Migne Reading Room

PG 38 · cols. 1140–1149 · Read from the page

Four Dialogues, in which are contained explanations of certain questions on serious matters proposed to Caesarius, at the time when he was secretary, and teaching at Constantinople

Four Dialogues, in which are contained explanations of certain questions on serious matters proposed to Caesarius, at the time when he was secretary, and teaching at Constantinople

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 38:1140Read from the page
οἷα δὴ ἀντίπαλος ἱσταμένη τοῦ κρείττονος, κατὰ τῆς ἡμετέρας ἀγωνιζομένη φύσεως. Ἀρετῆς οὖν εἴδη τέταρτά τινες ἔφρασαν· τὰ δὲ ὑπάρχειν, Ἀνδρείαν, Φρόνησιν, Σωφροσύνην, καὶ Δικαιοσύνην· ἅπερ καλὰ μὲν τυγχάνει, χθαμαλὰ δὲ ἕρπει, καὶ ἐπὶ τῆς χέρσου νήχεται, κατώτερα τυγχάνοντα τῆς οὐρανίου ἁψῖδος· ἀνδρείαν γὰρ φήσαντες, τὴν τῆς ὕλης ἀντίμαχον· καὶ σωφροσύνην, τὸ κατὰ τῶν παθῶν κράτος καὶ νίκην· φρόνησιν δὲ, τὴν ἐν ταῖς πόλεσιν ἀριστοκρατίαν· δικαιοσύνην δὲ, τὴν κύδιμον τοῦ βίου μερίδα. Ὥς γε ᾤοντο τάξιν τινὰ νομοθετοῦντες, χαλινώσαντες τὴν ἐφ' ἑκάτερα τοῦ πλείονος ἀμετρίαν· ὑψηλότερον δέ τι μήτε νοῆσαι, μήτε ἐκφάναι οἷοί τε· τό τε ἐπ' αὐτοῖς τὴν ἀρετὴν τοῖς ὁρωμένοις περιέκλεισαν μόνον, μηδὲν οἰηθέντες αὐτὴν ἔχειν ὑψηλόν τε, καὶ τῆς τῶν οὐρανῶν εὐκοσμίας ἐφάμιλλον. Ἡμεῖς δὲ καθηγεμόνα τὸν ὑψηλὸν Ἀπόστολον ἔχοντες, πολλὰ μὲν εἴδη ἀρετῆς ἀπαριθμούμενον, τρία πάντων ἐξαίρετα, πίστιν, ἐλπίδα, ἀγάπην· ὧν ἡ μὲν πίστις δωρεῖται βροτοῖς τὰ ὑπὲρ φύσιν, τοῖς νοητοῖς καταγράφουσα τὸν ἔτι περικείμενον τὸ πολυπαθὲς τῆς ὕλης περιβόλαιον. Ἃ γὰρ αἱ τῶν ἀγγέλων καὶ τῶν λοιπῶν ἀσάρκων τάξεις ἠγνόησαν, τούτων τοῖς χαμαιπόροις καὶ ἐπὶ γῆς καλινδουμένοις βροτοῖς τὴν ἐπιστήμην εἰσηγεῖται ἡ πίστις, καὶ ὑποδείκνυσι προσάγουσα τὴν διάνοιαν τῷ βασιλικῷ τε καὶ ἀσχηματίστῳ θρόνῳ· καὶ ἀκριβῆ ἐναστράπτουσα τὴν αἴγλην τῆς ἀνάρχου καὶ ἀκράτου φύσεως, τῇ ἐκεῖθεν ἀστραπῇ τὴν ἀχλὺν τῶν αἰσθήσεων ἀπελαύνουσα, καὶ εἴ τι παχὺ καὶ νεφῶδες τῶν τῇδε τοῦ νοῦ ἀπολήσασα, παρέχει ἑταιριζομένη οὐδὲν ἄτοπον πιστεύειν πεπράχθαι, τῶν προτέρων ἀμνηστίαν καὶ ἀπόνηψιν τῷ λουτρῷ πορισαμένη· καὶ οἱονεὶ ἀείπαις καὶ ἄμωμος ἀναφανεῖσα.
inasmuch as it stands as an adversary to what is better, contending against our nature. Now some have spoken of four kinds of virtue, namely Courage, Prudence, Temperance, and Justice; which are indeed noble, yet they creep low and swim upon the dry land, falling short of the heavenly vault; for they called courage the opponent of matter, and temperance the mastery and victory over the passions, and prudence the best governance in cities, and justice the honourable portion of life. Thus, indeed, they supposed they were legislating a certain order, bridling excess towards either extreme; yet they were able neither to conceive nor to declare anything higher, and so far as lay in them they enclosed virtue solely within things that are seen, supposing that it had nothing lofty or rivalling the good order of the heavens. We, however, having the lofty Apostle as our guide, who enumerates many kinds of virtue, [have] three pre-eminent above all: faith, hope, and love. Of these, faith bestows upon mortals things above nature, enrolling among the intelligible beings him who is still wrapped in the much-suffering garment of matter. For the things which the ranks of the angels and the other bodiless powers did not know, of these faith introduces the knowledge to mortals who walk on the ground and roll upon the earth, and shows them, leading the mind to the royal and formless throne; and flashing clearly the radiance of the unoriginate and unmixed nature, driving away the mist of the senses by the lightning from thence, and washing away from the mind whatever is gross and cloudy of the things here below, it grants, as a companion, to believe that nothing absurd has been done, having procured forgetfulness and washing away of former things by the bath, and appearing as it were ever-virgin and blameless.
ΠΕΥΣΙΣ ΡΟΔʹ.
Question 174.
Τί βούλεται λέγων ὁ Κύριος, Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ Βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ οἱ βιασταὶ ἁρπάζουσιν αὐτήν; Οἴδαμεν δὲ ὅτι πάσης κρίσεως καὶ κατάρας ἐστὶν ἄξιος. Πῶς οὖν ἄρα νοήσομεν τὸ τοῦ Κυρίου ῥῆμα;
What does the Lord mean when He says, From the days of John the Baptist until now the kingdom of heaven suffers violence, and the violent seize it? Yet we know that [violence] is worthy of every judgement and curse. How then shall we understand this saying of the Lord?
Ἀπόκρισις.
Answer.
Ἰωάννου πρώτου αὐθήμερον ἥκειν τὴν βασιλείαν τῶν οὐρανῶν βροτοῖς καταγγείλαντος, καὶ τοῦ Σωτῆρος θᾶττον ἐπιστάντος· οἱ ἀραρότως καὶ εἰλικρινῶς πιστεύοντες, δι' ἀκροτάτης ἀσκήσεως καὶ σκληρουχίας τοὺς ὅρους τῆς φύσεως ὑπερβαίνοντες, καὶ πρὸς τὸ ἀπαθὲς μεθιστάμενοι ἐν σώματι, καὶ τὰ ἐκ τούτου κωλύματα ὑπεριπτάμενοι, νεκροῦντες τὰς ἐπιθυμίας τοῦ σώματος, διὰ τῆς στενῆς καὶ πονικωτέρας ὁδοῦ ταῖς ἀρεταῖς βαίνοντες, σφᾶς βιάζονται, πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐπειγόμενοι, ὡς φησιν ἱερὸς Ἀπόστολος:
Since John was the first to proclaim to mortals that the kingdom of heaven had arrived that very day, and the Saviour swiftly appeared, those who believe firmly and sincerely, transcending the boundaries of nature through the highest asceticism and hardship, and passing over to passionlessness while in the body, flying above the hindrances arising from it, mortifying the desires of the body, and walking in the virtues along the narrow and more toilsome road, force themselves, pressing on towards the prize of the upward calling, as the sacred Apostle says.
ΠΕΥΣΙΣ ΡΟΕʹ.
Question 175.
Τί σημαίνει ὁ Κύριος λέγων περὶ τοῦ αὐτοῦ Ἰωάν-
What does the Lord signify when He says concerning the same John
Notes, col. 1140

