Migne Reading Room

PG 38 · cols. 972–981 · Read from the page

Four Dialogues, in which are contained explanations of certain questions on serious matters proposed to Caesarius, at the time when he was secretary, and teaching at Constantinople

Four Dialogues, in which are contained explanations of certain questions on serious matters proposed to Caesarius, at the time when he was secretary, and teaching at Constantinople

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 38:972Read from the page
ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογεῖτε, ἄγγελοι, οὐρανοὶ, γῆ, ἥλιος, σελήνη, ἄστρα, δρόσοι, νιφετοὶ, πάγοι, χιόνες, φῶς, σκότος, νύκτες, ἡμέραι, καὶ ὄρη καὶ βουνοὶ, θάλασσαι καὶ ποταμοὶ, καὶ πάντα ἃ καθ' ἑξῆς ἔμψυχα παριστῶσιν;
exalt Him above all for ever. Bless, ye angels, heavens, earth, sun, moon, stars, dews, snowstorms, frosts, snows, light, darkness, nights, days, and mountains and hills, seas and rivers, and all the things that follow—do they represent them as animate?
Ἀπόκρισις
Answer
Ἀλλ' οὐ πάντα ἔμψυχα δείκνυσιν ὁ τῶν θεσπεσίων ὕμνος, πλὴν ἀνθρώπων, θηρίων καὶ τῶν κητῶν, καὶ τῶν λοιπῶν χερσαίων τε καὶ ἐνύδρων. Ἄγγελοι γὰρ εὐλογοῦσιν, ὡς λογικὰ πνεύματα καὶ λειτουργικά· οὐρανοὶ δὲ οὐ λόγῳ καὶ φωνῇ, ἀλλὰ τῇ χορηγίᾳ τῶν ὄμβρων καὶ τῇ ἑδραίᾳ στάσει, ἥλιος δὲ καὶ σελήνη τῇ ἀνατολῇ καὶ ἀντιπαραδόσει τοῦ δρόμου, καὶ ταῖς βολαῖς τῶν ἀκτίνων. Ἄρα δὲ τῇ εὐτάκτῳ χορείᾳ φωσφόρος μὲν ἀνίσχων τὴν ἡμέραν εὐαγγελίζεται, ἕσπερος δὲ τοὐναντίον. Πλειὰς ὁρωμένη, τὸ ἀκίνδυνον τοῖς ναυτίλοις ἐπαγγέλλεται· δύνουσα δὲ, τοὐναντίον. Ἡ ἀπήνοια, ποτὲ μὲν ἐπὶ τὰ ἑσπέρια τὸν ἄξονα τρέπουσα, νυκτὸς καὶ ἐπιφαύσεως ὑπάρχει σημαντική· γῆ δὲ, τοῖς ἐκφορίοις δεξιουμένη βροτοὺς, ὑμνεῖ τὸν Κύριον. Θάλαττα καλωδίοις καὶ ξύλοις πεζευομένη, καὶ ἰχθὺν ἡμῖν ἀποκύουσα καὶ φοροῦσα, ὑμνεῖ τὸν Κύριον· τὰ δὲ ἄλογα ζῶα καὶ ἄνθρωποι, οἱ μὲν διὰ τοῦ λόγου τοὺς ὕμνους ἀναφέρομεν, τὰ δὲ τοὺς ὑμνοῦντας φέροντα εὐξομένους, εὐτάκτως ἡνιοχούμενα, καὶ φόβῳ χαλινούμενα, ὑμνεῖ τὸν Κύριον. Οὐδὲν γὰρ ἧττον, ὡς ὑπὲρ ἑαυτῶν, κτημάτων εὐχόμεθα.
Yet the hymn of those divinely inspired youths does not show all things to be animate, except human beings, wild beasts, and sea-monsters, and the rest of the terrestrial and aquatic creatures. For angels bless as rational and ministering spirits; the heavens not by speech and voice, but by the supply of rains and their steadfast station; the sun and moon by their rising and mutual succession of course, and by the casting of their rays. Moreover, in orderly choir the morning star rising announces the day, and the evening star the contrary. The Pleiad, when seen, promises safety to sailors, and when setting, the contrary. The Wain, turning its axle now towards the western parts, is a sign of night and dawn; and the earth, welcoming mortals with its produce, praises the Lord. The sea, traversed by ropes and timbers, and bringing forth and bearing fish for us, praises the Lord; and as for irrational animals and human beings, we offer up hymns through speech, while they, carrying those who sing hymns to pray, orderly guided with reins and curbed by fear, praise the Lord. For no less than for ourselves do we pray for our cattle.
ΠΕΥΣΙΣ ΡΕʹ.
Question 105.
Εἰ ἐν τῷ στερεώματι πεπήγασι τὰ ἄστρα καὶ οἱ φωστῆρες, ἵσταται δὲ ἀκίνητος, ὡς λέγεις, ὁ οὐρανός· πῶς τρέχει δι' αὐτοῦ ὁ ἥλιος καὶ ἡ σελήνη, μὴ τέμνοντες αὐτοῦ τὴν οὐσίαν; πῶς δὲ καὶ δυνατὸν ἐμπαγῆναι πῦρ, ἐκείνου μὴ λυομένου;
If the stars and the luminaries are fixed in the firmament, and the heaven stands immovable, as you say, how do the sun and moon run through it without cutting its substance? And how is it even possible for fire to be fixed in it without its being melted?
Ἀπόκρισις.
Answer.
