Migne Reading Room

PG 38 · cols. 729–740 · Read from the page

Of Nicetas David * Paraphrase of the arcane poems of St Gregory, edited in Greek by Ern. Droncke, and by us in Greek and Latin

Of Nicetas David * Paraphrase of the arcane poems of St Gregory, edited in Greek by Ern. Droncke, and by us in Greek and Latin

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 38:729Read from the page
γέλων Θεοῦ κρείττονι εἰς τὰς τῶν μακαρίων καταπαύσας σκηνὰς, τὸν ἑστῶτα καὶ ἄλυτον σὺν αὐτοῖς διαιωνίως ἐν Πνεύματι, ἐν Χριστῷ Ἰησοῦ διαβιώσεις βίον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
gels of God—a better one—having come to rest in the tabernacles of the blessed, you will live through the standing and indissoluble life with them eternally in the Spirit, in Christ Jesus; to Whom be the glory unto the ages of ages. Amen.
Περὶ ἀρετῆς ἀνθρωπίνης λόγος θʹ.
On Human Virtue, Discourse 9.
Ἐξήγησις εἰς τὰ ἀπόῤῥητα τοῦ μεγάλου Γρηγορίου τοῦ Θεολόγου Ἔπη τὰ διὰ ἡρωελεγείων. Περὶ φύσεως ἀνθρωπινης. Λόγος ιʹ.
Exposition of the Arcane Poems of the Great Gregory the Theologian in Elegiacs. On Human Nature. Discourse 10.
Φιλοσοφήσας ὁ θεοσοφώτατος περὶ τῆς ἀνθρωπίνης ἀρετῆς, ὅσα ἡ τῶν ὅλων τεχνῖτις ὑπέρσοφος ἐδωρήσατο σοφία, διὰ τῶν προκειμένων τούτων ἐπῶν περὶ αὐτῆς τῆς τῶν ἀνθρώπων φύσεως διαλαμβάνει, τὸ φθαρτόν τε αὐτῆς καὶ οὐδαμινὸν καὶ εὐμετάβολον διακωμῳδούμενος οὕτω λέγει·
Having philosophized, the most divinely wise man, concerning human virtue, as much as the all-wise Wisdom, artificer of all things, bestowed, through these present verses he treats of the very nature of men, and satirizing its corruptibility and nothingness and mutability, he speaks thus:
1 Χθιζὸν ἐμοῖς ἀχέεσσι τετρυμένος, κ. τ. λ.
1 Yesterday, worn out by my griefs, etc.
Χθὲς καὶ πρώην, φησὶν ὁ θεόληπτος ἱεροφάντης, ἰδίοις ψυχῆς ἄλγεσιν, ἀνίαις τε καὶ ὀδύναις κατατρυχόμενος, πάντων ἀπομονωθεὶς ἐπί τι σκιερὸν ἄλσος ἐκείμην, δακνόμενος τὴν αἴσθησιν καὶ κατατηκόμενος· καὶ γάρ μοι τοῦτο φίλον ἀεὶ ὥσπερ φάρμακον ἰατήριον, ἐν αὐστηροῖς πάθεσιν ὀδυνωμένῳ τὸ καθ' ἡσυχίαν ἐμαυτῷ προσλαλεῖν. Αὖραι δὲ λεπταὶ ἠρέμα περιηχοῦσαι τὸν ἀέρα, ἅμα τοῖς ᾠδικοῖς ὄρνισιν ᾆσμα κελαδοῦσι καλὸν καὶ τερπνὸν ἀπὸ τῶν ἀκρεμόνων, καίπερ ἐκπνέοντί μοι τὴν ψυχὴν, ὅμως, ὕπνον ἥδιστον ἐχαρίζοντο καὶ μαλακόν. Ἐκεῖ δὴ, φησὶ, καὶ οἱ τέττιγες οἱ τοῦ ἡλίου φίλοι, οἱ λιγυρὰν καὶ ὀξεῖαν ἀπὸ τοῦ στήθους μελίζοντες τὴν φθογγὴν, ἐπηχοῦντες ὅλον ἐπλήρουν τὸ ἄλσος ἐκεῖνο τῆς φωνῆς· ψυχρὸν δὲ ὕδωρ ἠρέμα δι' ὅλου τοῦ ἄλσους παραῤῥέον καὶ τοὺς ἐμοὺς ἐπέκλυζε πόδας· ἐμοὶ δὲ ὅμως ἀπαράκλητος ἐτύγχανεν ἡ ψυχή. Καὶ γὰρ κραταιῶς τῇ λύπῃ συνειχόμην, οὐδὲν ἧττον ἢ πρὶν γενέσθαι ἐκεῖ· τῶν κατεπᾳδόντων μὲν γὰρ καὶ θέλγειν δοκούντων οὐδεὶς ἐμοὶ λόγος. Νοῦς γὰρ ἀνθρώπου, πολλοῖς καὶ δριμέσι πόνοις καταβαρυνόμενος, οὐκ ἐθέλει λοιπὸν παρακαλεῖσθαι οὐδὲ τέρψεως ἀνθρωπίνης ἔχεται οὐδεμιᾶς. Τοῖς τοῦ νοῦ δὲ κινήμασι καὶ ταῖς τῶν ἐναντίων λογισμῶν πάλαις ἐν καρδίᾳ συστρεφόμενος καὶ περιδινούμενος ἐσκόπουν.