On the reading

Printed τέταρτά, for τέτταρά.

Printed ἀπολήσασα, for ἀπολούσασα.

Printed ἀπόνηψιν, for ἀπόνιψιν.

PG 38:1141Read from the page
νου, Καὶ εἰ θέλετε δέξασθαι, οὗτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι; Οἴδαμεν δὲ ὅτι Ἰωάννην Ἡρώδης ἀπέτεμεν· καὶ πῶς πάλιν Ἠλίας αὐτὸς οὗτος γενήσεται;
And if you are willing to accept it, this is Elijah who is to come? Yet we know that Herod beheaded John; and how will this same man again become Elijah?
Ἀπόκρισις.
Answer.
Ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἔμπροσθεν αὐτοῦ ἀποσταλέντα ἐν τῇ θεανδρικῇ ἐπιφθιτήσει, Ἠλίαν εἰκότως προσαγορεύει, διά τε τῆς χάριτος τὴν ἰσότητα, καὶ τῆς οἰκονομίας τὸ ἐφάμιλλον. Ἀρχὴ γὰρ καὶ τέλος τῶν δύο Διαθηκῶν γέγονεν Ἰωάννης· τέλος μὲν τοῦ νόμου, ἀρχὴ τῶν Εὐαγγελίων, τοῦτ' ἔστιν, ἑτέρας παρὰ τὴν νομικὴν ἀγωγήν τε καὶ πολιτείαν καθηγητής. Ὁμοίως καὶ Ἠλίαν καραδοκῶμεν ἐν τῇ θεανδρικῇ δευτέρᾳ Χριστοῦ ἐπιφοιτήσει βραχύ τι προήκοντα, πέρας μὲν ὑπάρχειν τῆς ἐνεστώσης ἀγωγῆς τε καὶ ζωῆς, ἀρχὴν δὲ τῆς μελλούσης· κατὰ δὲ Ἰωάννην καὶ αὐτὸν ὑπὸ τοῦ νοητοῦ Ἡρώδου ὑπὲρ ἀτρεκείας μιαιφονούμενον.
He fittingly calls him Elijah, since he was sent before Him in the spirit and power of Elijah at the theandric visitation, both because of the equality of grace and the parity of the dispensation. For John became the beginning and end of the two Testaments: the end of the law and the beginning of the Gospels, that is, the teacher of a way of life and polity other than the legal one. Likewise we also expect Elijah, arriving slightly beforehand at the second theandric visitation of Christ, to be the end of the present way of life and existence and the beginning of the future one; and, like John, to be himself murdered for the truth by the spiritual Herod.
ΠΕΥΣΙΣ ΡΟϚʹ.
Question 176.
Πῶς μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάννης ὁ Βαπτιστής; Καὶ εἰ προφήτης ἦν, τί περισσότερον εἶχε προφήτου; ὅτι οὕτως λέγει ὁ Κύριος ἐν Εὐαγγελίοις. Διὰ τί δ' ἄρα μείζων πάντων ὑπὸ τοῦ Σωτῆρος μαρτυρηθεὶς, τὸν ἑαυτοῦ πατέρα Ζαχαρίαν ἐφίμωσεν;
How is John the Baptist greater among those born of women? And if he was a prophet, what more did he have than a prophet? For thus says the Lord in the Gospels. And why, having been testified to by the Saviour as greater than all, did he silence his own father Zechariah?
Ἀπόκρισις.
Answer.
Ποικίλη μοι δοκεῖ ἡ περὶ τούτου διασάφησις· καὶ πρό γε πάντων ὑμῶν αὐτῶν ὁμολογούντων, μείζων πάντων βροτῶν, καὶ ὑψηλότερος προφητῶν, ὑπὸ τοῦ Κυρίου μαρτυρεῖσθαι τὸν Ἰωάννην, οὐκ ἔχομεν λόγον τοῦ ζῶντος Λόγου ἀνώτερον, μαρτυροῦντα τῇ βοώσῃ ἐν τῇ ἐρήμῳ φωνῇ, Ἑτοιμάζειν τὰς ὁδοὺς τοῦ Κυρίου, καὶ εὐθείας ποιεῖν τὰς τρίβους αὐτοῦ. Ἀλλὰ τὰς ἀφορμὰς περὶ τῆς φωνῆς Ἀπὸ τοῦ Λόγου κομισάμενοι, λόγον, οὐθετέρου κατ' ἀξίαν, ἀλλὰ κατὰ δύναμιν ἐμὴν περὶ ἑκάστου ἀποδώσω. Μείζων τοίνυν πάντων ἐν γεννητοῖς γυναικῶν Ἰωάννης, ὅτι ἐν τῇ μητρῴᾳ νηδύϊ ὑπάρχων ἔτι, καὶ μή που τοῦ καθ' ἡμᾶς βίου ψαύσας, προεφήτευσε τῇ μητρῴᾳ γλώττῃ ὀργάνῳ χρησάμενος, καὶ ἐν σκότει λανθάνων, τὸ φῶς ἐν γαστρὶ τῆς ἀείπαιδος Μαρίας σαρκούμενον οὐκ ἠγνόησε· τὴν ἀστραπὴν οἱονεὶ δι' ὀπῆς τινος τοῦ τῆς φερούσης στόματος, τῇ περιπτύξει καὶ φιλήματι τῆς θεοφόρου νεάνιδος σπασάμενος, ἀρθεὶς τῇ μητρῴᾳ γλώττῃ ἀνεβόησε, Πόθεν μοι τοῦτο, ἵνα ἡ μήτηρ τοῦ Κυρίου μου ἔλθῃ πρὸς μέ; Ὁ εὐγνώμων οἰκέτης ἐπέγνω τὸν Δεσπότην· καὶ σκαίρων ἐξάλλεσθαι τῆς γαστρὸς, πρὸς τὴν διακονίαν τοῦ λόγου ἐπείγεται προφθάσαι τὸν Ἰορδάνην, καὶ ἑτοιμάσαι τὸ ὑπὲρ ἡμῶν κατὰ σάρκα λουτρόν. Πλεονεκτεῖ δὲ προφητῶν, τῷ καὶ αὐτὸν ἀθρῆσαι ἐν σαρκὶ τὸν προφητευόμενον, καὶ τῆς ἐκείνου κορυφῆς ψαῦσαι, ἧς τρέμει τὰ σύμπαντα, ὃν πάντες πατριάρχαι καὶ προφῆται δι' ὀνείρων ἢ αἰνιγμάτων μόνων ἐφαντάσθησαν, πρὸ τῆς θεανδρικῆς τοῦ Λόγου θεοφανείας τὸν βίον ἀμείψαντες. Τὸ δὲ κωφεῦσαι τὸν Ζαχαρίαν, τὴν γέννησιν τοῦ παιδὸς εὐαγγελισθέντα οὐ κατ' ἔκπλη-
The explanation concerning this seems to me manifold; and above all, since you yourselves confess that John is testified to by the Lord as greater than all mortals and loftier than the prophets, we have no word higher than the living Word, who bears witness to the voice crying in the wilderness to prepare the ways of the Lord and to make His paths straight. Yet, having taken our starting-points concerning the voice from the Word, I will render an account of each point, not according to the worth of either, but according to my own ability. John, then, is greater than all among those born of women because, while still in his mother's womb and not yet having touched our life, he prophesied using his mother's tongue as an instrument, and, hidden in darkness, he was not ignorant of the light becoming incarnate in the womb of the ever-virgin Mary; having drawn in the lightning as it were through an opening, the mouth of her who bore him, at the embrace and kiss of the God-bearing maiden, lifted up he cried out with his mother's tongue, Whence is this to me, that the mother of my Lord should come to me? The grateful servant recognized his Master; and leaping to spring forth from the womb, he hastens towards the ministry of the word, to reach the Jordan first and to prepare the bath in the flesh on our behalf. And he surpasses the prophets in that he himself also beheld in the flesh Him who was prophesied, and touched His head, before whom all things tremble, whom all the patriarchs and prophets imagined only through dreams or riddles, having departed this life before the theandric manifestation of the Word. As for Zechariah becoming mute when the birth of the child was announced to him, not out of amazement
Notes, col. 1141

