αποσταλείσης περιστερᾶς γενόμενον, ἣ πρὸς τὸν θεσπέσιον ἐπανέστη, κάρφος ἐλαίας φύλλων φέρουσα· διὰ μὲν τοῦ κάρφους τὸν ξυλώδη νόμον, διὰ δὲ τοῦ πίονος φύλλου τὴν ἀειθαλῆ τῶν Εὐαγγελίων διδασκαλίαν φέρουσα. Τῆς γὰρ πανέθνου ἡμῶν Ἐκκλησίας εἰκὼν ὑπῆρχεν ἡ παγγενὴς τοῦ Νῶε κιβωτὸς, ἐπινηχομένη τῷ πελάγει τῆς ῥεούσης καὶ ἀστάτου ταύτης ζωῆς, πάντοθεν τῷ κλύδωνι τῶν πειρασμῶν περιαντλουμένης ἡμῶν τῆς Ἐκκλησίας. Διὰ τοῦ ὄφεως τοῦ παραδείσου ἐκπεπτώκαμεν· διὰ τῆς περιστερᾶς τοῦ Πνεύματος εἰς οὐρανοὺς ἀνήχθημεν· ἐν γὰρ τῷ εἴδει ταύτης τὸ θεῖον Πνεῦμα ἡ κορώνη τῶν ἀρετῶν ἐν τῷ Ἰορδάνῃ ἐπὶ τὸν Ἰησοῦν κατέπτη· ἐκεῖνον μὲν Παῖδα Θεοῦ φυσικὸν, καὶ οὐ θετὸν ἀποδεικνύουσα· ἡμῖν δὲ τὸ ἄκακον καὶ ἀκέραιον κομίζουσα. Μὴ τοίνυν μόνον κατὰ τὸν ὄφιν εἰς τὸ πλανῆσαι βροτοὺς φρονήσωμεν, ἀλλ' εἰς τὸ εὐεργετῆσαι εὖ φρονήσωμεν (φησὶ γὰρ ὁ εὔφρων τε καὶ πολύνους Ἀπόστολος, Οὐκ εἰς τὸ φρονεῖν μόνον, ἀλλ' εἰς τὸ σωφρονεῖν· καὶ πάλιν ὁ αὐτὸς, Θέλω μὲν ὑμᾶς σοφοὺς εἶναι εἰς τὸ ἀγαθὸν, ἀκεραίους εἰς τὸ κακόν)· μηδὲ ἐγκωμίοις ἐπαιρόμενοι καὶ ἐξογκούμενοι· μηδὲ ψόγοις βαλλόμενοι καὶ ἀλύοντες. Οὐ γὰρ οἷόν τε λόγοις τρωθέντα καὶ ποτνιώμενον, καὶ πρὸς ὀργὴν ἄσχετον ἐκφερόμενον, ἐργάτην γενέσθαι τοῦ Δεσποτικοῦ ἀμπελῶνος. Τὸν γὰρ τὴν μίαν σιαγόνα παιόμενον, καὶ τὴν ἑτέραν προϊέμενον, ἐκεῖνον ὁρίζεται τὸ βάρος τῆς ἡμέρας τοῦ ἐνεστῶτος αἰῶνος, καὶ τὸν καύσωνα τῶν ἐν αὐτῷ πειρασμῶν γενναίως φέρειν ὁ Κύριος, ὡς πᾶσαν ἐργασίαν ἐπίπονον τῆς ἐντολῆς προθύμως ἐκπληρώσαντα. Εἰ γὰρ αὐτὸς παρ' αὐτὸν καιρὸν τοῦ αὐθαιρέτου πάθους ὑπὸ οἰκέτου παιόμενος οὐκ ἠμύνατο, μυριάσιν ἀγγέλων δουλευόμενος. Πρὸς ὃν ἁμιλλώμενος, τὰς παρὰ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἐμφορηθεὶς, ἠπίως ἐδέξατο, μακροθυμίαν παιδεύων ἴσα Θεῷ, ἀρετὴν φερώνυμον, ἧς ὁ μετέχων μακρὰν ἀπὸ θυμοῦ γίνεται. Ἐπεὶ οὖν ἡ παντελὴς ἀρετὴ Θεὸς ὑπάρχει, εἰκότως μακρόθυμος προσαγορεύεται, ὡς μακρὰν ὑπάρχων θυμοῦ. Ἣν καὶ οἱ τῆς ἔξω παιδείας ἐτιμήθησαν· Σωκράτης μὲν Ἀττικῶν δογμάτων νομοθέτης παισθεὶς, οὐκ ἠμύνατο· Ἀντισθένης ὑπό τινος τῶν ὑβριστῶν συντριβεὶς τὸ πρόσωπον, μηδὲν φήσας ᾤχετο, τὴν προσηγορίαν μόνον τοῦ πατάξαντος ἐπιγράψας τῷ μετώπῳ, διὰ τὸ μὴ δαιμονῶντα ἢ πάροινον τοῖς θεωμένοις ὑποπτεύεσθαι. Ἐπικτήτου δὲ τὸ σκέλος ὑπὸ τοῦ μοχθηροῦ δεσπότου πηρωθὲν, πολλοῖς τῶν φιλοσόφων σιωπῆς ἐν τοῖς κινδύνοις γέγονε παιδευτήριον. Δεσπότης γὰρ τοῦ δεσπόζοντος ἀπεδείχθη φιλοσοφήσας. Μὴ οὖν ἀλλύωμεν ὑβριττόμενοι, ἀλλὰ τοῦ σφῶν καὶ πάντων Δημιουργοῦ κατ' ἴχνος βαίνοντες, κἂν οἰκέτης ἀλλότριος ᾖ ὁ ῥαπίσας, τὸ θεῖον ῥῆμα καὶ ἡμεῖς φήσωμεν αὐτῷ· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Οὕτως γὰρ οἱονεὶ βέλει τῇ μεγαλοψυχίᾳ ὁ δι' ἐναντίας τρωθήσεται, καὶ τῆς προπετοῦς γλώττης καὶ γνώμης μετακληθεὶς, χάριν σοι εἴσεται ὡς αἰτίῳ τῆς ἀλλοιώσεως, παιδευθεὶς μὴ ποτνιᾶσθαι, καὶ