Οὐ πεπήγασιν, ἀλλ' ὑπήρτηνται τοῦ στερεώματος ἐποχούμενοι μὲν τῷ αἰθέρι κουφότητι φύσεως, ὑποθέοντες δὲ τοῦ στερεώματος· τῇ μὲν ἐκείνου καταψύξει ἀναλόγως πρὸς τὸ κάτω συνωθούμενοι, τῇ δὲ ὑποκειμένῃ τοῦ ἀέρος παχύτητι ἀνεχόμενοι. Πάντων γὰρ κτιστῶν κουφοτέρα ἡ τοῦ πυρὸς ὑπάρχει φύσις· διὸ καὶ ἄγγελοι ταύτης ἔλεγχον. Ὁ ποιῶν γὰρ τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα, φησὶν ἐν μελῳδίαις ὁ Δαβίδ· ἐν Ἐπιστολαῖς δὲ ὁ Παῦλος· Τὸν ἀέρα οὖν ὑπερίπτανται οἱ φωστῆρες κουφότητι φύσεων. Πρόσβαλεῖν δὲ τῷ στερεώματι, ἢ παραχωνεῦσαι αὐτοῦ τι, οὐχ οἷοί τε καθεστήκασιν τῇ ὑπερπνεούσῃ ψυχρότητι τῶν οὐρανίων ὑδάτων.
They are not fixed, but are suspended beneath the firmament, borne upon the aether by lightness of nature, and running beneath the firmament: pushed downwards in due proportion by its cooling, and upheld by the underlying thickness of the air. For the nature of fire is lighter than all created things; wherefore angels also have obtained a share of it. For, He who makes His angels spirits, and His ministers a flame of fire, says David in the psalms; and in the Epistles Paul says: The luminaries therefore fly above the air by lightness of natures. Yet they are unable to strike against the firmament or melt any part of it, because of the coldness of the heavenly waters breathing from above.
ΠΕΥΣΙΣ ΡϚʹ.
Question 106.
Καὶ πῶς τῇ τῶν ἀνέμων βίᾳ τοῖς ἄστροις οὐ προσκρούονται, ἢ τὸν δρόμον οὐ κωλύονται;
And how are they not dashed against the stars by the violence of the winds, or hindered in their course?
Ἀπόκρισις.
Answer.
Ὑποπνευματεῖ τὰ πνεύματα, καὶ αἱ νεφέλαι ὑποφέρονται τοῦ ἡλίου, ὡς ἔστιν ἀθρῆσαι ἐν σταθερᾷ
The winds blow underneath, and the clouds are carried beneath the sun, as one may behold at high
Notes, col. 972

On the reading

Printed Πρόσβαλεῖν, for Προσβαλεῖν.

PG 38:973Read from the page
μεσημβρίᾳ, νεφῶν κινουμένων ὑποσκιάζεσθαι τὸν ἥλιον ὑπεριπτάμενον· ἡ δὲ τοῦ πνεύματος βία πρόσγειος τυγχάνουσα, εἰκότως ἐκμοχλεύει τὴν ἄβυσσον, καὶ πάσσει τὸν ἀέρα κόνει. Πῶς δὲ ἡ τῶν πνευμάτων βία ἕνα οἰκίσκον, ἢ λίθον κινῆσαι οὐχ οἵα τε ὑπάρχουσα, κινήσει ποτὲ, ἢ μεθιδρύσει τὸν πάσης πόλεως μεγέθει ὑπερέχοντα ἥλιον, ἢ τοῖς ἄστροις προσαῤῥάξειεν;
noon, when moving clouds shade the sun flying above them; while the violence of the wind, being close to the earth, naturally upheaves the abyss and sprinkles the air with dust. And how shall the violence of the winds, being unable to move a single little house or a stone, ever move or displace the sun, which surpasses every city in size, or dash it against the stars?
ΠΕΥΣΙΣ ΡΖʹ.
Question 107.
Εἰ μηδὲν πρὸς τὴν ἀναγέννησιν συντελοῦσιν οἱ ἀστέρες, οὐδὲ ἔστιν ἐκεῖθεν τὰ ἡμέτερα στοχάσασθαι, πῶς τῇ γεννήσει τοῦ Χριστοῦ ἀστὴρ ἐπανέτειλεν, ὁδηγὸς τοῖς Μάγοις γενόμενος; πῶς δ' ἐκεῖνοι βασιλικὸν ἐπιγνόντες τὸν ἀστέρα, πρὸς τὴν ὁδοιπορίαν ἐκινήθησαν, προσκυνῆσαι τὸ παιδίον ὑπὸ τοῦ ἀστέρος ἐπειγόμενοι;
If the stars contribute nothing to birth, nor is it possible to conjecture our affairs from them, how did a star rise at the birth of Christ, becoming a guide to the Magi? And how did they, recognizing the star as royal, set out on the journey, urged on by the star to worship the child?
Ἀπόκρισις.
Answer.
