumed
PG 38:1005Read from the page
ματι, καὶ δόρατι ἀμυσσόμενον. Τοῦτό μοι δοκεῖ ὁρᾶσθαι ὑπὸ τῆς φαίνακος, τὸν ἀδελφὸν μιμουμένης, ἐν τῷ κατ' αὐτῆς νυκτιαίῳ δρόμῳ, τῶν ἐπὶ τύμβους καὶ βωμοὺς αὐτομολούντων γοήτων, καὶ τῶν ἐκεῖ τολμωμένων μιαιφονιῶν καὶ παιδοσφαγιῶν, καὶ σπλάγχνων οἰκείων κατατομῶν, ὧν ἐπὶ τῶν ἡπάτων σπαιρόντων οἱ μιαιφόνοι τῷ αἵματι χραίνονται. Ὧν τὸ ἄθεον εἰκότως ἐκτραγῳδῶν Δαβὶδ ὁ θεσπέσιος, φησί· Καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις, καὶ ἐξέχεαν αἷμα ἀθῷον, αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναάν· καὶ μεθ' ἕτερα τὴν ἀμητὸν αὐτοῖς τῶν οἰκείων σπερμάτων φησί· Καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ. Ἐπεὶ οὖν καὶ νῦν πλεῖστοι τῷ Ἑλληνικῷ ζόφῳ ἐπισκοτούμενοι, καὶ λεληθότως τῇ προγονικῇ πλάνῃ ὑποκύπτοντες, καὶ τῇ πάλαι τῶν λογισμῶν μιαιφονίᾳ, ἐπὶ γεωλόφοις, ἢ καὶ τύμβοις, ἢ μνήμασι νύκτας ἀποσχολάζοντες, κνίσσαις καὶ αἵμασι τοὺς δαίμονας θεραπεύοντες, οἴκοι ποτνιώμενοι ἐφ' οἷς κρ. .....μέντοι καθιεμένη ἡ φαίναξ αὐτὴν ἰλυγγιᾷ καὶ πτήσσει καὶ συγκαλύπτεται, τῷ νέφει ἐνδύνουσα, καὶ ἀπαξιοῦσα ἐπιβαλεῖν τοῖς ἀναξίοις τὸ φάος, κατ' εἰκόνα τοῦ ἀδελφοῦ· ὥσπερ ἐξ ἀπόπτου ἢ ἀκρωρείας οὐρανόθεν τῇ ἀλλοιώσει ἐπιβοῶσα, καὶ σκότῳ παίουσα καὶ εἴργουσα τοὺς μιαιφόνους τοῦ ἀθέου δράματος.
[flesh], and pierced with a spear. This seems to me to be seen by the shining moon, imitating her brother, in her own nightly course, of the sorcerers deserting to tombs and altars, and of the murders and child-slaughters dared there, and the cuttings of their own entrails, with whose blood, while the livers are still palpitating, the murderers defile themselves. Whose godlessness the divinely inspired David fittingly recounts tragically, saying: And they sacrificed their sons and their daughters to the demons, and shed innocent blood, the blood of their sons and daughters whom they sacrificed to the graven images of Canaan; and after other things he states for them the harvest of their own sowings: And the Lord was angry with wrath against His people, and abhorred His inheritance. Since then even now very many, darkened by the Greek gloom, and secretly bowing to ancestral error and the ancient blood-guilt of their thoughts, spending nights upon hills, or even tombs or monuments, serving demons with sacrificial smoke and blood, supplicating at home over those things ... nevertheless letting herself down, the shining moon grows dizzy and cowers and hides herself, clothing herself in a cloud, and disdaining to cast her light upon the unworthy, after the likeness of her brother; as though crying out from a lookout or mountain peak from heaven by her alteration, and striking with darkness and restraining the murderers from their godless deed.
ΠΕΥΣΙΣ ΡΙΘʹ.
Question 119.
Εἰ οὐκ ἀνόμοιος ὁ Υἱὸς τοῦ Θεοῦ τῷ Πατρὶ καὶ Θεῷ, ἀλλ' ἴσος κατὰ πάντα καὶ ὁμότιμος, καὶ τῆς αὐτῆς φύσεως, πῶς αὐτὸς λέγει, Ἐγώ εἰμι ἡ ἄμπελος, καὶ ὁ Πατήρ μου ὁ γεωργός ; Οὐ γὰρ [ἡ] αὐτὴ φύσις ἐστὶ γεωργοῦ καὶ ἀμπέλου· ἡ μὲν γὰρ ὑπάρχει λογικὴ καὶ ἔμψυχος, ἡ δὲ ἄλογος καὶ ἄψυχος.
If the Son of God is not unlike the Father and God, but equal in all things and of equal honour, and of the same nature, how does He Himself say, I am the vine, and my Father is the husbandman? For the nature of a husbandman and of a vine is not the same; for the one is rational and animate, while the other is irrational and inanimate.
Ἀπόκρισις.
Answer.
Οὐκ ἐπαινῶ σὴν ἀστατοῦσαν τὴν ἀγχίνοιαν, καὶ πολλάκις ἔξω τῶν προκειμένων ἀποφοιτῶσαν, καὶ τῇ ἀλλοκότῳ πεύσει με διαστρέφουσαν. Καὶ εἰ μὲν βουλόμενος τοῦτο ποιεῖς, ἐπίγνωθι γινωσκόμενος· εἰ δ' ἁπλῶς τὰ φυόμενα τῇ διανοίᾳ προφέρεις, συγγνώμην ἔχε, κἀμοὶ ταύτην δωρούμενος. Τὰ δὲ Χριστιανῶν, πίστει κρατύνεται, καὶ οὐ συλλογισμοῖς, δι' ὧν οἱ πλεῖστοι τῶν φρενῶν ἐξετινάχθησαν. Ἆρα γὰρ Παῦλος καὶ Ἀπολλὼς ἑτέρας ὑπῆρχον παρὰ τὴν Ἐκκλησίαν φύσεως ; Γράφει γὰρ τῷ θιάσῳ τῆς Ἐκκλησίας ὁ ὑψηλὸς τὴν διάνοιαν· Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ' ὁ Θεὸς ηὔξανεν. Ἆρ' οὖν ἄψυχος καὶ ἄλογος ἡ Ἐκκλησία ὑπὸ Παύλου φυτευομένη καὶ Ἀπολλῲ ποτιζομένη τῇ τῶν ἐντολῶν ἀρδείᾳ καὶ ἐνιδρύσει ;
I do not praise your unsteady cleverness, which often wanders outside the subjects before us and distracts me with an outlandish question. And if indeed you do this deliberately, recognize that you are found out; but if you simply bring forward what springs up in your mind, have pardon, granting it to me as well. Now the doctrines of Christians are strengthened by faith, and not by syllogisms, through which very many have been shaken out of their senses. For were Paul and Apollos of a different nature from the Church? For he who is lofty in mind writes to the sacred assembly of the Church: I planted, Apollos watered, but God gave the increase. Was the Church then inanimate and irrational, being planted by Paul and watered by Apollos with the irrigation and grounding of the commandments?
ΠΕΥΣΙΣ ΡΚʹ.
Question 120.
Διατί προέδωκεν ὁ Θεὸς τὸν Ἰὼβ τῷ διαβόλῳ, αὐτὸς μαρτυρῶν αὐτοῦ τῇ δικαιοσύνῃ καὶ τῇ ἀληθινῇ
Why did God hand Job over to the devil, when He Himself bore witness to his righteousness and his true