Yesterday and the day before, says the divinely inspired hierophant, worn out by my own soul's aches, distresses, and pains, isolated from all, I was lying in a certain shady grove, stung in sensation and wasting away; for this is ever dear to me like a healing remedy, when pained in harsh sufferings, to converse with myself in quiet. And gentle breezes, softly sounding through the air, together with the singing birds warbling a fair and pleasant song from the branches, although I was breathing out my soul, nevertheless granted a most sweet and soft sleep. There indeed, he says, the cicadas too, friends of the sun, modulating their clear and shrill note from their breast, resounding filled that whole grove with their voice; and cool water, softly flowing past through the whole grove, washed over my feet as well; yet my soul remained unconsoled. For I was powerfully gripped by sorrow, no less than before coming there; for I took no account of the things that sang over me and seemed to charm me. For the mind of man, weighed down by many and sharp toils, is no longer willing to be consoled nor clings to any human delight. And whirling and spinning in my heart with the movements of the mind and the wrestlings of opposing thoughts, I was considering.
17 Τίς γενόμην; τίς δ' εἰμὶ; τί δ' ἔσσόμαι; οὐ σάφα οἶδα, κ. τ. λ.
17 Who did I become? Who am I? And what shall I be? I do not clearly know, etc.
Τίς, φησὶν, ἐγενόμην, ἐκ μὴ ὄντος εἰς τὸ εἶναι ἐλθών; τίς δὲ νῦν εἰμι, ἐπεὶ γεγενῆσθαί φημι; καὶ τί μετὰ ταῦτα μάταιος γενήσομαι; καὶ γὰρ οὔτ' αὐτὸς οἶδα σαφῶς, τίς ἡ κατ' ἀρχὰς εἴσοδος πρὸς τὸν βίον, ἢ τίς προ[σ]κόπτων ἔνθεν ἄχρι τοῦ τέλους. Λυθεὶς ἔπειτα τίς γενήσομαι, φράσον· καὶ γὰρ οὔτ' αὐτὸς ἀκριβῶς ἐπίσταμαι, ἀλλ' οὐδ' ἐκεῖνος, ὃς μᾶλλον ἐμοῦ σοφώτερος εὔχεται εἶναι· τῷ ἐπιπροσθοῦντι δὲ σώματι καὶ τῇ ἀγνοίᾳ οἷα νέφει βαθεῖ τὸν νοῦν κεκαλυμμένος, ὧδε κἀκεῖ περιπλανῶμαι, μα-
Who, he says, did I become, having come from non-being into being? And who am I now, since I say that I have been born? And what shall I, vain creature, become after these things? For neither do I myself know clearly what the entrance into life was at the beginning, or who is advancing [or stumbling] from hence unto the end. Having been dissolved, who shall I become afterwards, tell me; for neither do I myself accurately know, nor yet that man who boasts of being wiser than I; but with my mind veiled by the obstructing body and by ignorance as by a deep cloud, I wander about hither and thither, with va-
Notes, col. 729

On the reading

Printed ἀνθρωπινης, for ἀνθρωπίνης.