Σαμαριτῶν καὶ Σαδδουκαίων ἀγγέλους μὴ δεχομένων, εἰκότως ἀστέρα τὸν ἄγγελον ὁ θεῖος εὐαγγελιστής φησιν. Ἄλλως τε δὲ καὶ τὸ σέβας τῶν ἄστρων, εἰς Χριστὸν ἐπισπώμενος, τῆς πολυθέου πλάνης ἀπάγων βροτοὺς, ὡς ἀστέρα τὸν ἄγγελον ὁδηγὸν τῆς προσκυνήσεως τίθησιν. Οὐ γὰρ ἑτέρως οἱ Μάγοι εἰς προσκύνησιν συνηγέρθησαν, ἢ ἐν φαντασίᾳ τοῦ σφῶν σεβάσματος. Ἀτονωτέρας δὲ καὶ ἀνισχύρου τῆς μαγείας γινομένης, τῇ θεανδρικῇ γεννήσει τοῦ θεμελιώσαντος τοὺς ἀστέρας, καὶ τάξιν αὐτοῖς ὁρίσαντος, αἰσθόμενοι οἱ ἐκεῖνοι πλανώμενοι Χαλδαῖοι, καὶ ἀνασφαλίσαντες ποτνιᾶσθαι λυτῆρι τῆς πλάνης, αὐτομολοῦσιν, εὐαγγελισταὶ καὶ πρῶτοι κήρυκες ἐθνῶν τῆς θεανδρικῆς ἐπιφοιτήσεως. Ἀναστάντες οὖν, τῆς προφητείας τοῦ ὑψηλοῦ Ἠσαΐου ἐπαΐοντες, βοῶντος· Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρὸς, Ἐξουσιαστὴς, Ἄρχων εἰρήνης, Πατὴρ τοῦ μέλλοντος αἰῶνος. Τὰ δὲ πρὸ πεντακοσίων ἐτῶν ὑπὸ τοῦ θεσπεσίου προφανθέντα, καὶ μὴ ἀκούσαντες ἔργῳ παρέδωκαν, τοὺς νόμῳ καὶ προφήταις σχολάζοντας ἀνοήτους Ἰουδαίους, τῇ πίστει προβαίνοντες. Ὅτι δὲ οὐκ ἀστὴρ, ἀλλὰ νοερά τις καὶ λογικὴ ὑπῆρχε δύναμις ὁ τῶν Μάγων καθηγητὴς, ἐξ αὐτῆς παιδευόμεθα τῆς ἐκείνου κινήσεώς τε καὶ στάσεως. Τῶν γὰρ ἀστέρων οἱ μὲν ἀεικίνητοι, οὐχ ἠρεμοῦσι τῆς κινήσεως· οἱ δὲ ἱστάμενοι οὐ κινοῦνται. Οὗτος δὲ ἀμφιδέξιος φαίνεται, κινούμενος καὶ ἱστάμενος, καὶ ἀποκρυπτόμενος τοὺς ὁδηγουμένους· ὅπως πυθομένων αὐτῶν, Ποῦ ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; ταραχθῇ ὁ Ἡρώδης, καὶ πᾶσα Ἱεροσόλυμα, καὶ διαβοηθῇ ὁ θεῖος τόκος καὶ θρυλλούμενος ὑπὸ τῶν Μάγων, τοῦ καθηγεμόνος αὐτοῖς ἀποκρυβέντος. Πάλιν δὲ ἀναφανεὶς, ἐλθὼν ἔστη ἐπὶ τοῦ ἄντρου, οὗ ἦν τὸ παιδίον, φησὶν ὁ ὑψηλὸς Ματθαῖος. Εἰ γὰρ μὴ ἐκ διαλειμμάτων ἐφάνη, οὐκ ἂν ἐσείσθη Ἱεροσόλυμα τῇ πεύσει τῶν Μάγων, οὐκ ἂν ἐθυμώθη Ἡρώδης περὶ βασιλέως ἀκούων· ἢ νοερά τις καὶ λογικὴ δύναμις ὁ ἀστὴρ
Since the Samaritans and Sadducees do not accept angels, the divine evangelist rightly calls the angel a star. Moreover, drawing the veneration of the stars to Christ and leading mortals away from polytheistic error, he sets the angel as a star to be the guide to worship. For in no other way were the Magi roused to worship than through the appearance of their own object of veneration. And when magic grew weaker and powerless at the theandric birth of Him who founded the stars and appointed their order, those wandering Chaldeans perceived it, and resolving firmly to supplicate the deliverer from error, they come over of their own accord, evangelists and first heralds of the Gentiles concerning the theandric visitation. Rising up therefore, giving ear to the prophecy of the lofty Isaiah who cries: A child has been born to us, a son also has been given to us, and His name is called Angel of great counsel, wonderful counsellor, mighty God, Potentate, Prince of peace, Father of the age to come. And the things foretold five hundred years before by that divinely inspired man, even without having heard them, they delivered in deed, surpassing in faith the foolish Jews who devote themselves to the law and the prophets. And that the guide of the Magi was not a star, but a certain intellectual and rational power, we are taught from his very motion and standing still. For of the stars, those that are ever-moving do not rest from motion, and those that stand still do not move. Yet this one appears ambidextrous, moving and standing still, and hiding himself from those whom he led: so that when they asked, Where is He who is born king of the Jews? Herod might be troubled, and all Jerusalem, and the divine birth might be noised abroad and spoken of by the Magi, once their leader had hidden himself from them. And appearing again, he came and stood over the cave where the child was, says the lofty Matthew. For had he not appeared intermittently, Jerusalem would not have been shaken by the inquiry of the Magi, nor would Herod have been enraged on hearing of a king; or [if] the star [had not been] a certain intellectual and rational power
PG 38:976Read from the page
