θάνατος ἐν χειρὶ γλώσσης· ὡσανεὶ ἀντὶ χειρὸς τὸν λόγον, ἀντὶ φασγάνου τὸν δόλον, φονέα παριστῶν, καὶ ἐν μιᾷ μερίδι τὸν ἀνδροφόνον καὶ τὸν δόλιον, τὸ Θεῖον ἐψηφίσατο, καθώς φησι διὰ τοῦ μεγάλου Δαβὶδ, Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος. Ὁ δὲ Θεῷ βδελυκτὸς πάντως καὶ τιμωρητός· ὡς ὁ παραῤῥιφεὶς σίδηρος ὑπὸ τοῦ ἰοῦ δαπανώμενος, καὶ ξύλον ἢ ἐσθὴς ῥυπαρὰ τυγχάνοντα καὶ βδελυκτὰ τῷ δεσπότῃ ὑπὸ τοῦ ἐγκειμένου αἴσχους καταφθείρεται· ἢ ὥσπερ οἶκος τῇ ἐγκαταλείψει τοῦ ἐνοικοῦντος ἐρημούμενος κατὰ μέρος φθείρεται· παραπλησίως μοι δοκεῖ καὶ βροτὸς Θεῷ βδελυκτὸς τῇ θείᾳ ἀποστροφῇ ὑπὸ τῶν ἐγκεκραμένων αὐτῷ κακῶν κακούμενος τιμωρεῖσθαι, τῆς ἀποφάσεως, τῆς, Ἀπέλθετε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, καταλλήλως τῶν ἡμαρτημένων ἐμπεσούσης τοῖς ἀκουσομένοις. Τότε τοὺς μὲν οἱονεὶ ἄνθραξ ἐν ἀχύροις ἐμπεσὼν διασμήχει καὶ διαφλέγει αἰωνίως, μήτε φθείρουσα, μήτε φθειρομένη διὰ τὸ ἀφθάρτους ἡμᾶς ἐκ τάφων ἀνίστασθαι· τοὺς μὲν δικαίους ἐν ἀδείᾳ καὶ ἀναπαύσει, καὶ πάσῃ ἐξουσίᾳ μένειν ἀφθάρτους διαιωνίζοντας, τοὺς δὲ ἁμαρτήσαντας αἰωνίως τιμωρουμένους, μὴ φθείρεσθαι, ἀλλὰ περιεῖναι ἐν τοῖς ἀφωρισμένοις τόποις, ἀσχάλλοντας, ἀμηχανοῦντας, ἀδημονοῦντας, ἀλγοῦντας, ὀλοφυρομένους, τρυχομένους, κωκύοντας, δακνομένους, τιλλομένους, ἀλαλάζοντας, ἀραττομένους, μηδὲν λοιπὸν δυναμένους, τὴν νῦν καιρὸν τῆς μετανοίας παρωσαμένους, τοῖς δεομένοις τὰ ἑαυτῶν, ἑαυτοῖς δὲ τὰ τοῦ Θεοῦ σπλάγχνα ἀποκλείσαντας. Ἀνίλεως γὰρ ἡ κρίσις τῷ μὴ ποιήσαντι ἔλεος, φησὶν ἡ θεία φωνή· τοῖς δὲ καὶ σκότος ἐν ἐξωτέροις ἐλαύνων τόποις ἡ τοῦ κριτοῦ ἀπόφασις γίνεται, τοὺς αἰτίους μαστιγοῦσα καὶ ἐξελαύνουσα· ὡς ἡ κατ' Αἴγυπτον ἱστορία παιδεύει· μιᾶς μὲν γινομένης τῆς θείας ἀποφάσεως, καταλλήλως δὲ τῇ προαιρέσει τῶν ἀκουόντων ἁρμοττομένης· Αἰγυπτίους μὲν ἐν τῷ Φαραὼ τιμωροῦσα, Ἰσραηλίτας δὲ τῷ Μωσεῖ διασώζουσα. Τοῖς μὲν γὰρ φοινίξας τὸν Νεῖλον αἷμα ἀπέδειξε πρὸς τιμωρίαν δίψους, τοῖς δὲ ὕδωρ ἄϊκτον φύσιν ἐφύλαξε, τοῖς μὲν τὸ ἡμερινὸν φάος εἰς σκότος ψηλαφητὸν μετέστησε, τοῖς δὲ ἐπὶ τοῖς ὅροις τὸ φῶς διεφύλαξε· τοῖς μὲν τὸ Ἐρυθραῖον πέλαγος πρὸς διάβασιν διεχέρσωσε, τοῖς δὲ αὐτὸ ἐπισυνάψασα, οἴχεσθαι ὑποβρυχίους φθαρέντας κατέλιπε. Παραπλησίως καὶ ἐπὶ τῆς Βαβυλωνίων καμίνου, μιᾶς ἐνεργούσης ἀπηφάσεως, οἱ μὲν τρεῖς Ἑβραῖοι παῖδες οἱονεὶ ἐν μέσῃ δρόσῳ τῇ φλογὶ διέσκαιρον ὑμνοῦντες, οἱ δὲ τῇ ὑποβολῇ τῆς ὕλης ὑποτρέφοντες καὶ ἐπὶ τεσσαράκοντα ἐννέα πήχεις κορυφοῦντες τὴν φλόγα, ὑπ' αὐτῆς θᾶττον μέχρι κόνεως κατεφλέχθησαν. Ὁμοίως δὲ καὶ τὴν χέρσον ἴσμεν τῷ θείῳ πειθομένην προστάγματι, διασχοῦσαν τὸν Δαθὰν καὶ Ἀβειρὼν πρὸς τιμωρίαν ἐνυποδέξασθαι, τοὺς δ' ἀναιτίους φέρειν κατὰ φύσιν ἐν τῷ αὐτῷ τόπῳ, ἐν τῇ αὐτῇ ἡμέρᾳ καὶ ὥρᾳ. Οὕτω δὲ καὶ τὸν δύστηνον Κάϊν, ταῖς ἀκοαῖς ἐμπεσοῦσα ἡ θεία ἀπόφασις, τιμωρεῖται λέγουσα,