Printed ἔσσόμαι, for ἔσσομαι.

PG 38:732Read from the page
ταίαις περιφερόμενος ἐννοίαις, καὶ οὐδὲν βέβαιον ἐν ἀκριβεῖ ἔχων καταλήψει οὐδ' ἐν ὀνείρῳ, ὧν εἰδέναι ποθῶ. Ποθῶ γὰρ Θεὸν γνῶναι, καὶ αὐτὸν οὐκ ἔστι καταλαβεῖν· σοφίαν, εἶπα, σοφισθήσομαι, καὶ αὐτὴ ἐμακρύνθη ἀπ' ἐμοῦ μακρὰν ὑπὲρ ὃ ἦν· καὶ πάντες οὗτοι ταπεινοὶ καὶ ἀεὶ πλανώμενοι καρδίᾳ, οἷς ἡ τῆς παχείας ταύτης σαρκὸς σκοτεινὴ ἐπικρέμαται ἢ ἐπίκειται ἀχλύς.
in conceptions carried about, and having nothing firm in exact comprehension, not even in a dream, of the things I long to know. For I long to know God, and it is not possible to comprehend Him; I said, I will become wise in wisdom, and she withdrew far from me beyond what she was; and all these are lowly and always wandering in heart, over whom hangs or lies the dark mist of this gross flesh.
Κεῖνος δ' ἐστὶν ἐμεῖο, κ. τ. ἑξ.
And that man is [wiser] than I, and what follows.
Ἐγὼ μὲν, φησὶν, οἶδα σαφῶς, ὡς οὐδὲν τῶν ὄντων ἢ γενομένων ἀκριβῶς, καθ' ὃ δεῖ γνῶναι, οἶδα· καὶ τοῦτο ἡ ἐμὴ σοφία, τὸ εἰδέναι ὡς οὐκ ἔστιν ἀσφαλῶς εἰδέναι οὐδέν· ἐμοῦ δὲ σοφώτερος πᾶς, ὃν μᾶλλον τῶν ἄλλων τὸ τῆς αὑτοῦ ψυχῆς ἀπατᾷ ψεῦδος, ὅ ἐστι νοὸς οἴησις εἰκῇ τε καὶ ἀπερισκέπτως ἀπερευγομένη λογύδρια, ἃ οὐκ οἶδεν καὶ ἃ οὐκ ἐπίσταται διαβεβαιουμένη. Σκοπεῖ δὲ οὕτως·
I indeed, he says, know clearly that I know none of the things that exist or have come to be accurately, as one ought to know; and this is my wisdom, to know that it is not possible to know anything securely; but wiser than I is everyone whom the falsehood of his own soul deceives more than the rest—that is, conceit of mind rashly and unreflectingly belching forth petty speeches, firmly asserting things it does not know and does not understand. And he considers thus:
Εἰμί. Φράζε τί τοῦτο, κ. τ. ἑξ.
I am. Tell me what this is, and what follows.
