ρέοντι, ὡς ποιητικῷ αἰτίῳ, καθάπερ τινὰ ὕλην παρεχόμενον τὴν τῶν καταμηνίων παισὶν ὑγρασίαν, οἷάπερ τινὰ χαλκὸν τῷ ἀνδριαντοποιῷ. Οὐδὲν γὰρ προΐεται ἡ γυνὴ σπέρμα, ἀλλ' ἄχρηστόν τι ὑγρὸν συμβεβηκὸς τοῖς τόποις. Ἔστι δὲ τὸ τοῦ ἄῤῥενος σπέρμα οἷον δημιουργὸν καὶ ἀρχὴν κινήσεως ἐμποιοῦν, ὥσπερ ἐπὶ τῆς πιτύας ὁρῶμεν τῆς συναγούσης τὸ γάλα. Οὕτω καὶ τὸ σπέρμα πεσὸν εἰς τὴν ὑγρὰν μίσγεται τῷ καθαρωτέρῳ τῆς θηλείας περιττώματι. Τὸ δὲ συστὰν ἐν τῇ μήτρᾳ λέγει καὶ ψυχῆς μετέχειν, οὐ τελείας δὲ, ἀλλὰ τῆς θρεπτικῆς. Καθάπερ γὰρ τὰ φυτὰ ἐν τῇ γῇ, οὕτω ζῇν καὶ τὸ ἔμβρυον, ῥίζῃ χρώμενον τῷ ὀμφαλῷ ἐκ τῆς μήτρας τὴν ὁλκὴν τῆς τροφῆς ποιεῖσθαι. Ἐξιὸν δὲ καὶ τὴν αἰσθητικὴν ἐπικτᾶται, καὶ αὖξον συναύξεται αὐτῷ καὶ ἡ λογικὴ καὶ νοερὰ ἐνέργεια τῆς ψυχῆς. Ἔστι γὰρ ἐν τῷ σπέρματι ψυχῆς τι μόριον τὸ λεγόμενον ζωτικὸν θερμὸν, ἀναλογοῦν τῇ θερμότητι τοῦ ἡλίου· ἐπειδὴ ἐκείνη ζωτικὴν ἔχουσα δύναμιν ζωογονεῖ. Διατυποῦται δὲ πρῶτον ἡ καρδία, ἥτις καὶ τελευτὴν φθείρεται. Ὡσαύτως καὶ τὰ λοιπὰ ἐντόσθια πρὸ τῶν ἐκτὸς διαρθροῦται, καὶ μᾶλλον τὰ ἄνω τοῦ διαζώματος. Ἐσχημάτισται δὲ ἐν τῇ μήτρᾳ ὁ ἄνθρωπος, τὴν μὲν ῥῖνα μέσον τῶν γονάτων ἔχων, τοὺς ὀφθαλμοὺς ἐπὶ τοῖς γόνασιν. Ἐνισχύειν δὲ τὸ ἔμβρυον ἄρχεται, ὅτε ἡ ἀνακοπὴ τῶν καταμηνίων ἐπὶ τοὺς μαστοὺς εἰς γάλα μεταβάλλεται. Ἵστανται αὐτίκα ταῖς γυναιξὶν αἱ ναυτίαι καὶ οἱ ἔμετοι· ἄῤῥεν δὲ γίνεται, εἰ πεπεμμένον ἐστὶ τὸ τοῦ ἄῤῥενος σπέρμα. Ὅθεν οἱ νέοι καὶ οἱ πρεσβύτεροι ὡς ἐπιπολὺ θηλυγόνοι· τὸν δὲ πλεονασμὸν ἢ τὴν λεῖψιν γίνεσθαι ἔν τισι μορίοις παρὰ τὴν τῆς ὕλης ἔλλειψιν ἢ πλεονασμόν· τὴν δὲ τοῦ σπέρματος ἔκκρισιν ἐκ τῶν περὶ τὴν κεφαλὴν γίνεσθαι τόπων, ὡς δῆλον ἐκ τοῦ κοιλαίνεσθαι τοὺς ὀφθαλμοὺς τῶν πλεῖστα συνουσιαζόντων. Συγκινεῖται δὲ τῇ διανοίᾳ ἡ μήτρα, ὡς καὶ τὸ τοῦ ἄῤῥενος αἰδοῖον· ποτὲ δὲ καὶ ἀπροαιρέτως· δίδυμα δὲ γίνεται κατὰ σχίσιν τοῦ σπέρματος ἐν τῇ μήτρᾳ· εἰ μὲν πεπεμμένον, ἄῤῥενα δύο, εἰ δὲ μὴ, τοὐναντίον. Γίνονται δὲ καὶ κατ' ἐπισύλληψιν· ὅθεν πολλάκις καὶ ἄρσεν καὶ θῆλυ γίνεται. Τρόφιμον δὲ γάλα, τὸ παχὺ καὶ κιῤῥόν· καὶ δῆλον ἐκ τῶν τυρῶν. Δι' ἑπτὰ μηνῶν γυνὴ πολλάκις, ὡς ἐπιπολὺ δὲ ἐννέα, πολλάκις δὲ ιʹ, προσλαβοῦσα, καὶ ἐκ τοῦ ιαʹ μόλις ποτέ. Ἢ ζῇ, ἢ τέξει τὸν καλούμενον μύλον, ὅς ἐστι σὰρξ σκληρὰ, ἢ κινδυνεύσει. Περὶ τὰ δεκατέσσαρα ἔτη μεταβάλλουσι τὰς ἕξεις οἱ ἄῤῥενες καὶ αἱ θήλειαι· ἐξ εὐεκτῶν κακοεύεκτοι γινόμενοι, καὶ τοὐναντίον. Τότε καὶ ταῖς θηλείαις τὰ κατὰ μῆνας ἄρχεται, τοῖς δὲ ἄῤῥεσι τὸ σπέρμα, καὶ ἡ φωνὴ βαρύνεται· οἱ μαστοὶ δὲ καὶ τὰ αἰδοῖα αὔξονται· δύσχρους δὲ ἡ γυνὴ ἐὰν θῆλυ κυῆσαι μέλλῃ.
