Θαυμασίως, ὦ φίλη κεφαλὴ, καὶ συντόνως ζητῶν τίς ὁ τέλειος τῆς ἀρετῆς ὅρος, ἔδειξας ἐγρηγόρως πρὸς ἐκεῖνον ὁρᾷν, καὶ ὡς (εἴπερ εὑρεθείη τῷ λόγῳ τὸ ποθούμενον) εἰς τὸν σαυτοῦ σφετερίσασθαι τοῦτον βίον. Ἐγὼ δὲ ἐπ' ἀμφοῖν ἐπ' ἴσης ἀμηχανῶ· τὸ γὰρ περιλαβεῖν ἢ δεῖξαι, ὅπερ ἂν ὁ λόγος κατανοήσῃ, ὑπὲρ τὴν ἐμήν φημι ὑπάρχειν ἔννοιαν· ἴσως δὲ καὶ πάντες οἱ κατ' ἀρετὴν ἀστράπτοντες, ἀνέφικτον αὐτοῖς ὑπάρχειν τὴν τελειότητα ὁμολογήσοιεν. Ἡ γὰρ τελειότης ἐπὶ μὲν τῶν ἑτέρων πάντων ὅσα τῇ αἰσθήσει μετρεῖται, πέρασί τισιν ὡρισμένοις διαλαμβάνεται, οἷον ἐπὶ τοῦ ποσοῦ τοῦ συνεχοῦς καὶ τοῦ διωρισμένου. Πᾶν γὰρ τὸ ἐν ποσότητι μέτρον, οἰκείοις τισὶν ὅροις ἐμπεριέχεται. Καὶ ὁ πρὸς τὸν πῆχυν βλέπων, ἢ τὴν τοῦ ἀριθμοῦ δεκάδα, γινώσκει τὸ ἀπὸ τίνος ἀρξάμενος, καὶ εἰς τίνα κατέληξεν· ἐν ᾧ ὑπάρχει τὸ τέλειον ἔχειν. Ἐπὶ δὲ τῆς ἀρετῆς ἕνα παρὰ τοῦ Ἀποστόλου τελειότητος ὅρον ἐπαιδεύθημεν, τὸ ὑπάρχειν αὐτὴν ἀόριστον καὶ ἀπεράτωτον. Ὁ γὰρ πολὺς ἐκεῖνος καὶ ὑψηλὸς τὴν διάνοιαν ἀεὶ διὰ ταύτης θέων, οὐδέποτε τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος ἔληξεν. Οὐδὲ γὰρ ἀσφαλεστάτην ᾤετο τὴν τοῦ δρόμου στάσιν· οὐδὲν γὰρ ἀγαθὸν τῇ οἰκείᾳ φύσει ὁρίζεται· τῇ δὲ ἀντιπαραθέσει τοῦ ἐναντίου περατοῦται πάντως, ὡς ἡ ζωὴ τῷ θανάτῳ, καὶ τὸ φῶς τῷ σκότει, καὶ ἡ ῥώμη τῇ ἀῤῥωστίᾳ. Ὥσπερ οὖν τὸ τῆς ζωῆς τέλος ἀρχὴ θανάτου ἐστὶ, καὶ ἡλίου δύσις ἀρχὴ σκότους, καὶ ἡ τῆς εὐσθενείας ἐκκοπὴ ἀρχὴ ἀσθενείας· οὕτως τοῦ κατ' ἀρετὴν δρόμου ἡ στάσις, ἀρχὴ τοῦ τῆς κακίας γίνεται δρόμου. Οὐκοῦν εὖ ἔφην μὴ ὅροις ὑποκεῖσθαι οἰκείοις τὴν ἀρετήν· τὸ γὰρ πέρασι διαλαμβανόμενον οὐκ ἔστιν ἀρετή· ἀρετὴν δὲ τελείαν, ἀπέραστον, καὶ ἀόριστον, ἀμεγέθη τε καὶ ἄποσον, πάσης καταλήψεως ὑπέρτερον τὸ Θεῖον φημι, τὸ κυρίως καὶ πρώτως ἀγαθὸν, οὗ ἡ φύσις ἀγαθότης ὑπάρχει ἡ ἀπεράτωτος ἀρετή. Ἐπεὶ οὖν οὐδεὶς ἀρετῆς ὅρος πλὴν κακίας ἀντιπαράθεσις, ἀπαράδεκτον δὲ τοῦ ἐναντίου τὸ Θεῖον καὶ ἀόριστον· ὁ δὲ τὴν ἀρετὴν μετιὼν, πάντως Θεοῦ καὶ αὐτὸς μετέχει· αὐτὸς γὰρ ὑπάρχει παντελὴς ἀρετή· τοῦτο δὲ ὅρον οὐκ ἔχει· ἀναγκαίως καὶ ἡ τοῦ μετέχοντος ἐπιθυμία τῷ ἀορίστῳ συμπαραθέουσα, καὶ συμπαρεκτεινομένη, στάσιν οὐδέπω ἕξει τοῦ δρόμου. Ἀόριστος οὖν καὶ ἀπεράτωτος ἡ παντελὴς ἀρετὴ νοείσθω, ἥτις ὑπάρχει τὸ Θεῖον.
Admirably, O dear friend, and intently inquiring what the perfect boundary of virtue is, you have shown that you look vigilantly towards it, and wish (if indeed what is desired should be found by reason) to appropriate it for your own life. But I am equally at a loss in both respects; for to encompass or to demonstrate whatever reason may apprehend, I say is beyond my understanding; and perhaps all who shine in virtue would also confess that perfection is unattainable by them. For perfection in all other things that are measured by sense is circumscribed by certain fixed limits, as in continuous and discrete quantity. For every measure in quantity is contained within its own boundaries. And he who looks to the cubit, or to the decade of number, knows from what it began and at what it ended, in which consists having perfection. In virtue, however, we have been taught one boundary of perfection by the Apostle: that it is unbounded and limitless. For that great man, lofty in mind, ever running through it, never ceased stretching forward to the things ahead. For he did not consider stopping in the course to be at all safe; for no good is bounded by its own nature, but is wholly limited by the juxtaposition of its opposite, as life by death, light by darkness, and strength by weakness. Just as, therefore, the end of life is the beginning of death, and the setting of the sun is the beginning of darkness, and the cutting off of vigour is the beginning of weakness, so stopping in the course of virtue becomes the beginning of the course of vice. Well, therefore, did I say that virtue is not subject to boundaries of its own; for what is circumscribed by limits is not virtue; rather, I call perfect virtue, boundless and unlimited, without magnitude and without quantity, superior to all comprehension, the Deity, that which is properly and primarily good, whose nature is goodness, the limitless virtue. Since, therefore, there is no boundary of virtue except the juxtaposition of vice, and the Deity is incapable of admitting its opposite and is unbounded, he who pursues virtue wholly partakes of God as well; for He is complete virtue, and this has no boundary; of necessity, then, the desire of the one who partakes, running alongside and stretching out together with the unbounded, will never have a stop in its course. Let complete virtue, therefore, be conceived as unbounded and limitless, which is the Deity.