ἐγνωρίσθη, οὐκ ἂν οἰκέτης τοῦ γεννηθέντος ἐδείχθη. Νῦν δὲ, ὅπερ ἐπὶ τῶν βασιλέων δρᾶσθαι πέφυκε, φωνεῖ μὲν καὶ προηγεῖται ὁ θεῖος κοῦρσορ ἐπὶ τὸν βασιλέα τινάς· ἐπεὶ δ' ἂν ἐπὶ τῆς πύλης τῶν πλατῶν πλατειῶν γένωνται, ἀφίησι τοὺς κληθέντας ἐπὶ τῶν προαυλίων ἑστάναι, μέχρις ἂν μηνύσῃ τῷ βασιλεῖ τὴν αὐτῶν παρουσίαν· εἶθ' οὕτως πάλιν αὐτοῖς ἀναφανεὶς, ἐπὶ τὸν χρυσόροφον καὶ τὸν βασιλέα καθεζόμενον προηγεῖται, ἀστὴρ μὲν φαινόμενος, ἄγγελος δὲ νοούμενος ἐθνῶν ὁδηγός. Ἄλλως δὲ, τίς ὑμῖν δοκεῖ μείζων ὑπάρχειν ὁ ἀστὴρ, ἢ ὁ ἥλιος; Ἐρεῖς δὲ πάντως· Ὁ ἥλιος. Τίς οὖν, μεσουρανοῦντος αὐτοῦ, εἰπεῖν οἷός τε ὑπάρχει ποίαν τῶν πόλεων ἢ κωμῶν δι' ἀκριβείας καταμηνύει, ἢ τίνα οἶκον ὥσπερ δακτύλῳ σημαίνει; Σύγκρινον τοίνυν ἀστέρα πρὸς ἥλιον, ὡς ἐμπίδα πρὸς ἐλέφαντα, καὶ τὸ θεῖον ἄστρον πρὸς τὴν πασῶν μείζονα πόλιν, ὡς πρὸς κάμηλον κώνωπα. Εἰ οὖν οὐ γινώσκομεν ποίαν τῶν μεγίστων πόλεων καταμηνύει ὑπερεστὼς ὁ τῶν φωστήρων ἄναξ, πῶς τὸν ἀμυδρὸν ἀστέρα καταμηνύειν τὸ σπήλαιον φήσωμεν, εἰ μὴ ἄγγελος ὑπῆρχεν πρόσγειον τὴν ἀκροπορίαν ποιούμενος, καὶ μηνύων τὴν δεσποτείαν; Παυσάσθωσαν τῆς παροινίας οἱ ἀστέρα ἐπανατέλλειν τῇ ἑκάστου ἡμῶν γενέσει οἰόμενοι, μυθολέσχαι τινὲς ὑπάρχοντες, καὶ συνεκλείπειν τῷ θνήσκοντι τὸν ἀστέρα ληροῦντες. Δύο γὰρ ἀνθρώπων ὄντων ἐν κόσμῳ, τοῦ Ἀδάμ φημι καὶ τῆς Εὔας, ὁ οὐρανὸς ἄστρων ἐπεπλήρωτο. Ὕδατι δὲ πάλιν ἀφανισθείσης ἐπὶ τῶν γιγάντων πάσης ἐμψύχου φύσεως, πλὴν ὀγδόου τοῦ θεσπεσίου Νῶε περισωθέντος, οὐ συναπήχθη τὰ ἄστρα τοῖς ἐκτριβεῖσι τῷ ὕδατι, οὐδὲ βραχὺ τῆς οἰκείας παρεκινήθη τάξεως.
had been recognized, it would not have been shown to be a servant of Him Who was born. But as it is, just as is wont to be done in the case of kings, the divine herald calls and leads certain persons before the king; and when they arrive at the gate of the broad courts, he leaves those who have been summoned standing in the forecourts until he announces their presence to the king; then, appearing to them again, he leads the way to the golden-roofed palace and the king seated upon his throne, appearing as a star, yet understood to be an angel guiding the nations. Otherwise, which seems to you to be greater, the star or the sun? You will surely say: The sun. Who then, when it stands at mid-heaven, is able to say with precision which of the cities or villages it points out, or which house it indicates as though with a finger? Compare therefore a star to the sun as a gnat to an elephant, and the divine star to the greatest city of all as a midge to a camel. If therefore we do not know which of the greatest cities the sovereign of the luminaries indicates while standing above, how shall we say that the dim star pointed out the cave, unless it were an angel making his elevated course close to the earth and announcing the sovereignty? Let them cease from their drunken folly who suppose that a star rises at the birth of each of us, being idle tellers of fables, and who rave that the star also fails together with the one who dies. For when there were [only] two human beings in the world, I mean Adam and Eve, the heaven was already filled with stars. And again, when every living nature was destroyed by water in the days of the giants, except for the divine Noah preserved as the eighth person, the stars were not carried away together with those who were wiped out by the water, nor were they moved even slightly from their proper order.
ΠΕΥΣΙΣ ΡΗʹ.
Question 108.
Καὶ πῶς ἡ Γραφὴ ἀστρολόγον τὸν Ἀβραὰμ λέγει; πῶς δὲ καὶ ἑτέρους πλείστους εὑρίσκομεν, ἀπὸ ἄστρων πολλὰ τῶν καθ' ἡμᾶς λέγοντας, ὅτι φονικὸν ἀποβήσεται τὸ παιδίον αὐξανόμενον, ἢ μοιχόν· τὸ δὲ ἕτερον, νηφάλιον, καὶ σωφρονέστερον, καὶ εὐτυχὲς, διὰ τὸ ἄστρον;
And how does Scripture call Abraham an astrologer? And how do we also find very many others telling many things concerning us from the stars, [saying] that a child as it grows up will turn out murderous or adulterous, whereas another [will turn out] sober, more temperate, and fortunate, because of its star?
Ἀπόκρισις.
Answer.
