Ἆρ' οὖν, εἰ ἐπέταξε τῷ οὐρανῷ, ἔβρεχεν; ἢ, τῇ γῇ βλαστῆσαί τι, ὑπήκουεν; ἢ τῷ ἡλίῳ ἀνατεῖλαι, ἀνέτειλεν; ἢ τῇ θαλάσσῃ ξηρανθῆναι, ἢ τῷ ποταμῷ ἀνακοπῆναι, καὶ μὴ ῥεῖν, ἄρα ὑπήκουον;
If then he had commanded the heaven, would it have rained? Or the earth to bring forth something, would it have obeyed? Or the sun to rise, would it have risen? Or the sea to dry up, or the river to be checked and not flow, would they have obeyed?
Κομίζου περὶ τούτου ἐναργεῖς τὰς ἀποδείξεις. Μωσῆς τοίνυν ὁ θεῖος νομοθέτης πληγῇ ῥάβδου τὸ Ἐρυθραῖον διακόψας πέλαγος, καὶ δίκην τειχέων τὰ ἡμίτομα πήξας τοῦ ὕδατος, ἑξακοσίας ἀνδρῶν χιλιάδας ἐν ξηρῷ τῷ πυθμένι τῆς ἀβύσσου ἀνίκμοις ποσὶ διεβίβασε· καὶ μετὰ ὀλίγον, ὕδωρ τοῦ στρατοῦ ζητήσαντος κατὰ τὴν ἔρημον, ἄμοιρον νοτίδος ἀκρότομον βακτηρίᾳ πατάξας, ποταμὸν αὖθις ἐξέχεε τὴν ἔρημον κατακλύζοντα. Ὡσαύτως Ἰησοῦς ὁ τοῦ Ναυῆ, ὁ τούτου διάδοχος, τὸ πολυθρύλλητον Ἰορδάνου ῥεῖθρον διαστήσας, τὸν αὐτὸν διάγει λαόν· δώδεκα λίθους ἐκ τῆς κρηπῖδος τοῦ ῥεύματος ἀνελέσθαι τῷ λαῷ διαταξάμενος· οὓς ὁρῶμεν μέχρι τήμερον οἱ ἐκεῖ φοιτῶντες· ὁ αὐτὸς ἐπιτάξας τῷ ἡλίῳ τὸν οὐρανὸν διαθέοντι, κατέπηξεν αὐτὸν ἐν τῷ τόπῳ μέχρι τῆς ἐπιούσης ἡμέρας καὶ τῆς αὐτῆς ὥρας, φήσας μόνον, Στήτω ὁ ἥλιος κατὰ Γαβαὼν, καὶ ἡ σελήνη κατὰ φάρυγγα Ἐλὼμ, τόπους τινὰς δηλῶν, μέχρι τοὺς πολεμίους τρέψασθαι καὶ ἐγεῖραι νίκης τρόπαιον. Θέα μοι καὶ Ἠλίαν τὸν θεσπέσιον, λόγῳ ψιλῷ ἐξ οὐρανῶν πῦρ κατάγοντα ἐπὶ τὸν ἀποσταλέντα πρὸς αὐτὸν ὑπὸ τοῦ βασιλέως πεντηκόνταρχον, ᾧ φησιν· Εἰ ἐγὼ ἄνθρωπος τοῦ Θεοῦ, καταβήτω πῦρ ἐκ τοῦ οὐρανοῦ, καὶ ἀναλωσάτω σε, καὶ τοὺς πεντήκοντά σου αὐτίκα δὲ παρὰ πόδας ἡ φλὸξ ἐπελθοῦσα, τὴν σπεῖραν τῶν στρατιωτῶν ἀπηθάλωσε. Πάλιν ὁ αὐτὸς ζήλῳ Θεοῦ κρατούμενος, τιμωρῆσαι τὸν εἰδωλολάτρην λαὸν βουλόμενος, τρεῖς καὶ ἥμισυ χρόνους τὰς ὀμβροφόρους νεφέλας ῥήματι στειρώσας, ἔμενε θανάτῳ παίων θεομάχον λαὸν, τοὺς ὑετοὺς ἀνακόψας. Φησὶ γὰρ, Ζῇ Κύριος, εἰ ἔσται ὑετὸς ἐπὶ τῆς γῆς, εἰ μὴ διὰ στόματός μου· ὡσανεὶ, Ὅταν μοι δόξῃ. Τὸν οὐρανὸν δὲ μέλλων ἱππηλατεῖν, καὶ πυρίνῳ τεθρίππῳ ἀναλαμβάνεσθαι, ἐπὶ τὸν Ἰορδάνην φθάσας, τὴν μηλωτὴν πλήξας, τὸ ῥεῖθρον διέστησε, καὶ ἀβρόχῳ ποδὶ ἅμα τῷ Ἐλισαίῳ διαφοιτήσας, ἐπιβαίνει μόνος τῷ πυρίνῳ ὀχήματι· ἐκεῖθεν ἀεροπορῶν, δέῤῥιν τῷ μαθητῇ ἐπιῤῥίψας ἀπῆλθε, ζῶν μέχρι τήμερον. Θέα δέ μοι πάλιν καὶ τοὺς τῆς Καινῆς Διαθήκης τοῦ κόσμου κυρίους καὶ ἄρχοντας· πῶς ὁ μὲν Πέτρος ἐκ τῶν νεφῶν καταράττει τὸν Σίμωνα· ὁ δὲ Παῦλος τὸν τρίτον οὐρανὸν πατήσας, κἀκεῖθεν τὸν παράδεισον, κρίνει καὶ ἀγγέλους ἀποστατήσαντας· καὶ συνελόντα φάναι, οἱ τὴν εἰκόνα δυσπραγίαις μὴ μωμήσαντες, μηδὲ τῆς ἀρχῆς ἐκπεσόντες, πάντων ἄρχουσι καὶ δεσπόζουσι τῶν ἐπουρανίων.