sent-forth dove, which returned to that inspired man bearing a twig of olive leaves: bearing through the twig the woody law, and through the rich leaf the evergreen teaching of the Gospels. For an image of our all-nations Church was the all-kinds ark of Noah, floating upon the sea of this flowing and unstable life, while our Church is battered on all sides by the surge of temptations. Through the serpent we fell out of paradise; through the dove of the Spirit we were led up to heaven. For in the form of this bird the divine Spirit, the crown of the virtues, flew down upon Jesus in the Jordan, demonstrating Him to be the natural Son of God and not an adopted one, and bringing to us harmlessness and guilelessness. Let us not, therefore, be wise merely like the serpent so as to deceive mortals, but let us be right-minded so as to do good (for the right-minded and wise Apostle says: Not to be wise only, but to be sober-minded; and again the same says: I would have you wise indeed unto good, guileless unto evil), neither lifted up and puffed up by praises, nor struck down and distraught by reproaches. For it is not possible for one wounded by words and lamenting, and carried away into uncontrollable anger, to become a labourer in the Master's vineyard. For the one who is struck on the one cheek and offers the other, him the Lord defines as nobly bearing the burden of the day of the present age and the scorching heat of the temptations in it, as having eagerly fulfilled every toilsome labour of the commandment. For He Himself, at the very time of His voluntary Passion, when struck by a servant, did not retaliate, though waited upon by myriads of angels. Emulating Him, [Paul], having received from the Jews five times forty lashes less one, accepted them mildly, teaching long-suffering like God, a virtue true to its name, of which he who partakes is far from wrath. Since, therefore, complete virtue is God, He is fittingly called long-suffering, as being far from wrath. This [virtue] even those of outside learning honoured: Socrates, the lawgiver of Attic doctrines, when struck, did not retaliate; Antisthenes, having his face bruised by one of the insolent, went away without saying a word, merely inscribing the name of the striker on his forehead so as not to be suspected by onlookers of being possessed or drunken. And Epictetus's leg, maimed by his wicked master, became to many philosophers a school of silence in dangers; for by practising philosophy he was shown to be master of his master. Let us not, then, be distraught when insulted, but walking in the footsteps of our own and all men's Creator, even if it be another's servant who slaps us, let us too speak the divine word to him: If I spoke evil, bear witness of the evil; but if well, why do you strike me? For thus the adversary will be wounded as by a dart by your magnanimity, and recalled from his rash tongue and purpose, will owe you thanks as the cause of his change, taught not to lament, and