Ἡ μὲν ἱστορία τὸν πατριάρχην Ἀβραὰμ ἀστρονόμον φάσκουσα, οὐδέπω αὐτὸν θεοποιεῖν ἢ σέβειν τοὺς ἀστέρας παρίστησιν, ἀλλὰ πρὸς γεωργίας καὶ ἐπομβρίας αὐχμούς τε καὶ χειμῶνας προσέχειν αὐτοῖς ὁ πατριάρχης πιστεύεται· καὶ ταῦτα πατρὸς ὑπάρχων Ἕλληνος τοῦ Θάρρα, καὶ Χαλδαίοις συνδιάγων πολυθεΐαν πυρέττουσιν. Οὐ γὰρ κατὰ ἀστρονομίαν,
The narrative, in calling the patriarch Abraham an astronomer, does not at all represent him as deifying or worshipping the stars, but the patriarch is believed to have paid attention to them with regard to agriculture, rainstorms, droughts, and winters; and this though he had a pagan father, Terah, and lived among Chaldaeans who were fevered with polytheism. For not according to astronomy,
PG 38:977Read from the page
ἀλλὰ θεοσέβειαν πρῶτον ἑαυτῷ, εἶθ' οὕτως Ἰσαὰκ τῷ παιδὶ, τὸ σιδήριον τῆς περιτομῆς τεθηγμένον ἐπήγαγεν. Οὐδὲ κατὰ ἀστρονομίαν, ἀλλὰ θεηγορίαν, ἐκ τῆς ἀγόνου καὶ παρήλικος συμβίου τὴν ἐκείνου γέννησιν ἐπιστώσατο· περὶ ἧς ἐκ νέας καὶ ἤδη σφριγώσης τῆς ἡλικίας, μέχρις αὐτῆς πολιᾶς καὶ βαθυτάτου γήρους, ἀλλήλοις συγκαθεύδοντες, οὐδέπω ἀστρονομίαις ἐπείθοντο. Οὐδ' αὖ πάλιν τοῦ ἀστροτέκτονος τὸν παῖδα πειραστικῶς αὐτὸν θύειν προστάξαντος, οὐδ' ἄστροις ἑπόμενος, ἀλλὰ Θεῷ πειθόμενος, τὴν Χαλδαίαν τῇ Μεσοποταμίᾳ Συρίας ἀμείβεται. Ἀξιῶ δέ σου τὴν ἀγχίνοιαν, ἀξιέραστε Κωνστάντιε, τῆς παρούσης θείας ὁμηγύρεως πρὸς τὴν ἀκρόασιν βραχὺ σιωπώσης, τὴν κατὰ σὲ ἀστρονομικὴν ἡμῶν γένεσιν διηγήσασθαί μοι, καὶ ἥτις αὐτῶν ὑπάρχει κρίσις καὶ συμπλοκή· οὕτω τῇ θείᾳ ῥώμῃ τε καὶ σοφίᾳ καθαιρουμένων τῶν παρὰ σοῦ δονουμένων δογμάτων, πάλιν διὰ νήψεως καὶ παιδείας κρειττόνων ὑπὸ σοῦ ἀνεγειρομένων, ὡς καὶ τοῦ ὑψηλοῦ Ἀποστόλου, καθαιρεθέντων μὲν τῶν νομικῶν, ἀνθυψωθέντων δὲ τῶν εὐαγγελικῶν, τῆς δὲ κακίας καταῤῥαγείσης καὶ κτιζομένης ἐπὶ τὸ κρεῖττον, καὶ εἰρήνης σοι πρὸς τὰ ἐμὰ γινομένης δόγματα, καὶ τῶν συνεγερθέντων ἐπὶ τὴν ἀκοὴν τοῦ λόγου ἀλωβήτως ἀποφοιτώντων, μηδὲν τῆς Ἑλληνικῆς ἐπαγομένων κακίας· ἐπάγει μὲν Δαβὶδ ὁ τῶν θείων μελῳδός· Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου· ἐπιβοήσειε δὲ καὶ ὁ τῶν προφητῶν ὑψηλὸς Ἡσαΐας ἐκ προσώπου τοῦ Θεοῦ· Ἐγὼ ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακὰ ἐπὶ τὸ κρεῖττον.
but according to piety towards God, he applied the sharpened knife of circumcision first to himself, and then likewise to his child Isaac. Neither according to astronomy, but according to divine utterance, did he gain assurance of that child's birth from his barren and aged consort; with whom, sleeping together from youth and the vigorous prime of life right up to grey hair and the deepest old age, they never trusted in astronomies. Nor again, when the Maker of the stars commanded him by way of testing to sacrifice the child, did he follow the stars, but obeying God he exchanged Chaldaea for Mesopotamia of Syria. I ask of your keen mind, beloved Constantius, while the present sacred assembly keeps silence for a little while to listen, that you explain to me our astrological nativity as you hold it, and what is the judgement and conjunction of the stars; so that when the doctrines agitated by you are overthrown by divine strength and wisdom, better ones may again be raised up by you through sobriety and instruction—just as in the case of the lofty Apostle, when the things of the law were cast down and the things of the Gospel were raised up in their stead, and wickedness was shattered and built anew for the better, and peace is made for you with my doctrines, and those who have gathered to hear the discourse depart unharmed, taking away with them nothing of pagan wickedness—David, the singer of divine songs, may add: This is the change of the right hand of the Most High; and Isaiah, the lofty one among the prophets, may cry out in the person of God: I am He Who makes peace and creates evils for the better.
ΠΕΥΣΙΣ ΡΘʹ.
Question 109.
Τῆς ὑμετέρας ἁγιωσύνης λέγειν μοι ἐπιτρεπούσης, ἐντεῦθεν τοῦ λόγου ἄρχομαι, οὐ λυμήνασθαι τοὺς παρόντας, ἀλλ' ἀποθέσθαι τὴν λύμην βουλόμενος. Αὐτίκα γοῦν Ἄρης κέντρον λαβὼν, οἰκείῳ οἴκῳ ἐκ τετραγώνου ἐπιθεωρῶν Κρόνον σὺν Ἑρμῇ ἐπὶ κέντρον, Σελήνης ἐπ' αὐτὸν πλήρους ἀρχομένης, ἐπὶ ἡμερινῆς γεννήσεως, ἐκτελεῖ ἀνδροφόνους καὶ κτεινομένους, ἐπωμώτας καὶ αἱμοπότας, μεθύσους, λάγνους, δαιμονῶντας, μυστηρίων ἀποκρύφων ἴστορας, μάγους θύτας, καὶ τὰ τούτοις ἀκόλουθα, ἐξαιρέτως μηδενὸς τῶν ἀγαθοποιῶν ἀστέρων ἐπιθεωροῦντος. Αὐτὸς δὲ πάλιν Ἄρης πρὸς Ἀφροδίτην σχῆμα τετράγωνον, μοιρικῶς ἐπὶ κέντρον μὴ ἐπιθεωροῦντός τινος ἀγαθοποιοῦ, μοιχοὺς ἀποτελεῖ, ἀδελφαῖς καὶ μητράσι μιγνυμένους. Κύπρις σὺν Μήνῃ ἐν ὁρίοις καὶ οἴκοις Κρόνου, σὺν Κρόνῳ, ἐπιμαρτυροῦντος τοῦ Ἄρεος, ἀποτελεῖ γυναῖκας γεωργοὺς καὶ οἰκοδόμους, καὶ πάντων ἀνδρείων ἔργων ἐπιστήμονας, καὶ κοινοῦσθαι καὶ συγκαθεύδειν οἷς δ' ἂν βούλοιντο, καὶ μὴ κωλύεσθαι ὑπὸ τῶν οἰκείων ἀνδρῶν. Ἀνδρείους οὖν
Since your holiness permits me to speak, I begin my discourse from this point, wishing not to harm those present, but to lay aside the harm. For instance, Mars occupying a centre, in his own house beholding in quartile aspect Saturn with Mercury at a centre, while the full Moon is coming upon him, in a diurnal nativity, produces murderers and those who are slain, perjurers and blood-drinkers, drunkards, lechers, demoniacs, investigators of hidden mysteries, sacrificing magicians, and those like them, especially when none of the beneficent stars is beholding. Again, the same Mars in quartile configuration towards Venus, at a centre by degree, when no beneficent star is beholding, produces adulterers who lie with sisters and mothers. Cypris with the Moon in the bounds and houses of Saturn, together with Saturn, with Mars bearing witness, produces women who are farmers and builders, and skilled in all manly works, and who consort and sleep with whomever they wish, without being hindered by their own husbands. Manly therefore
PG 38:980Read from the page
ἀποτελεῖ γυναῖκας ἐν αἰγοκέρῳ, ὑδροχόῳ, κακοδαίμονας ἐν Ἀφροδίτῃ. Ἐπ' ἀνδρῶν δὲ τοὐναντίον σὺν Ἄρεϊ οὖσα, ἐν κριῷ. Ὅθεν οὐχ οἷόν τε φόβῳ ἤ τινος ἀπειλῇ ἢ μηχανῇ ἐπισχεῖν τὰς ἐπιθυμίας διὰ τὴν τῶν ἄστρων ἀποκλήρωσιν.