On the reading

Printed ἐπιφθιτήσει, for ἐπιφοιτήσει.

PG 38:1144Read from the page
ξιν τοῦ ὀφθέντος αὐτῷ ἀγγέλου φημὶ (ἐν συνηθείᾳ γὰρ ἦν τῆς ἐκείνων ὄψεως, καθαρῶς τῷ νόμῳ ἱερατεύων), ἀλλὰ τῷ τύπῳ τῆς ἐκείνου σιγῆς ἡ τοῦ νόμου ἕπεται σιγή. Τικτομένου δὲ τοῦ παιδὸς ἡ γλῶττα τοῦ πατρὸς αὖθις ἀπεκαθίστατο· δηλοῦσα ἀπὸ τῆς σιγῆς, καὶ στειρώσεως, καὶ γήρους, τὴν φωνὴν τίκτεσθαι· τοῦτ' ἔστιν ἐκ τοῦ παλαιωθέντος, καὶ καταγηράσαντος, καὶ στειρότητος νόμου τῇ ἀκαρπίᾳ τῶν δεξαμένων Ἰουδαίων, οὐδὲν ἐκ τῶν προφητικῶν προῤῥήσεων ἀποναμένων, οὐδὲ συνιόντων τὴν Ἰουδαϊκὴν τοῦ Θεοῦ καὶ Λόγου καθ' ἡμᾶς γέννησιν εἰς ἔργον ἐλθεῖν· καὶ τὴν αὐτοῦ κατὰ σάρκα μητέρα ἐξ ἐκείνων προελθεῖν.
at the angel who appeared to him do I say [this happened] (for he was accustomed to the sight of them, serving purely as a priest under the law), but the silence of the law follows the figure of his silence. And when the child was born, the father's tongue was restored again, showing that the voice is born from silence, barrenness, and old age; that is, from the law that had grown antiquated, aged, and barren through the unfruitfulness of the Jews who received it, who gained nothing from the prophetic foretellings and did not understand that the Jewish birth of God and the Word in our likeness had come to pass, and that His mother according to the flesh came forth from them.
ΠΕΥΣΙΣ ΡΟΖʹ.
Question 177.
Καὶ πῶς μείζονα πάντων αὐτὸν ὑπάρχειν ὁ Χριστὸς μαρτυρῶν, πάλιν αὐτὸς λέγει, Ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, μείζων αὐτοῦ ἐστιν.
And how does Christ, while testifying that he is greater than all, again Himself say, Yet he who is least in the kingdom of heaven is greater than he?
Ἀπόκρισις.
Answer.
Οὐδὲ τοῦτο ἔξω διπλῆς καὶ ποικιλίας τὸ νόημα· τριπλῆν γὰρ ἡμῖν ὁ λόγος ἐμφαίνει διάνοιαν· τὴν μὲν, ὅτι μικρότερος αὐτοῦ κατὰ σάρκα αὐτὸς ὁ Κύριος, μετὰ ἑξαμηναῖον χρόνον τῆς ἐκείνου συλλήψεως οὗτος οἰκήσας τὴν Ἀείπαιδα, τὸ ἐξ ἐκείνης σῶμα περιτιθέμενος καθ' ἕνωσιν ἀδιάσπαστον καὶ μίξεως ἐλεύθερον, καθὼς ἐκ τοῦ μεγάλου Γαβριὴλ παιδευόμεθα, εὐαγγελιζομένου τὴν Θεοτόκον. Φησὶ γὰρ, Ἰδοὺ Ἐλισαβὲτ ἡ γυνή σου καὶ αὕτη συνειληφυῖα υἱὸν ἐν γήρᾳ, καὶ οὗτος μὴν ἕκτος αὐτῇ. Μικρότερός ἐστιν Ἰωάννου βροτὸς ὁρώμενος, μείζων δὲ, Θεὸς νοούμενος ὁ Χριστός. Δευτερεύει δὲ τούτοις ἡ τῶν ἀγγέλων πρὸς Ἰωάννην ὑπεροχή. Ὁ γὰρ πάντων ἀγγέλων δοκῶν ἔσχατος τῇ τάξει, καὶ τῇ φύσει βραχύτερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, μείζων αὐτοῦ ὑπάρχει κατὰ φύσιν καὶ γέννησιν· Ἰωάννην γὰρ ὁ εὐτελὴς Ἡρώδης ἀπέτεμεν· εἷς δὲ ὁ ἄγγελος ὁ πάντων μικρότερος μυρίους Ἡρώδεις ἐν ἀκαρεῖ πατάξαι καὶ ἀπολέσαι. Εἷς γὰρ ἄγγελος ἐξελθὼν ἐκ τῆς παρεμβολῆς, ἐπὶ τοῦ Ἠσαΐου καὶ Ἐζεκίου, ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας τῶν πολεμίων ἐν ἀτόμῳ ἐδρέψατο ἀνελών. Τίνα