Ὅλος ἐνταυθοῖ τῷ θεηγόρῳ σκοπὸς τὴν τοῦ Ἐκκλησιαστοῦ σοφίαν σαφηνίσαι, ματαιότητα λέγοντος ματαιοτήτων καὶ προαίρεσιν πνεύματος τὰ πάντα· ναὶ δὴ καὶ τὴν τοῦ Δαβὶδ, μάτην πάντ' ἄνθρωπον εἶναι μελῳδοῦντος, καὶ τὴν ὑπόστασιν αὐτοῦ ὡσεὶ οὐδὲν καθορᾶσθαι ἐν προσώπῳ τοῦ πλάσαντος αὐτόν. Ἰσοδύναμα τούτοις φιλοσοφῶν πυνθάνεται καὶ οὗτος· Λέγεις ὅτι εἰμί· πρόσθες καὶ τί τοῦτο εἶ φάναι. Καὶ γὰρ ἐν τρισὶ μέρεσι χρόνου πάντως τὰ ὄντα ἐνορᾶται, ἐνεστῶτι δῆλον ὅτι καὶ μέλλοντι καὶ παρεληλυθότι. Τὸ μὲν οὖν παρεληλυθὸς οὐκ ἔστι· παρῆλθεν γάρ· τὸ μέλλον δὲ οὔπω πάρεστι· τὸ ἐνεστὼς δὲ οὐ φθάνω νοῆσαι παρὸν, καὶ παρέδραμεν εὐθὺς, οὐ φθάνω τῷ νῷ καταλαβεῖν· καὶ αὐτὸ θᾶττον ἢ λόγος οἴχεται ἀποπτάν. Οὕτως ὁ χρόνος αὐτὸς, οὕτως κἀγὼ, ᾧ τὸ εἶναι συμπαραῤῥεῖ τῷ χρόνῳ· συστοιχεῖ γὰρ τῷ χρόνῳ τὰ ἐν χρόνῳ καὶ τῇ ῥοῇ τούτου συνέπεται καὶ τῇ ἀποῤῥοῇ συναποῤῥεῖ. Οὕτως ἄλλο μὲν τῆς ἐμῆς ὑπάρξεως τῷ χρόνῳ συναπῆλθεν, ἄλλο δὲ νῦν οἴομαι ὑπάρχειν, ἄλλο δ' ἔσεσθαι ὑπείληφα, εἴ γε ἄρα καὶ ἔσομαι· οὐδὲν γὰρ ἔγωγε βέβαιον, οὐδὲν ἀραρὸς, οὐδὲ μόνιμον, οὐδὲ ὡσαύτως ἑστὼς ἔστι θεωρεῖν ἐν τῷ μὴ ἱδρυμένῳ, μηδ' ἑστῶτι, ἀλλ' ἀενάως καὶ διηνεκῶς ὡς θολερῷ ποταμῷ κατεπειγομένῳ, καὶ τὸ ῥεῖν συνεχῶς χαρακτηριζομένῳ.
The whole aim here of the divinely speaking man is to make clear the wisdom of Ecclesiastes, who says that all things are vanity of vanities and a choice of spirit; yes indeed, and that of David, who chants that every man is in vain, and that his substance is beheld as nothing before the face of Him Who fashioned him. Philosophizing things equivalent to these, he too inquires: You say that I am; add also what this is that you say you are. For existing things are altogether viewed in three parts of time, namely present, future, and past. Now the past is not, for it has passed away; the future is not yet present; and as for the present, no sooner do I perceive it to be present than it has straightway run past, no sooner do I grasp it with the mind than it too has flown away faster than speech. Thus is time itself, thus too am I, whose being flows past along with time; for things in time correspond to time and follow along with its flow and flow away with its efflux. Thus one part of my existence has departed along with time, another I now suppose to exist, and another I have assumed will be, if indeed I shall even be; for nothing firm, nothing compact, nor abiding, nor standing in the same state can I myself behold in that which is not established nor standing, but everlastingly and continuously hurried along like a muddy river, and characterized by flowing continually.
29 Τίπτε με τῶνδ' ἐρέεις; κ. τ. λ.