she produces women in Capricorn, in Aquarius, ill-starred in Venus. But in the case of men, the opposite, when she is with Mars in Aries. Whence it is not possible by fear or anyone's threat or contrivance to restrain desires because of the allotment of the stars.
Ἀπόκρισις.
Answer.
Ἐπιστημόνως πάνυ τῆς Ἑλλήνων πλάνης τοὺς μύθους ἀπήγγειλας. Αὖθις οὖν κἀγὼ θαῤῥαλέως ἀποδύσομαι πρὸς τὰ ὑπὸ σοῦ ῥηθέντα, καὶ σφενδόνῃ ἢ τοξείᾳ τῷ λόγῳ χρώμενος, καθεῖλαι πειράσομαι Ἄρεα καὶ Ἀφροδίτην τοὺς ἡμετέρους ἀστέρας, ὅπως μοι ἀστροκτονίας γένεσιν ἐπιφημίσῃς. Πρότερον δὲ ἀξιῶ παιδευθῆναί σε, οἷόν τε ὑπάρχειν, τὸν βουλόμενον τὰς ἐπιθυμίας καὶ ἐνεργείας ἢ κολάζειν, ἢ παντελῶς ἀποσείεσθαι. Σείω δὲ ἐκ τοῦ συνειδότος αἰκιζομένου, καὶ μνήμῃ τοῦ ἀκλινοῦς κριτηρίου, τῶν κακῶν εἰργομένου. Ἀλλὰ καὶ οἱ τῶν ἀρχόντων νόμοι οἷοί τε πρὸ τῆς πείρας τῶν στρεβλωτηρίων, καὶ τηγάνων, καὶ καταπελτῶν, τῇ ἀκοῇ καὶ μόνῃ τῶν φοβερῶν τῆς κακίας ἀνταμείψεως, σωφρονίσαι τὴν ἀκόλαστον, καὶ ἀμβλύναι τὴν σφριγῶσαν ἀκμὴν τῆς νεότητος, ἐν ἑκάστῃ χώρᾳ, ἐγγράφως ἢ ἀγράφως ὑπάρχοντας παρ' ἡμῖν τε καὶ ἔθνεσιν· ἐν τοῖς μὲν τὸ γράμμα, ἐν τοῖς δὲ ἡ συνήθεια. Νόμος γὰρ ἀνόμοις τὰ πάτρια δοκεῖ· ὧν πρῶτοι Σῆρες, οἱ τὸ ἄκρον τῆς χέρσου οἰκοῦντες, νόμον ἔχοντες τὸ πατρῷον ἔθος, μὴ ἑταιρίζεσθαι, μηδὲ συλᾷν, μὴ μοιχᾶσθαι, μὴ ξοάνοις προσκυνεῖν, ἢ ποτνιᾶσθαι δαίμοσι, μηδ' ὅλως ἐν αὐτοῖς ὑπάρχειν εἴδωλον, ἢ ἑταίραν ἢ μοιχαλίδα, οὐ συλήτην, οὐ φονέα, οὐ λωποδύτην· καὶ ὅμως οὐδενὸς τὸ αὐτεξούσιον ἠνάγκασεν ὁ τοῦ κατὰ σὲ πυριλαμποῦς Ἄρεως ἀστὴρ, οὐδὲ ἐβιάσατό τινα αὐτῶν φασγάνῳ τὸν πέλας ἀναιρεῖν, ἢ λίθῳ πατάξαι· οὐκ Ἀφροδίτη σὺν Ἄρει ἔπεισεν αὐτοὺς ἐπιλυττῆσαι τῇ γυναικὶ τοῦ γείτονος· πανημέριον μεσουρανοῦντος τοῦ Ἄρεως, καὶ ὅμως ἰσχυρότερος τῆς ἀνάγκης τῶν ἄστρων παρὰ Σηρσὶν ὁ πάτριος νόμος. Νόμος δὲ καὶ παρὰ Βακτριανοῖς, ἤτοι Βραγμανοῖς, ἡ ἐκ προγόνων παιδεία, μὴ μεθύειν, μηδὲ ἀψύχων ἀπογεύεσθαι, οὐκ οἴνου ἁπλοῦ ἢ νόθου μετέχειν, Θεὸν τὸν ἐμὸν δεδοικότας· καίτοι τῶν παρακειμένων αὐτοῖς Ἰνδῶν μιαιφονούντων, καὶ οἰνοφλυγούντων, καὶ μονιῶν ἀγρίων ἢ συῶν δίκην θηλυμανούντων, καὶ τῷ πάθει κραδαινομένων. Ἐν δὲ τοῖς ἑσπερίοις κλίμασιν ἐνδοτέρω τῶν ἐκεῖσε Ἰνδῶν, ξενοβόροι τινὲς ὑπάρχοντες, τοὺς ἐπήλυδας ἀναιροῦντες ἐσθίουσι, καὶ οὐδεὶς τῶν ἀγαθοποιῶν ἀστέρων τῆς μιαιφονίας αὐτοὺς ἀπωσθῆναι ἴσχυσε μέχρι τήμερον.
