Λαζάρου πυθόμενος, Τί τοῦτο ἐν τῇ χειρί σου; Ὁ δὲ ἀπεκρίνατο, Ῥάβδος. Καὶ αὖθις θεία φωνὴ, Ῥίψον αὐτὴν ἐπὶ τὴν γῆν· ῥιφεῖσα δὲ, δράκων ἐγίνετο, ἐφαλλομένη τῷ προϊεμένῳ· τοῦ δὲ ἀποπηδήσαντος, φησὶν αὐτῷ ὁ Θεὸς, Ἔκτεινον τὴν χεῖρά σου, καὶ ἐπιλαβοῦ τῆς κέρκου αὐτοῦ· γενομένου δὲ, εἰς ἐκεῖνο ἀποκατέστη τὸ ζῶον, ὅπερ ἦν πρὸ τῆς θηριώσεως γενόμενον. Κατὰ τὸν δήσαντά φησι τοῖς περὶ τὸν Λάζαρον· Λύσατε αὐτὸν, καὶ ἄφετε ὑπάγειν, τοῖς ἐκεῖνον μεταῤῥώσας τὸν διεῤῥευκότα, καὶ ὀδωδότα, ὅπερ ἦν πρὸ τοῦ θανάτου γεύσασθαι. Ὁμοίως καὶ τὴν ξηρὰν καὶ ἄφλυον τοῦ Ἀαρὼν βακτηρίαν, ἀμογητὶ χωρὶς νοτίδος ἢ γῆς πτύξεως, ἐν μιᾷ νυκτὶ φύλλα καὶ κάρυα βλαστῆσαι ποιήσας, τῆς ἱερωσύνης αὐτῷ παρέσχετο ἀπόδειξιν. Ὁ δ' αὐτὸς τὴν ῥάβδον περιφλύσας χωρὶς φυτείας, ἑαυτὸν ἐσωμάτωσε χωρὶς συζυγίας· Ἐξελεύσεται γὰρ ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί· Ἰεσσαὶ δὲ βροτὸς ὑπάρχει πατὴρ τοῦ μεγάλου Δαβίδ. Ἀνάγκη οὖν ἐξ ἐμψύχου ῥίζης ἔμψυχον νοεῖν καὶ τὴν ῥάβδον· περὶ ἧς τάδε μέν φησιν ὁ ὑψηλὸς Ἠσαΐας· ἅπερ ἀνακαλύψας ὁ θεοφόρος Ἀπόστολος διαῤῥήδην βοᾷ· Ἔχομεν ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανούς· οὗτος δὲ εἰς Ἱεροσόλυμα φοιτῶν μετ' οὐ πολὺ, τὴν ὑπὲρ ἡμῶν σταυρὸν αὐθαιρέτως ὑφίσταται, ῥήματι ψιλῷ ἀθρόως τὸ φυτὸν ἐξήρανε, δεικνὺς αὐτὸς ὑπάρχειν ὁ καὶ φῦναι κελεύσας, καὶ ὅτι οἷός τε ὑπάρχει προστάξαι τῷ ξύλῳ τοῦ σταυροῦ, κεραυνῶσαι τοὺς καθηλοῦντας· φέρει δὲ ὡς Θεὸς καθηλωμένος οἷα βροτὸς τῇ σαρκί. Φοιτώντων δὲ αὐτῶν εἰς Ἱεροσόλυμα ἐπείνασεν ἐν τῇ ὁδῷ ὁ Ἰησοῦς, καὶ ἰδὼν συκῆν ἧκεν ἐπ' αὐτὴν ζητῶν καρπὸν, καὶ οὐχ εὗρε, καθώς φησιν ὁ θεῖος εὐαγγελιστής. Τροπικῶς δὲ νοείσθω ὁδὸς, ὁ παρὼν βίος, ὃν ὁ ζῶν καὶ ἅγιος λόγος καθ' ἡμᾶς γενόμενος σωματικῶς βαδίζει, καὶ τόπους ἀμείβει, πάντῃ παρὼν θεϊκῶς· νοητῶς δὲ πεινῶν τὴν πάντων σωτηρίαν, ἐξαιρέτως δὲ Ἰουδαίων, ἧκεν ἐπὶ τὴν συκῆν, ὡσανεὶ τὴν Συναγωγὴν, ζητῶν ἐξ αὐτῆς καρπὸν οὐκ αἰσθητῶν σύκων, ἀλλὰ τὸν νοητὸν, τὴν ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν γλυκεῖαν καρποφορίαν· παραπλησίως τῶν ἐν τῷ σύκῳ κόκκων ἐγκειμένων τῇ Συναγωγῇ τῶν θείων ἐντολῶν, ἐξ ὧν μετέχουσα ἡ ψυχὴ καταγλυκαίνεται· ἀλλ' οὐχ εὗρεν ὁ Ἰησοῦς καρπὸν ἐν αὐτῇ, εἰ μὴ μόνον φύλλα τῶν νομικῶν καὶ προφητικῶν τεύχεων, καὶ αὐτὰ τῇ παραβάσει τῶν θείων οἱονεὶ φύλλα συκῆς ὑπὸ τῶν εἰς ἀλογίαν τραπέντων Ἰουδαίων ἀδεῶς πατούμενα. Κτῆνος γὰρ ὑπάρχει βιβλιοφόρον ἡ κυριοκτόνος συναγωγή· ἡ τὸν βασιλέα ἀνελοῦσα, τὸν δὲ στρατιώτην τιμῶσα, ὑπ' αὐτοῦ δὲ αἰχμαλωτισθεῖσα πολλάκις, καὶ οἰκέτις καὶ ὑπόφορος γενομένη· ἡ ἀναγινώσκουσα, καὶ μὴ ἐπιγινώσκουσα· ἡ τὸ γράμμα κρατοῦσα, καὶ τὸ πρᾶγμα ἀγνοοῦσα. Τὴν διαθήκην ἔχουσα, καὶ τῆς εὐνομίας ἀπέχουσα· ἧς μόνος ὁ Χριστὸς ἀνὴρ προσαγορεύεσθαι, εἰ ἑταιριζομένης, βουλόμενος, φησὶ δι' Ὠσηὲ τοῦ προ-