29 Which of these will you say I am? etc.
Εἰπὼν σύστοιχον εἶναι τῷ ἐνεστῶτι τοῦ χρόνου μέρει καὶ τῷ παρεληλυθότι καὶ τῷ μέλλοντι τὴν τοῦ ἀνθρώπου φύσιν, ὡς συμφυῶς αὐτῷ ἔχουσαν, καὶ αὐτῷ συνεχῶς συμπαραῤῥέουσαν, Τί με, φησὶ, τῶν τριῶν ἐρεῖς εἶναι; Ὡς γεγονότα; καὶ μὴν παρῆλθε τὸ γεγονός· ἀλλ' ὡς γενησόμενον; καὶ τοῦτο οὔπω ἔστιν· ἀλλ' ὡς νῦν ὑπάρχον; ἀλλ' οὐδὲ τοῦτό ἐστι, νοῦ θᾶττον, ὡς εἴρηται, παραῤῥέον τε καὶ παροδεῦον. Ἐρεῖς οὖν· Καὶ τί λοιπὸν εἰμι ἐγώ; Σὺ δίδαξον, εἴ σοι λόγος ἔνεστι σοφίας· ἢ διδάσκου, ὅτι πλὴν μάτην πᾶς ἄνθρωπος· καὶ νῦν πρόσεχέ μοι ἐνταυθοῖ μένων, ὡς φθέγγομαι ταῦτα· ὅρα μή σε διαφύγω στιγμῇ διαλαθὼν χρόνου. Ἀποχρώντως δὲ τὸ τοῦ ποταμοῦ σοι παράδειγμα πιστώσεται τὸν λόγον. Ὡς
Having said that the nature of man corresponds to the present part of time and to the past and to the future, as being congenitally linked with it and continually flowing past along with it, Which of the three, he says, will you say that I am? As having been? Yet what has been has passed away. Rather, as about to be? This too is not yet. Rather, as now existing? Yet neither is this, flowing past and passing by faster than thought, as has been said. You will say then: And what am I after all? Do you teach, if there is in you a word of wisdom; or be taught that every man is altogether in vain; and now pay attention to me, remaining here as I utter these things; watch lest I escape you, slipping away unnoticed in a moment of time. And the example of the river will sufficiently confirm the argument for you. As
PG 38:733Read from the page
γαρ ἀμήχανον τὸν ποταμὸν περῶντα δὶς τῷ αὐτῷ ὕδατι τὸν πόδα βάψαι, οὕτως οὐδὲ τὸν αὐτὸν ἄνθρωπον, ὃν πρῶτον ἑώρακας, ἀπαραλλάκτως ἐσαῦθις ὄψει τὸν αὐτόν. Καὶ γὰρ τῷ νῷ μὲν ἐν βουλεύμασι καὶ διανοήμασι συνεχῶς μεταβαλλόμενος, οἷα ἄνθρωπος ἀνίδρυτος καταθεωρεῖται ἐν αὐτοῖς, εἰ μή που Θεὸς ὁ ὢν ἀεὶ καὶ τὸ ῥῆμα Κυρίου μένον ἐν αὐτῷ, τὸ ἑστὼς καταδείκνυσι καὶ μόνιμον, τῇ ψυχῇ δὲ ταῖς τε λαλιαῖς καὶ αἰσθήσεσι, ταῖς τε φαντασίαις καὶ ταῖς ὀρέξεσιν ἀβέβαιος καθορᾶται καὶ ἀστήρικτος, ἀενάῳ κινήσει κατ' αὐτὰς διαμειβόμενος· τῷ σώματι δὲ πάλιν ταῖς τε μεταβάσεσι κατὰ τὸν τόπον, ταῖς τε διαθέσεσι καὶ ἕξεσι καὶ χρόαις ἀλλοιούμενος καὶ ἀεὶ μετατρεπόμενος, ἄπαυστον ἔχει τὴν τροπήν. Οὕτω μὲν κατὰ τὸ συνεχὲς τοῦ χρόνου καὶ ἀείῤῥυτον ἡ ἀνθρωπίνη φύσις καταδείκνυται ματαία· κατὰ τὸ ὁλοσχερῶς δὲ ἢ παχυμερῶς θεωρούμενον, οὑτωσὶ σκεπτέον.