δὲ ἡμῖν ἕτερον ἡ τρίτη παρίστησι διάνοια, μικρότερον μὲν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, μείζονα δὲ Ἰωάννου; ἢ πάντως τὸν ὑπὸ τοῦ Κυρίου τὸν μετακληθέντα Υἱὸν βροντῆς, Ἰωάννην τὸν Θεολόγον. Ἐκεῖνος γὰρ μετὰ πολλοῦ τοῦ δέους καὶ προσταττόμενος ψαῦσαι τῆς τοῦ Λόγου κορυφῆς σαρκοφοροῦντος, οὐκ ἐθάρῥει. Οὗτος δὲ πάντων πλεονεκτῶν παῤῥησίᾳ, ἐν τῷ θείῳ δείπνῳ ἐν τῷ κόλπῳ τοῦ Κυρίου ἀνακλιθεὶς, μετὰ βραχὺ ὑπ' αὐτὸ τὸ ἅγιον τοῦ θεάνδρου στέρνον μετανακλίνεται, καθὼς παιδεύει τὸ Εὐαγγέλιον, περὶ τοῦ μέλλοντος αὐτὸν παραδιδόναι πυθόμενος· ἔνευε γὰρ αὐτῷ ὁ Πέτρος μαθεῖν τίς ἄρα ᾖ ὁ διδοὺς αὐτόν. Οὐ μήτηρ ἡ τεκοῦσα, οὐχ Ἰωσὴφ ὀνομαζόμενος, οὐχ ἦν δὲ πατὴρ αὐτοῦ· οὐκ Ἰωάννης ὁ Βαπτιστὴς, οὐκ ἄγγελος, οὐκ ἀρχάγγελος, οὔθ' ἕτερός τις ἀνδρωθέντος τοῦ Θεοῦ
Nor is this saying without doubleness and variety; for the word discloses to us a threefold sense: the first, that the Lord Himself is younger than he according to the flesh, having dwelt in the Ever-Virgin six months after his conception, clothing Himself with the body from her in an inseparable union free from commingling, as we are taught by the great Gabriel when announcing the good news to the Theotokos. For he says, Behold, Elizabeth your wife has also conceived a son in her old age, and this is the sixth month with her. Christ is lesser than John when seen as a mortal, yet greater when understood as God. Second to these is the superiority of the angels over John. For the one who seems last in rank among all the angels and least in nature in the kingdom of heaven is greater than he in nature and origin; for the paltry Herod beheaded John, whereas a single angel, the least of all, could strike down and destroy ten thousand Herods in an instant. For a single angel, going forth from the camp in the days of Isaiah and Hezekiah, reaped and slew one hundred and eighty-five thousand of the enemy in a moment. And whom else does the third sense set before us as lesser in the kingdom of heaven, yet greater than John? Surely none other than him who was surnamed by the Lord Son of Thunder, John the Theologian. For the former, even when commanded, dared not with great fear to touch the head of the flesh-bearing Word. The latter, however, surpassing all in boldness, reclining on the Lord's bosom at the divine supper, shortly afterwards leans back upon the very holy breast of the God-man, as the Gospel teaches, inquiring about the one who was going to betray Him; for Peter nodded to him to learn who it might be who was handing Him over. Neither the mother who bore Him, nor Joseph who was called His father though he was not, nor John the Baptist, nor angel, nor archangel, nor any other, of God made man
Notes, col. 1144

On the reading

Printed οὐχ Ἰωσὴφ, for οὐκ Ἰωσὴφ.