of Lazarus inquired says to him, What is this in your hand? And he answered, A rod. And again a divine voice [said], Cast it upon the ground; and when cast, it became a serpent, leaping at the one who threw it; and when he sprang back, God says to him, Stretch out your hand and take hold of its tail; and when this was done, the creature was restored to that which it had been before its turning into a beast. Just as He says to those about Lazarus who was bound: Loose him and let him go, by these [words] restoring to health him who had decomposed and stank, to what he was before tasting death. Likewise also having caused the dry and leafless staff of Aaron, without toil, without moisture or enfolding of earth, in a single night to put forth leaves and nuts, He provided him a demonstration of the priesthood. And the same One who made the rod blossom all around without planting embodied Himself without union: For a rod shall come forth out of the root of Jesse; and Jesse is a mortal, father of the great David. It is necessary, therefore, from a living root to understand the rod also as living; concerning which the lofty Isaiah says these things; and unveiling them, the God-bearing Apostle cries out explicitly: We have a great high priest who has passed through the heavens; and this One, going to Jerusalem not long afterwards, willingly undergoes the cross on our behalf, [and] by a bare word suddenly withered the plant, showing that He Himself is the One who also commanded it to grow, and that He is able to command the wood of the cross to strike with thunderbolts those who nail Him to it; yet He endures as God, nailed like a mortal in the flesh. And as they were going to Jerusalem, Jesus hungered on the way, and seeing a fig-tree He came to it seeking fruit, and found none, as says the divine evangelist. Figuratively let the way be understood as the present life, which the living and holy Word, having become like us, walks bodily and changes places, being everywhere present divinely; and intelligibly hungering for the salvation of all, and especially of the Jews, He came to the fig-tree as it were to the Synagogue, seeking from it fruit not of sensible figs, but the intelligible fruit, the sweet fruit-bearing from the law and the prophets; the divine commandments lying in the Synagogue just like the seeds in the fig, by partaking of which the soul is sweetened; but Jesus found no fruit in it, except only the leaves of the legal and prophetic volumes, and even these, through transgression of divine things, fearlessly trampled like fig-leaves by the Jews who had turned to irrationality. For the Lord-slaying synagogue is a book-carrying beast of burden: she who slew the king and honoured the soldier, yet was often taken captive by him and became a slave and tributary; she who reads and does not recognize; she who holds the letter and is ignorant of the reality; having the covenant and holding aloof from good order; whose sole husband Christ, wishing to be called [so, though] she plays the harlot, says through Hosea the pro-