for it is impossible for one crossing a river to dip his foot twice in the same water, so neither will you again see the same man whom you first saw unchangeably the same. For in mind, continually changing in counsels and thoughts, he is beheld in them as an unestablished man, unless perchance God Who always is and the word of the Lord abiding in him displays what is standing and permanent; and in soul, in speech and sensations, in imaginations and appetites, he is seen to be unstable and unsteadfast, shifting with everlasting motion according to them; and in body again, being altered and ever turned about in movements from place to place, in dispositions and states and colours, he has ceaseless change. Thus, according to the continuous and ever-flowing nature of time, human nature is shown to be vain; and as considered broadly or in rough outline, one must examine it thus.
Ἦν πάρος ἐν χροῒ, κ. τ. ἑξ.
Formerly I was in flesh, and what follows.
Ὥσπερ ὁ Λευῒ γέγραπται ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς εἶναι Ἀβραὰμ, οὕτω καὶ πᾶς ἄνθρωπος πρὸ τοῦ γεννηθῆναι, ἐν τῇ τοῦ πατρὸς αὐτοῦ φύσει νοούμενος, ἔπειτα εἰς τὴν ὑποδεξαμένην αὐτὸν μητέρα διὰ τῆς συνουσίας μεταβαίνων, κοινὸν μετὰ ταῦτα κρέας ἀμφοῖν τοῖς τεκοῦσιν ἐν τῇ μητρῴᾳ γαστρὶ βρεφουργούμενος καθίσταται· ἐν ἀρχῇ δὲ τῆς βρεφουργίας, ἀδιάκριτον καὶ ἀδιάρθρωτον ὂν τὸ κρεάδιον, οὔτε βροτὸς, οὔτ' ἄνθρωπος δύναται καλεῖσθαι, αἶσχος ἀνείδεον ὂν καὶ ἀκαλλὲς, οὔτε λόγου μετεσχηκὸς, οὔτε νοός· ποῦ γὰρ ταῦτα παρὰ τῷ ἐμβρύῳ τῷ ὡς ἐν τύμβῳ τῇ μητρικῇ νηδύϊ ἐνεχόμενον; ὡς ἐν τάφῳ γὰρ ταύτῃ περιείληπται· δι' ὃ καὶ ἐπιφέρει· « Δισταφέες ζώοντες ἐπὶ φθοράν· » ταλανιστικῶς τοῦτο λέγων καὶ ἐποικτιζόμενος. Ὡς ἀπὸ τάφου γὰρ τῶν μητρῴων χωρίων ἐξιόντες, καὶ ζῶντες, ὁδεύομεν ἐπὶ φθορὰν, ἥ ἐστι δεύτερος τάφος, καὶ τοῦ πεπηγότος σώματος διάλυσις· ἣν δὲ, φησὶν, ὡδεύσαμεν ὁδὸν, καὶ ζωὴν ἐν τῷ βίῳ ζῆσαι μετὰ σώματος ἐδόξαμεν, οὐδὲν ἄλλο μοι ἢ ἐτῶν δαπάνη, καὶ χρόνου κένωσις, ἤτοι παρέλευσις, δοκεῖ· αὕτη δέ μοι καὶ ὀδυνηρὸν καὶ ἐπίπονον γῆρας καταχεῖ. Τοιαύτη μὲν ἡ ἐπίκηρος ζωὴ, ἀπὸ τάφου ἀρξαμένη καὶ καταλήγουσα εἰς τάφον· εἰ δέ με ἄλλος αἰὼν, καὶ ζωὴ ἄφθαρτος καὶ ἄλυτος, καθὼς γέγραπται, λυθέντα τοῦ σώματος διαδέχεται ἐκεῖ, σκέψαι, ὦ οὗτος, ὁ θεῖός φησιν ἱερολόγος, μή ποτε ἡ δοκοῦσα μὲν αὕτη ζωὴ ἔχῃ τέλος τὸν μόρον καὶ τὸν θάνατον, ἡ τελευτὴ δὲ ζωῆς ἀθανάτου ὁδοποίησίς σοι καὶ πρόξενος καθίσταται, ἔμπαλιν ἢ ὑπονοεῖς. Σὺ μὲν γὰρ τεθνάναι πάντως τὸν τελευτῶντα ὑποπτεύεις, ὁ δὲ τῷ λυθῆναι τῆς ζωῆς ταύτης, ἄριστα δηλαδὴ βιώσας, πρὸς τὴν ἀληθινὴν μετέβη ζωήν.