Very skilfully have you recounted the myths of the pagans' error. Once again therefore I too shall strip boldly for the contest against what you have said, and using speech as a sling or bow, I shall try to bring down Mars and Venus, our stars, so that you may ascribe to me a nativity of star-slaying. First, however, I ask you to be instructed that it is possible for one who wills it either to chasten his desires and actions or to shake them off altogether. And I shake them off as my conscience scourges me and, by the memory of the unswerving tribunal, keeps me from evils. Moreover, the laws of rulers also are able, even before experience of the racks, frying-pans, and catapults, by the mere hearing of the fearful retribution for wickedness, to chasten the unbridled and blunt the swelling vigour of youth, existing in every land, whether written or unwritten, both among us and among the nations: among some the written letter, among others custom. For ancestral practices are held as law by those without written law; first among whom are the Seres, who dwell at the extremity of the earth, having as law their ancestral custom not to commit fornication, nor to plunder, nor to commit adultery, nor to worship carved images or invoke demons, so that among them there is no idol at all, nor harlot nor adulteress, no robber, no murderer, no thief; and yet the star of your fiery-bright Mars has compelled the free will of none of them, nor forced any of them to slay his neighbour with a sword or strike him with a stone; nor has Venus with Mars persuaded them to rage with lust after their neighbour's wife; though Mars stands at mid-heaven all day long, nevertheless among the Seres ancestral law is stronger than the necessity of the stars. And among the Bactrians, that is, the Brahmins, their ancestral discipline is also a law: not to get drunk, nor to taste lifeless things [i.e. dead flesh], not to partake of simple or artificial wine, fearing my God; even though the Indians bordering upon them commit murder, indulge in drunkenness, and rage after women like wild boars or swine, shaken by passion. And in the western climes further inland than the Indians there, certain eaters of strangers slay and eat newcomers, and none of the beneficent stars has been able to turn them away from blood-guilt until this day.
Ἕτερος νόμος Χαλδαίοις τε καὶ Βαβυλωνίοις μητρογαμεῖν καὶ ἀδελφοφθορεῖν, καὶ ταῖς σφῶν παισὶν
Another law among the Chaldaeans and Babylonians is to marry their mothers and defile their sisters, and towards their own daughters
Notes, col. 980

On the reading

Printed καθεῖλαι, for καθελεῖν.

Printed ὑπάρχοντας, for ὑπάρχοντες.

PG 38:981Read from the page
ἐπιμαίνεσθαι, καὶ μιαιφθορεῖν· εἰ καὶ πόῤῥω τῆς ἐνεγκαμένης γένωνται, καὶ τοῖς σφῶν κεχρῆσθαι νόμοις, φανερῶς καὶ λεληθότως διακελευόμενοι· ἐξ ὧν τινες αὐτῶν μέχρι καὶ νῦν ὑπάρχουσιν ἐν Μήδοις καὶ Πάρθοις καὶ Ἐλαμίταις καὶ Αἰγυπτίοις, ἐν Φρυξὶ καὶ Γαλάταις, ἐν τισι κώμαις μιαιβιοῦντες. Καὶ οὐδέπω Κύπρις σὺν Μήνῃ ἐν ὁρίοις καὶ οἴκοις Κρόνου ἐπιμαρτυροῦντος τοῦ Ἄρεως ἐν ταῖς πάντων αὐτῶν γενέσεσιν εὑρίσκεσθαι οἷα τε. Θάτερος δὲ παρὰ Γήλαις νόμος, γυναῖκας γεωργεῖν καὶ οἰκοδομεῖν, καὶ τὰ ἀνδρῶν πράττειν, ἀλλὰ καὶ κοινωνεῖν οἷς δ' ἂν βούλωνται τῶν ἐπηλύδων, οὐκ ἐπιτιμώμεναι ὑπὸ τῶν προεχόντων ἀνδρῶν, οὐδὲ ζηλούμεναι. Οὐ μυρίζονται δὲ, οὐδὲ φυκίοις τὴν ὄψιν νοθεύονται, σφῶν παρειὰς ἐπιχρωννῦσαι, καθὼς αἱ παρ' ἡμῖν ἀλλότριαι ὑποδύνουσαι προσωπεῖον. Οἱ δὲ ἄνδρες στιβάζονται ἐσθῆτι μαλακῇ, καὶ ἀνθοβάφῳ περιβολῇ. Ὑπάρχουσι δ' ἐν αὐταῖς καὶ πολεμικώταται, καὶ θηροῦσαι τὰ μὴ λίαν ἰσχυρὰ τῶν θηρίων. Πῶς οὖν πᾶσαι αἱ Γήλων γυναῖκες, οὐκ ἔλαχον αἰγοκέρῳ ἢ ὑδροχόῳ, κακοδαιμονοῦσι τῇ Κύπριδι; οὔτ' αὖ πάλιν οἱ ἄνδρες αὐτῶν ἔλαχον ἐν κριῷ σὺν Ἄρει τὴν Ἀφροδίτην, ἔνθα τοὺς ἀνδρείους καὶ σπατάλους φασὶν οἱ τῇ γνώμῃ Χαλδαῖοι; Ἐν δὲ Σούσοις τῆς Βαβυλῶνος αἱ γυναῖκες παντὶ μύρῳ διαφέροντι καὶ κόσμῳ χρῶνται, ὑπηρετούμεναι, καὶ φαιδρῶς προϊοῦσαι σὺν βλοσυρίᾳ καὶ διαχύσει πολλῇ· πᾶσι δὲ Ἕλλησιν ἀδεῶς τε καὶ ἀναιδῶς συγκαθεύδουσιν, ἄρχουσαι μᾶλλον τῶν οἰκείων ἀνδρῶν· καὶ οὐ πάντως ἐν πάσῃ γενέσει τῶν Σουσίδων γυναικῶν μεσουρανεῖ μετὰ Διὸς καὶ Ἄρεως ἐν Διὸς ὅροις ἡ Ἀφροδίτη. Ἐν δὲ τῇ ἑῴᾳ οἱ ἀῤῥενοφθοροῦντες, οἱ παρὰ Χριστιανοῖς, ἐὰν γνωσθῶσιν ὑπὸ τῶν ὁμαίμων ἀφειδῶς τιμωροῦνται. Ἐν Βρεττανίᾳ πλεῖστοι ἄνδρες μιᾷ συγκαθεύδουσι γυναικί· ὡσαύτως καὶ πολλαὶ γυναῖκες ἑνὶ ἑταιρίζονται ἀνδρί.