Receive clear proofs of this. Moses, then, the divine lawgiver, having cleft the Red Sea with a stroke of his rod and congealed the severed halves of the water like walls, led six hundred thousand men dry-shod across the dry floor of the abyss; and shortly after, when the host sought water in the desert, having struck with his staff a sheer rock devoid of moisture, he straightway poured forth a river flooding the desert. Likewise Joshua the son of Nun, his successor, having parted the famed stream of the Jordan, led the same people across, ordering the people to take up twelve stones from the bed of the stream, which we who visit there see to this day; and the same man, having commanded the sun as it ran across the heaven, fixed it in its place until the following day and the same hour, saying merely, Let the sun stand still over Gibeon, and the moon over the valley of Ajalon (Josh. 10:12), indicating certain places, until they had routed the enemy and raised a trophy of victory. Behold for me also the wondrous Elijah, bringing down fire from heaven by a bare word upon the captain of fifty sent to him by the king, to whom he says: If I am a man of God, let fire come down from heaven and consume you and your fifty (4 Reg. 1:10, 12); and straightway on the instant the flame came down and reduced the band of soldiers to ashes. Again, the same man, gripped by zeal for God and wishing to punish the idolatrous people, having made the rain-bearing clouds barren by his word for three and a half years, continued smiting the God-fighting people with death by checking the rains. For he says, As the Lord lives, there shall not be rain upon the earth except through my mouth (3 Reg. 17:1), as if to say, When it seems good to me. And when he was about to ride through heaven and be taken up in a fiery four-horse chariot, reaching the Jordan and striking with his sheepskin mantle, he parted the stream, and having passed over dry-shod together with Elisha, he mounts the fiery chariot alone; and travelling through the air from there, having cast his cloak to his disciple, he departed, living to this day. Behold again for me also the lords and rulers of the world in the New Testament: how Peter dashes Simon down from the clouds, and Paul, having trodden the third heaven and thence paradise, judges even apostate angels; and to put it briefly, those who have not blemished the image by evil deeds, nor fallen from dominion, rule and have mastery over all heavenly things.
Καλῶς τὰ περὶ τῆς εἰκόνος ἡμῖν ἐκθέμενον, ἀξιοῦμεν προστεθῆναι ταύτῃ τὸ καθ' ὁμοίωσιν· καὶ διὰ τί εἰπὼν ὁ Θεὸς, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν· τὸ μὲν κατ' εἰκόνα,
Since you have well expounded to us what concerns the image, we ask that there be added to it what is according to the likeness, and why God, having said, Let us make man according to our image and likeness, [granted] what is according to the image,