death are in the hand of the tongue: as if presenting speech instead of a hand, and guile instead of a sword, as a murderer; and the Divinity has decreed the manslayer and the deceitful man to be in one portion, as He says through the great David: A man of blood and deceit the Lord abhors. And he who is abhorred by God is altogether worthy of punishment: as cast-off iron is consumed by rust, and wood or a filthy garment abhorred by its owner is destroyed by the foulness residing in it, or as a house left desolate by the departure of its inhabitant decays piece by piece, similarly it seems to me that a mortal abhorred by God is punished through the divine turning away, afflicted by the evils mingled within him, when the sentence—Depart from me, you cursed, into the eternal fire—falls upon those who shall hear it in proportion to their sins. Then, as a coal falling into chaff, it scours and burns some eternally, neither destroying nor being destroyed, because we rise incorruptible from the tombs: the righteous remaining incorruptible in security and rest and all liberty for ever, while those who have sinned, being punished eternally, are not destroyed, but continue in the appointed places, distressed, helpless, anguished, suffering pain, lamenting, worn out, wailing, gnawed, tearing themselves, howling, beaten, able to do nothing henceforth, having thrust aside the present season of repentance, and having shut up their own goods against the needy and the compassions of God against themselves. For judgement is without mercy to him who has not shown mercy, says the divine voice; and for others the sentence of the Judge becomes a darkness driving them in outer places, scourging and driving out the guilty, as the history concerning Egypt teaches: while the divine sentence is one, yet it is adapted in proportion to the choice of those who hear it, punishing the Egyptians in Pharaoh and preserving the Israelites for Moses. For to the one, reddening the Nile, it turned it into blood for the punishment of thirst, while to the others it preserved water of untouched nature; to the one it changed the light of day into palpable darkness, while to the others within their borders it preserved the light; to the one it turned the Red Sea into dry land for crossing, while upon the others it closed it together again and left them to perish submerged beneath the waves. Similarly also in the case of the Babylonian furnace, while one sentence was operating, the three Hebrew youths leaped and sang hymns in the flame as in the midst of dew, whereas those who fed it by piling on fuel and raising the flame to forty-nine cubits were straightway consumed by it to ashes. Likewise we know that the dry land also obeyed the divine command, parting asunder to receive Dathan and Abiram for punishment, while bearing the guiltless according to nature in the same place, on the same day and hour. And thus also the divine sentence, falling upon the ears of the wretched Cain, punishes him, saying,