Printed οὐχ ἦν, for οὐκ ἦν.

PG 38:1145Read from the page
καὶ Λόγου ἐτόλμησε προσψαῦσαι τοῦ φρικώδους ἐκείνου στήθους, ἐφ' οὗ οὗτος ὁ Ἰωάννης, οἷα πατὴρ ἐφ' υἱῷ διαχεόμενος ἀνέκειτο· ἐκεῖθεν τὸν περὶ τοῦ Λόγου λόγον ἀρυσάμενος· καὶ δὴ τοῖς ὑπ' οὐρανοῦ βροντήσας τὸ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Ἐκεῖνος τὸ θεῖον καὶ πανάγιον Πνεῦμα ἐν εἴδει περιστερᾶς ἐθεάσατο μόνον, ἐπὶ τὸν Λόγον σαρκὶ βαπτισθέντα ἐξ οὐρανῶν ἐπιπτάμενον. Οὗτος δὲ ἐν εἴδει γλώττης πυρὸς ἐπὶ τῆς οἰκείας ἐδέξατο κεφαλῆς, ἅμα τοῖς συμφοιτηταῖς, ἐν τῇ ἡμέρᾳ τῆς Πεντηκοστῆς, καθὼς ὁ μέγας Λουκᾶς τὰς Πράξεις γράφων τῶν ἀποστόλων ἱστόρησεν· ἐκεῖνος καρατομεῖται δι' ἑταίραν ἀκόλαστον ἀδελφόμιγα, τὴν Ἡρώδου γυναῖκα, γενομένην τοῦ ἀδελφοῦ αὐτοῦ· οὗτος ὑπὲρ τοῦ Κυρίου τὸν τάφον οἰκῆσαι κατακριθεὶς, ὕστερον τελευτᾷ. Ἐκεῖνος ἐβάπτιζε μόνον τοὺς προσιόντας, Πνεῦμα δὲ θεῖον οὐδενὶ παρασχεῖν οἷός τε ἦν· διὸ τοὺς ὑπ' ἐκείνου βαπτισθέντας, οὗτος ἅμα καὶ οἱ λοιποὶ ἀνεβάπτιζον οἱ ἀπόστολοι πρὸς τελείωσιν, καὶ χειροτεθοῦντες, Πνεύματος ἁγίου μετεδίδουν τοῖς πιστοῖς εἰς σημείων καὶ τεράτων ἐπίδειξιν. Ἐκεῖνος μείζων πάντων ἐν γεννητοῖς γυναικῶν ὑπάρχειν ἐμαρτυρήθη παρὰ τοῦ μείζονος· οὗτος φῶς τοῦ κόσμου ἐκλήθη παρὰ τοῦ ἀληθινοῦ καὶ ἀγεννήτου καὶ ἀεὶ ὄντος Θεοῦ μεγάλου φωτός. Ἐκεῖνος τὸν βίον ἤμειψε μηδὲν σημεῖον πεποιηκὼς, μηδ' ὅλως θαυματουργήσας, καθὼς φησι περὶ αὐτοῦ τὸ Εὐαγγέλιον, μηδέ τι ἀκούσας τῶν ἐκεῖ μελλόντων αὐτῷ· οὗτος συγκαθέζεσθαι Χριστῷ, καὶ νεύματι αὐτοῦ κρίνειν τὰς φυλὰς τοῦ Ἰσραὴλ, παρὰ Χριστοῦ θεηγοροῦντος ἐπήγγελται ἅμα τοῖς δώδεκα. Ἐκεῖνος οὐδαμοῦ μακαρίζεται, καὶ μέγας ὑπάρχων ἐν βροτοῖς· οὗτος ἀπόδειξιν λαμβάνων τοῦ μείζους ὑπάρχειν, ὑπὸ τοῦ μάκαρος Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅς φησιν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν· ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπετε, καὶ τὰ ὦτα, ὅτι ἀκούετε. Προφήτην δὲ καὶ δίκαιον τὸν Ἰωάννην ὑπάρχειν πάντες πιστεύομεν. Ἐκεῖνος ἐγγίσασαν τῇ οἰκείᾳ μητρὶ τὴν τοῦ ἀπάτορος ἐνταῦθα μητέρα δείσας, ἔσκαιρεν ἐξάλλεσθαι, τῆς φερούσης κινδυνεύων, μὴ φέρων τὴν πυρφόρον ἐγγίζουσαν· τοῦτον δὲ ἐφ' ἑαυτοῦ συνίστησι καὶ παρατίθεται τῇ οἰκείᾳ μητρὶ ὁ κατ' οὐσίαν ἀμήτωρ, καὶ κατ' οἰκονομίαν ἀπάτωρ. Κατὰ τὸν καιρὸν τοῦ σωτηρίου πάθους τῷ σταυρῷ παρεστῶσιν, ἀτενίσας τῷ Ἰωάννῃ, φησὶ τῇ ἀγάμῳ καὶ μητρὶ, Ἰδοὺ ὁ υἱός σου, ἀνάπαλιν δὲ πρὸς ἐκεῖνον, Ἰδοὺ ἡ μήτηρ σου· θάτερον θατέρῳ ἀνθ' ἑαυτοῦ συνιστῶν, καὶ ἑκατέρων τὴν ἀμείωτον καὶ ἀνέπαφον παρθένον δημηγορεύει θεομάχου πανηγύρεως.
and the Word dared to touch that awesome breast upon which this John reclined, melting with affection like a father over a son, drawing thence the word concerning the Word, and thundering to those under heaven, In the beginning was the Word, and the Word was with God, and the Word was God. The former only beheld the divine and all-holy Spirit in the form of a dove flying down from heaven upon the Word baptized in the flesh. The latter received Him in the form of a tongue of fire upon his own head, together with his fellow-disciples, on the day of Pentecost, as the great Luke recorded when writing the Acts of the Apostles. The former is beheaded on account of a licentious courtesan who consorted with brothers, the wife of Herod, who had been his brother's wife; the latter, condemned for the Lord to dwell in the tomb, later dies. The former only baptized those who came to him, and was unable to impart the divine Spirit to anyone; wherefore this man together with the rest of the apostles rebaptized those baptized by him unto perfection, and laying on hands imparted the Holy Spirit to the faithful for the showing forth of signs and wonders. The former was testified to by the Greater One as being greater than all among those born of women; the latter was called light of the world by the true, unbegotten, and ever-existing great light, God. The former departed this life having wrought no sign and performed no miracle at all, as the Gospel says of him, nor having heard anything of what was to come for him there; to the latter, together with the twelve, it was promised by Christ speaking divinely that he would sit with Christ and by His nod judge the tribes of Israel. The former is nowhere called blessed, though great among mortals; the latter receives proof of being greater from our blessed God and Saviour Jesus Christ, who says to them: Amen I say to you, many prophets and righteous men desired to see what you see, and did not see it, and to hear what you hear, and did not hear it; but blessed are your eyes, for you see, and your ears, for you hear. And we all believe that John is a prophet and righteous. The former, fearing the mother of Him who is here without father when she drew near to his own mother, leapt to spring forth, putting her who bore him in danger, unable to bear the fire-bearer drawing near; whereas Him who is without mother according to essence and without father according to dispensation commends and entrusts this man in His own place to His own mother. At the time of the saving passion, as they stood by the cross, gazing fixedly at John, He says to the unmarried mother, Behold your son, and conversely to him, Behold your mother, commending the one to the other in place of Himself, and proclaiming the undiminished and untouched virginity of both even before the God-fighting assembly.
Καὶ συνελόντα φάναι, Χριστὸς ὑπάρχει ἡ βασιλεία τῶν οὐρανῶν. Ὁ οὖν κατὰ νόμον τέλειος καὶ ἀκριβὴς Ἰωάννης ἥττων μοι δοκεῖ τῶν εἰς τὸν θάνατον τοῦ
And to speak concisely, Christ is the kingdom of heaven. Therefore John, who was perfect and exact according to the law, seems to me inferior to those [baptized] into the death of
Notes, col. 1145

