σθαι τὸ θεῖον ἐσοφίσατο· ἐνδοτέρω τοῦ τῶν ὀδόντων ἐρείσματος αὐτὴν ἐναποδήσας, ἵν' ἀσφαλοῦς τοῦ φρουρίου τυγχάνοντος τῆς εὐκολίας σωφρονίζηται. Ἐν ὑγρῷ γὰρ κειμένη, ποτὲ μὲν λοιδοροῦσα κινεῖ δυσωδίαν, ποτὲ δὲ εὐλογοῦσα, πηγάζει ὑμνῳδίαν Θεῷ ἀναφέρουσα. Κατὰ Δαβὶδ τοίνυν τὸν θεσπέσιον ᾄδειν ὀφείλομεν, Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου· ἁπαλὴ γὰρ οὖσα καὶ εὔστροφος ῥᾴους ἔχει τὰς ἐκτροπὰς τῇ φωνῇ, πάσης φωνῆς διαφέρουσα. Λάλος μὲν γὰρ ἡ χελιδὼν καὶ ἀείφθογγος, γλυκόφωνος δὲ ἡ τρυγὼν καὶ φιλέρημος, ὁ τέττιξ συριγγόφωνος βραχὺς, κλαγγόφωνος ὁ γέρανος, ἡ περιστερὰ γογγύστρια, ἡ ἄρκτος στεναρὰ ἐκδεδυκῶσα καὶ ὕπουλος· μυκηρὸς ὁ ταῦρος κατὰ σάλπιγγα· ὁ λέων βρυκτικὸς διασείων τὴν ἔρημον· ἕλκει πρὸς ἑαυτὴν τὸν μόσχον μυκωμένη δάμαλις· κραυγὰς οἱ κόρακες δημοθορύβους ἀφιᾶσιν· μέλος γοερὸν τῷ νυκτικόρακι πέφυκεν· γαμικὸν δὲ ἠχεῖ ὁ αὐλὸς, φονικὸν ἡ σάλπιγξ, ὀρχηστικὸν ἡ πήττυς, χορευτικὸν δὲ καὶ τὸ τύμπανον. Πάντα δὲ ὁμοῦ τῆς βροτῶν ἡδυφωνίας λείπεται. Ποῦ γὰρ ἐν αὐτοῖς τῆς ἡμετέρας γλώττης τὸ εὔσημον, ἢ τρανὸν, ἢ εὐμελὲς, ἢ εὔρυθμον καὶ ἡδύτατον; Αἱ χελιδόνες τῶν περιστερῶν τὸν γογγυσμὸν οὐκ ἴσασιν, οὐδὲ γέρανοι τῶν χηνῶν, οὐδὲ γλαύκη τῆς σελευκίδος, ἢ ἀλκύονας ἢ ταῶνος, οὐδὲ τὰ λοιπὰ τῶν ἀλόγων τὰς ἀλλογενεῖς φωνὰς ἐπίστανται, ἀλλ' οὐδὲ ἡμεῖς ἐκείνας ἑρμηνεύειν ἢ σαφηνίζειν πεφύκαμεν. Τίς γὰρ εἴσεται τί μὲν ὁ λέων σημαίνει βρυχώμενος, τί δὲ ὁ ταῦρος μυκώμενος; τί δὲ βληχόμενα μεταξὺ τῶν ἐρίφων τὰ πρόβατα; Πάντα δὲ τῆς βροτῶν εὐγλωττίας ἐπιγινώσκει τὸ εὔσημον. Καλούντων γὰρ τῶν ποιμένων, ἐγγίζει τὰ πρόβατα, ἀπειλούντων δὲ, αὖθις ὑποχωρεῖ. Τοῦ αἰπόλου ἐπικλαγγάζοντος οἱ τράγοι τῶν καρπῶν ἀφαλῶνται, καὶ τῶν ἀρουρῶν ἐκκλίνουσιν. Ὡσαύτως δὲ ἵππος καὶ ἡμίονος καὶ βοῦς καὶ ὑποζύγιον, πότε μὲν δεξιὰ, πότε δὲ εὐώνυμα ὀφείλει πορεύεσθαι, τῇ βροτῶν γλώττῃ παιδεύεται. Κύνες δὲ πρὸς ὑλακὴν ἐξαλλόμενοι τῇ ἐπακοῇ τοῦ ἠχοῦντος πτήσαντες, θᾶττον πρὸς ἡρεμίαν κομίζονται. Θέα δέ μοι καὶ σῦν πλανωμένην, τῇ δὲ φωνῇ τοῦ νέμοντος τῆς πλάνης ἐπαναθέουσαν. Κύων δὲ πολλάκις δορκάδι ἐπιθέων καὶ πόῤῥω τοῦ θηρολέκτου συναπεφοίτησε· τὸν δὲ συριγμὸν ἐπακούσας, ὑλακῇ ἀνταπεκρίνατο, ἐπιβοώμενος βοήθειαν παρὰ τοῦ ἐξαποστείλαντος. Ἄθρει δὴ καὶ τῶν περιστερῶν τὰ συμπτήματα, πῶς τοῦ συριγμοῦ ἐπαΐουσαι τοῦ ἠχοῦντος νεφηδὸν ἐπὶ τὰς βάῤῥεις καθίπτανται. Πᾶν δὲ μουσικὸν ὄργανον πρὸς τὰ τῆς γλώττης ἡμῶν ἀπηχήματα τῇ πληγῇ τῆς χειρὸς εὐθύνεται. Καὶ ὄντως θαυμαστὸν, πῶς ἡ βραχεῖα καὶ ἁπαλὴ διττῆς ἐνεργείας ὑπάρχει, γευστικὴ ἕξεως καὶ διακριτικὴ φύσεώς τε καὶ παιδείας, τῇ σοφίᾳ τοῦ δημιουργήσαντος, πρὸς πᾶσαν ἀρκοῦσα λόγου κίνησίν τε καὶ γεῦσιν. Ὁ δὲ ἐν αὐτῇ μὴ ἁμαρτάνων, οὗτος ἀνὴρ μέγας, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα, φησὶν ἐπιστέλλων τῇ ὑφ' ἡλίῳ ὁ θεῖος Ἰάκωβος. Ὀδόντες καὶ ὁμοῦ συνεργοῦντες ἐκείνῃ πρὸς