to rage with lust and pollute them; and even if they come to be far from their native land, they observe their own laws, exhorting one another both openly and secretly; of whom some exist even until now among the Medes and Parthians and Elamites and Egyptians, among the Phrygians and Galatians, living impure lives in certain villages. And yet Cypris with the Moon in the bounds and houses of Saturn, with Mars bearing witness, can by no means be found in the nativities of all of them. Another law among the Gelae is that the women farm and build and perform the works of men, and also consort with whichever of the strangers they wish, neither rebuked by their ruling husbands nor regarded with jealousy. They do not anoint themselves with perfume, nor do they falsify their appearance with rouge, painting their cheeks, as the strange women among us do who put on a mask. The men, on the other hand, are decked out in soft clothing and brightly dyed mantles. And among the women there are also very warlike ones who hunt the not overly strong among the wild beasts. How then have all the women of the Gelae not obtained Capricorn or Aquarius with an ill-starred Cypris? Nor again have their men obtained Venus with Mars in Aries, where those who are Chaldaeans in mindset say the manly and luxurious are [born]? Again, in Susa of Babylon the women use every choice perfume and ornament, waited upon by attendants and going forth brightly with bold looks and great gaiety; and they sleep fearlessly and shamelessly with all strangers, ruling rather over their own husbands; and yet Venus does not by any means stand at mid-heaven with Jupiter and Mars in the bounds of Jupiter in every nativity of the Susian women. And in the East, those who corrupt males, among Christians, if they are discovered, are unsparingly punished by their kinsmen. In Britain, very many men sleep with one woman; likewise also many women consort with one man.
Καὶ πᾶσι τοῖς πατρίοις τὰ ἔθνη ὥσπερ νόμῳ στοιχοῦσιν ἀδάκνως καὶ ἀπόνως. Ἀμαζόνες δὲ ἄνδρας οὐκ ἔχουσιν· ἀλλ' ὡς τὰ ἄλογα ζῶα, ἅπαξ τοῦ ἔτους περὶ τὴν ἐαρινικὴν ἰσημερίαν ὑπερόριοι γίνονται, μισγόμεναι τοῖς γειτνιῶσιν ἀνδράσιν, οἷον πανήγυρίν τινα καὶ ἑορτὴν τὸν καιρὸν τῆς ἑταιρείας ἡγούμεναι. Ἐξ ὧν κατὰ γαστρὸς φέρουσαι, παλινδρομοῦσιν οἴκαδε ἅμα πᾶσαι. Τῷ δὲ καιρῷ τῆς ἀποκυήσεως, τὸν μὲν ἄῤῥενα φθείρουσι, τὸ δὲ θῆλυ ζωογονοῦσι καὶ τιθηνοῦσιν ἐπιμελῶς. Ἄτοπον δὲ πιστεῦσαι ἐπὶ μὲν τῇ τῶν ἀῤῥένων σπορᾷ Ἄρεα μετὰ Κρόνου ἐπὶ τῆς ὥρας ἰσομοίρως τυχεῖν, ἐπὶ δὲ τοῦ θήλεως οὐδέποτε. Καὶ πῶς ἐν τῷ αὐτῷ νυχθημέρῳ πάντων ἐν ταῖς ὑποδεξαμέναις καταβληθέντων, καὶ ὁμοῦ πάλιν ὡς ἐκ μιᾶς νηδύος προερχομένων, τὰ μὲν διαφθείρεται, τοῦ ἅμα τοῦ βίου γεύσασθαι, καὶ ὑπὸ τῶν μιαιφόνων θανατούμενα πρὸ τοῦ σπᾶσαι γάλα, ἢ ῥῆξαι φωνήν· τὰ δὲ ζωογονεῖται, καὶ περιέπεται ἐν τοῖς ἀνόμοις κόλποις τὰ κακὰ ἐνσκαίροντα; Πῶς
And all the nations follow their ancestral customs as a law, without compunction and without pain. The Amazons, moreover, have no husbands; but like irrational animals, once a year around the vernal equinox they cross their borders and mingle with the neighbouring men, considering the time of intercourse like some festival and feast. Conceiving in the womb from them, they all hurry back home together. At the time of childbirth they destroy the male child, but preserve the female alive and nurse it carefully. Yet it is absurd to believe that at the conception of the males Mars with Saturn happened to be in equal degrees at the hour, but at that of the female never. And how, when all were sown in the mothers who received them within the same night and day, and again come forth together as from one womb, are some destroyed as soon as they taste life, put to death by the murderous mothers before drawing milk or uttering a cry, while others are kept alive and cherished, leaping in those lawless bosoms amid evil ways? How