On the reading

Printed χειροτεθοῦντες, for χειροθετοῦντες.

PG 38:1148Read from the page
Κυρίου βαπτισθέντων· Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, καθώς φησιν ὁ πολὺς ἐν τῷ νόμῳ, καὶ ὑψηλὸς ἐν Εὐαγγελίοις Ἀπόστολος, πάντων ἐν πείρᾳ καθεστώς. Ἐν τῇ γενεᾷ οὖν αὐτοῦ, καὶ ἐν τοῖς καιροῖς αὐτοῦ μείζων πάντων ἦν ὁ Ἰωάννης· ἐπεὶ ἄρα διαμάχεται ἑαυτῷ τὸ θεῖον, πρὸς μὲν τὸν Σολομῶντα φάσκων, Ὡς, οὐ γέγονεν ἔμπροσθέν σου, καὶ μετὰ σὲ οὐκ ἀναστήσεται ὁμοιός σου. Περὶ δὲ Ἰωάννου, καὶ ὅτι οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων αὐτοῦ· κατὰ τὸν νόμον οὖν μείζων ἦν, καὶ ἀκριβέστερος πάντων· ἀμείνονες δὲ ὑπάρχουσιν οἱ ἀπόστολοι· οὐ γάρ φησιν ὁ Κύριος, ὅτι οὐκ ἀναστήσεται μείζων αὐτοῦ, ἀλλ' ὅτι οὐκ ἐγήγερται, ὡσανεὶ ἐν τοῖς καιροῖς αὐτοῦ. Πρὸ ἀμφοῖν δὲ τούτων, πρὸς τὸν διάβολόν φησιν ὁ Θεὸς, Προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου Ἰὼβ, ὅτι οὐκ ἔστι τῶν ἐπὶ γῆς ἄνθρωπος κατ' αὐτόν; Καὶ πρὸς τὸν Μωσέα φησὶν, Πρὸς ἅπαντας ἀνθρώπους ἔγνων σε, καὶ εὗρες χάριν ἐνώπιόν μου. Ὥσπερ οὖν μέγας ὑπάρχων ἐπὶ τοῖς καιροῖς αὐτοῦ Ἐνὼχ μετετέθη· καὶ ὥσπερ δίκαιος ὢν ἐν τοῖς χρόνοις αὐτοῦ Νῶε, ἐν τῇ κιβωτῷ ὄγδοος διεσώθη, τοῦ κόσμου κατακλυσθέντος· καὶ ὥσπερ μέγας τυγχάνων ὁ Λὼτ μόνος περιεσώθη, τῆς Πενταπόλεως Σοδόμων ἐμπρησθείσης· οὕτως καὶ Ἰωάννης μείζων πάντων ὑπῆρχε κατὰ νόμον ἐν τοῖς καιροῖς αὐτοῦ.
baptized into [the death of] the Lord; for the law perfected nothing, as says the Apostle, great in the law and lofty in the Gospels, having stood in experience of all things. In his own generation, therefore, and in his own times John was greater than all; otherwise the Deity contradicts Himself, saying to Solomon, There has not been before you, and after you there shall not arise one like you; and concerning John, that there has not risen among those born of women one greater than he. According to the law, then, he was greater and more exact than all; yet the apostles are better; for the Lord does not say that there shall not arise one greater than he, but that there has not risen, as it were in his own times. And before both of these, God says to the devil, Have you applied your mind to My servant Job, that there is not among those upon earth a man like him? And to Moses He says, Above all men I have known you, and you have found grace before Me. Just as Enoch, therefore, being great in his own times, was translated; and just as Noah, being righteous in his own times, was saved as the eighth in the ark when the world was flooded; and just as Lot, being great, alone was preserved when the Pentapolis of Sodom was burned: so also John was greater than all according to the law in his own times.
ΠΕΥΣΙΣ ΡΟΗʹ.
Question 178.
Περὶ τίνων λέγει ὁ Κύριος, Ἀμὴν λέγω ὑμῖν, εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσονται θανάτου, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν δόξῃ αὐτοῦ; Τινὲς γὰρ λέγουσι περὶ Ἰωάννου τοῦ Θεολόγου εἰρηκέναι αὐτὸν, ὅτι οὐκ ἀποθνήσκει ἕως τῆς δευτέρας Χριστοῦ παρουσίας.
Concerning whom does the Lord say, Amen I say to you, there are some of those standing here who shall by no means taste death until they see the Son of man coming in His glory? For some say that He spoke this concerning John the Theologian, that he does not die until the second coming of Christ.
Ἀπόκρισις.
Answer.
Παιδεύσας ἤδη τοὺς ἑπομένους αὐτῷ φοιτητὰς θανάτου καταφρονεῖν, καὶ ἀνδρείως ἀποδύεσθαι πρὸς τοὺς ὑπὲρ αὐτοῦ κινδύνους, ἐμβατεύων αὐτῶν τὰ ἀπόῤῥητα, καὶ εὑρίσκων ἔτι ἐπισκάζοντας, καὶ ἐπαμφοτερίζοντας, πειρᾶται ὅπως ἀποβάλλειν αὐτοὺς τὰ καραδοκούμενα, διεγείρων καὶ ὑπαλείφων αὐτοὺς τῇ ἐπαγγελίᾳ τῆς μακροζωΐας, πρὸς τὴν ὑπὲρ αὐτῷ ἕως θανάτου μεγαλόψυχον ἕνωσιν. Ἑώρα γὰρ αὐτοὺς εὐρίπους, οἱονεὶ καλάμους πνεύματι σαλευομένους· ὅπερ καὶ πρό τινος ἀνάγκης, ἢ διωγμοῦ, ἢ αἰκίας, δείσας τὰ μέλλοντα, καὶ φιλαργυρίσας, τῇ προσβολῇ τοῦ τῆς φιλαυτίας πνεύματος ἁλοὺς, τὸν Κύριον ἀπέδοτο Ἰούδας ὁ Ἰσκαριώτης. Κατὰ δὲ τὸν αὐτὸν τοῦ πάθους καιρὸν, τὴν Βαλλίλαν πτήξας ὁ κορυφαῖος, τρὶς μεθ' ὅρκου τὸν Κύριον ἠρνήσατο, εἰ καὶ αὖθις ἐκ τῶν δακρύων ἐπήγαγεν ἰατρείαν. Καὶ συνελόντα φάναι, ἐπὶ τὸν σκόλοπα τοῦ σταυροῦ φοιτῶντος αὐτοῦ, τὸ τῆς δειλίας πνεῦμα ἐκραγὲν αὐτοῖς, πάντας δρασμῷ χρήσασθαι παρεσκεύασε· καὶ συγχωρεῖ ἀναιρεθῆναι, πρὶν κηρύξαι τὰ περὶ αὐτοῦ. Διὸ καί φησι τοῖς συλλαβοῦσιν, Εἰ ἐμὲ ζητεῖτε, ἄφετε
Having already trained the disciples who followed Him to despise death and courageously strip for the dangers on His behalf, entering into their secrets and finding them still limping and wavering, He tries to make them cast off what they anxiously awaited, rousing and anointing them with the promise of long life towards a magnanimous union on His behalf unto death. For He saw them unstable, like reeds shaken by the wind; which very thing Judas Iscariot also [showed], who before any compulsion or persecution or outrage, fearing the things to come and loving money, caught by the assault of the spirit of self-love, sold the Lord. And at the same time of the passion, the chief [apostle], cowering before Ballila, thrice with an oath denied the Lord, even though he afterwards brought on healing from his tears. And to speak summarily, as He went to the stake of the cross, the spirit of cowardice breaking out upon them caused all to resort to flight; and He permits Himself to be slain before they preach the things concerning Him. Wherefore He also says to those who arrested Him, If you seek Me, let
Notes, col. 1148