the Deity wisely devised, binding it within the prop of the teeth, so that, the stronghold being secure, it might be restrained from its facility. For lying in moisture, sometimes by reviling it stirs up a foul stench, and sometimes by blessing it wells forth hymnody, offering it up to God. According to the inspired David therefore we ought to sing, Set, O Lord, a watch upon my mouth, and a door of enclosure about my lips; for being soft and easily turned it has ready inflections of voice, differing from every voice. For talkative is the swallow and ever-sounding, sweet-voiced is the turtle-dove and fond of solitude, the cicada is short and pipe-voiced, clangorous is the crane, the dove is a murmurer, the bear groans heavily, emerging and treacherous; bellowing is the bull like a trumpet; the lion is roaring, shaking the desert; the lowing heifer draws her calf to herself; ravens send forth cries that disturb the crowd; a mournful melody belongs by nature to the night-owl; the flute sounds a wedding tune, the trumpet a murderous one, the harp a dance tune, and the drum a choral one. Yet all together fall short of the sweet-voicedness of mortals. For where among them is the distinctness of our tongue, or its clearness, or its melody, or its rhythm and utmost sweetness? Swallows do not know the murmuring of doves, nor cranes that of geese, nor the owl that of the locust-bird, or of the halcyon or of the peacock, nor do the rest of irrational creatures understand foreign voices, nor indeed are we by nature able to interpret or explain them. For who will know what the lion signifies when roaring, or what the bull when bellowing, or what the sheep bleating among the kids? Yet all recognize the distinctness of mortal eloquence. For when the shepherds call, the sheep draw near, and when they threaten, they withdraw again. When the goatherd shouts, the he-goats leap away from the crops and turn aside from the ploughed fields. Likewise horse and mule and ox and beast of burden are instructed by the mortal tongue when they ought to go to the right and when to the left. And dogs springing forth to bark, cowering at the hearing of him who calls, are swiftly brought to quietness. Behold for me also a wandering sow, running back from its straying at the voice of the herdsman. And a hound often running after a gazelle has gone far away from the hunter; yet on hearing the whistle, it answers back with a bark, calling for help from him who sent it out. Look too at the flocks of doves, how on hearing the whistle of him who sounds it they swoop down like a cloud upon the dovecotes. And every musical instrument is tuned by the stroke of the hand to the resonances of our tongue. And it is truly wonderful how that small and soft member has a twofold activity, capable of tasting by habit and of discerning both by nature and by training, through the wisdom of Him Who fashioned it, sufficing for every movement of speech and for taste. And he who does not sin in it, this is a great man, able to bridle the whole body also, says the divine James writing to the world beneath the sun. The teeth also, cooperating together with it for