[flows] out, as to an efficient cause, supplying as a kind of matter the moisture of the menses [as they say], like bronze to the sculptor. For the woman emits no seed, but a certain useless fluid incidental to those parts. The seed of the male, however, acts as a craftsman and imparts the principle of motion, just as we see with rennet that curdles milk. Thus the seed also, falling into the fluid, mingles with the purer residue of the female. And he says that what is formed in the womb partakes of soul too—not the perfected soul, however, but the nutritive. For just as plants live in the earth, so too the embryo lives, using the umbilical cord as a root to draw nourishment from the womb. When it comes forth, it acquires the sensitive [soul] as well, and as it grows the rational and intellectual activity of the soul grows along with it. For there is in the seed a certain part of soul called the vital heat, analogous to the warmth of the sun, since that warmth has a vital power and engenders life. First the heart is fashioned, which is also the last to perish. Likewise the other internal parts are articulated before the external, and especially those above the diaphragm. In the womb the human being is shaped having the nose between the knees and the eyes upon the knees. The embryo begins to grow strong when the checked menses are turned into milk in the breasts. Immediately nausea and vomiting cease for the women; and a male is begotten if the male's seed is well-concocted. Hence young men and older men for the most part beget females; and excess or deficiency occurs in certain parts owing to a deficiency or excess of matter; and the secretion of the seed takes place from the regions around the head, as is clear from the hollowing of the eyes in those who have frequent intercourse. The womb is moved together with the thought, just like the male's genital member, and sometimes also involuntarily; twins arise through a splitting of the seed in the womb: if it is well-concocted, two males, if not, the opposite. They also arise through superfetation, whence often both a male and a female are born. Nourishing milk is that which is thick and tawny, as is clear from cheeses. A woman often [gives birth] after seven months, for the most part after nine, often after ten, taking in [more time], and from the eleventh scarcely ever. Either [the child] lives, or she will bring forth what is called a mole, which is hard flesh, or she will be in danger. Around fourteen years of age males and females change their constitutions, turning from good condition to poor condition, and the reverse. Then too the monthly courses begin for females, and for males the seed, and the voice deepens; the breasts and genitals grow; and a woman has a poor complexion if she is about to conceive a female.