On the reading

Printed ὁμοιός, for ὅμοιός.

Printed αὐτῷ, for αὐτοῦ.

Printed φιλαργυρίσας, for φιλαργυρήσας.

PG 38:1149Read from the page
τούτους ὑπάγειν· προγινώσκων τοίνυν αὐτῶν τὸν δραγμὸν καὶ τὸν σάλον, ὑποστηρίζει αὐτοὺς τῇ ἐπαγγελίᾳ, καὶ μερικῶς παραγυμνοῖ αὐτὴν, δι' ἀμυδροῦ τὸ ὅλον πιστοποιούμενος. Ὅπερ μὴ χωρήσαντες, ἐν τῷ παρόντι ἁλόντες, ἐπὶ τῆς χέρσου μικροῦ δεῖν ἐχωνεύοντο. Παραλαβὼν γὰρ μεθ' ἓξ ἡμερῶν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην ἐφ' ὑψηλῆς ἀκρωρείας, μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἦν ὡς τὸ φῶς, φησὶν ὁ θεῖος Ματθαῖος. Ἐνταῦθα οὖν ἐθεάσαντο, πρὸ τοῦ θανάτου γεύσασθαι, τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καθὼς ἀνωτέρω αὐτοῖς ἐπηγγείλατο. Καίπερ οὐ γυμνὴ φανεῖσα ἡ θεότης, ἀλλ' ἡνωμένη τοῖς ἡμετέροις, εἰς γῆν αὐτοὺς κατέβαλε τῷ ἀστέκτῳ τῆς ὄψεως, παιδεύων αὐτοὺς, ὡς εἰ ἐβούλετο Χριστὸς φαίνεσθαι, καθὼς πέφυκε, πάντα ἄρδην ἐχωνεύετο, ἀχωρήτῳ ὄψει, οἱονεὶ κηρὸς ἐγγύτητι πυρὸς, τηκόμενα. Παρέστησε δ' αὐτοῖς Μωσῆν καὶ Ἠλίαν, τοὺς δύο τῶν δικαίων ὑψηλοὺς ἀκρωτῆρας συλλαλοῦντας· δεικνὺς οὐ μόνον τῶν ἐπιγείων δεσπόζειν, ἀλλ' ἤδη καὶ τῶν ὑποχθονίων· καὶ μὴ μόνον τεθρημέρους, ὡς τὸν Λάζαρον, ἢ αὐθημέρους, ὡς τὸν παῖδα τῆς χήρας, ἀλλὰ καὶ χιλιωντῶτας νεκροὺς, καὶ τοὺς ἀπ' αἰῶνος φθαρέντας. καὶ μέχρι κόνιος λυθέντας, προστάγματι παριστᾷν ἑαυτῷ ζῶντας καὶ ἐῤῥωμένους οἷός τε. Ποιεῖ δὲ ταῦτα πρὸ τοῦ πάθους καὶ τῆς ἀναστάσεως, παριστῶν μὴ ἀπὸ τούτων οἷον δι' ὑπομονῆς καὶ ἀνδρείας τιθέντα, ὑπὸ τοῦ Πατρὸς ἔχειν καὶ τὸ κατὰ πάντων κράτος ἀόριστον, καὶ αὐτεξούσιος ὑπάρχειν αὐτός. Διὸ καὶ ἑτεροτρόπως ἀλλήλων τὸν βίον ἀμείψαντας παριστᾷ ἑαυτῷ, δεικνὺς τὸ πρὸ τάφου καὶ ἀναστάσεως, ζώντων καὶ νεκρῶν κυριεύειν· Μωσέα μὲν τῷ κοινῷ πᾶσιν θανάτῳ ἤδη τοῦ βίου ἀπαγαγών· Ἠλίαν πυρίνῳ τεθρίππῳ οἱονεὶ εἰς οὐρανοὺς, ἐν ἀοράτῳ τῆς χέρσου μεταστήσας τόπῳ· τὸν μὲν ἐκ τῶν καταχθονίων ἀγαγών· τὸν δὲ ἐκ τῆς ὑποδεξαμένης ζώντων χώρας καλέσας, ἐν ῥιπῇ ὀφθαλμοῦ ἑαυτῷ παρέστησεν. Ἔτι δὲ αὐτοῦ συλλαλοῦντος αὐτοῖς, φησὶν ὁ μέγας Ματθαῖος, καὶ ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτοῖς, καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα, Οὗτός ἐστιν ὁ Υἱός μου ἀγαπητὸς, αὐτοῦ ἀκούετε· τοῦ δὲ Πατρὸς διὰ τῆς νεφέλης οὕτω παρεγγυῶντος, θᾶττον οἱ μὲν τῶν θεσπεσίων ἀπῴχοντο· οἱ δὲ πεπτώκασι, τῇ ἀστέκτῳ φωνῇ μύσαντες, ἵν' ὁ ἑστὼς ἐπὶ σχήματος μόνος φανῇ Παῖς γνήσιος, ἀγαπητὸς, ὁμοούσιος, θαρσαλέως συνομιλῶν τῷ Πατρί. Ἐπὶ γὰρ θείου καὶ βασιλικοῦ σιλεντίου τοὺς μὲν θεραπόντων ἀποίχεσθαι, τοὺς δὲ κατεποιχότας παραμένειν καὶ σιωπᾷν, τιμᾷν τὸ σιλέντιον. Οὐκ ἐγεύσαντο τοίνυν θανάτου οἱ τοῦ Κυρίου φοιτηταὶ ἕως ἂν εἶδον τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, οὐχ ὡς ἦν, ἀλλ' ὡς ἐχώρουν· καὶ ταῦτα τρεῖς μόνοι οἱ διορατικώτεροι καὶ ἀμείνονες τοῦ θιάσου· φησὶ γὰρ ὁ Κύριος, Εἰσί τινες τῶν ὧδε ἑστώτων, οὐχὶ πάντες, οἵτινες οὐ μὴ γεύσονται θανάτου, ἕως ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ, ἣν ἀμυδρῶς θεασά-
these go away; foreknowing therefore their flight and agitation, He supports them with the promise and partly unveils it, confirming the whole through what is dim. Which they, not being able to contain, overcome in the present, were almost melted away upon the dry ground. For having taken after six days Peter and James and John up onto a high mountain peak, He was transfigured before them, and His face shone like the sun, and His garments were like light, says the divine Matthew. Here therefore they beheld, before tasting death, the Son of man in His glory, as He had promised them above. Although the Godhead did not appear bare, but united to our [nature], it cast them down to the earth by the unendurable sight, teaching them that if Christ wished to appear as He is by nature, all things would be utterly melted away by an uncontainable sight, dissolving like wax in proximity to fire. And He presented to them Moses and Elijah, the two lofty summits of the righteous, conversing together; showing that He is master not only of things upon the earth, but already also of those beneath the earth; and is able by His command to present before Himself alive and vigorous not only those four days dead, like Lazarus, or dead the same day, like the widow's son, but also the dead of a thousand years, and those corrupted from ages past and dissolved even to dust. And He does these things before the passion and the resurrection, showing that it is not from these, as though appointed through endurance and courage, that He has from the Father the unbounded power over all things, and that He Himself is sovereign. Wherefore He also presents before Himself those who had departed life in different ways from each other, showing that even before tomb and resurrection He is Lord of the living and the dead; having already led Moses away from life by the death common to all, and having translated Elijah in a fiery four-horse chariot as it were into the heavens to an unseen place of the earth; bringing the one from the regions beneath the earth, and calling the other from the land of the living that had received him, in the twinkling of an eye He presented them before Himself. And while He was still speaking with them, says the great Matthew, behold a bright cloud overshadowed them, and a voice came out of the cloud saying, This is My beloved Son, hear Him; and as the Father thus charged them through the cloud, swiftly those of the divine [prophets] departed, while the others fell down, closing their eyes at the unendurable voice, so that He who stood in form might alone appear as the genuine, beloved, consubstantial Son, conversing boldly with the Father. For at a divine and imperial silentium some of the servants depart, while those brought in remain and keep silence, honouring the silentium. The disciples of the Lord, therefore, did not taste death until they saw the Son of man in His glory, not as He was, but as they could contain; and that only three, the more discerning and better of the company; for the Lord says, There are some of those standing here, not all, who shall by no means taste death until they see the kingdom of God, which dimly beholding
Notes, col. 1149

On the reading

Printed δραγμὸν, for δρασμὸν.

Printed τεθρημέρους, for τετραημέρους.