Just as Levi is written to have been in the loins of his father Abraham, so too every man before being born, being conceived in the nature of his father, and then passing through intercourse into the mother who receives him, afterwards becomes a common flesh of both parents as he is fashioned into an infant in the maternal womb; and at the beginning of this fashioning, the little piece of flesh being indistinct and unarticulated can be called neither mortal nor man, being a shapeless and unlovely deformity, having partaken neither of reason nor of mind; for where are these in the embryo held fast in the maternal belly as in a tomb? For it is enclosed in it as in a grave; wherefore he also adds: "Doubly entombed, living unto corruption," saying this lamentingly and with compassion. For going forth from the maternal regions as from a grave, and living, we journey unto corruption, which is a second grave and the dissolution of the compacted body; and the road, he says, that we journeyed, and the life that we seemed to live in this world with the body, seems to me nothing other than an expenditure of years and an emptying, that is a passing away, of time; and this pours down upon me painful and toilsome old age as well. Such is this perishable life, beginning from a grave and ending in a grave; but if another age and an incorruptible and indissoluble life, as it is written, receives me there when loosed from the body, consider, my friend, says the divine speaker of sacred things, whether perchance this seeming life has doom and death as its end, whereas decease becomes for you the paving of the way and procurer of immortal life, the opposite of what you suppose. For you suspect that the one who dies has altogether perished, whereas he, by being loosed from this life—having clearly lived most excellently—has passed over to the true life.
43 Οὐδὲν ἔφυν, κ. τ. λ.
43 I was born nothing, etc.
Ἀποδείξας ματαίαν καὶ οὐδαμινὴν τὴν τοῦ ἀνθρώπου φύσιν, καὶ ὡσεὶ οὐθὲν οὖσαν τὴν ὑπόστασιν αὐτοῦ, ἀποδυσπετεῖ λοιπὸν ἐπὶ τοῖς ἄλγεσι καὶ ταῖς ἐπερχομέναις ἀνθρώπῳ συμφοραῖς, Οὐδὲν ἔφυν, λέ-
Having demonstrated that the nature of man is vain and of no account, and that his substance is as nothing, he henceforth frets at the griefs and calamities that come upon man, saying, I was born nothing, sa-
Notes, col. 733

On the reading

Printed γαρ, for γὰρ.

PG 38:735Read from the page
γων, οὐδέν εἰμι. Καὶ ἵνα τί τοσούτοις ταλαιπωροῦμαι κακοῖς, ἐνδαπανώμενος, ὥστε πεπηγὸς ὂν πρᾶγμα καὶ ἰσχυρὸν καὶ στεῤῥόν; Καὶ γὰρ ὥσπερ Θεῷ καὶ τοῖς θείοις τὸ κατ' οὐσίαν, καὶ δύναμιν, καὶ δόξαν τὴν ἀνωτάτω, καὶ μακαριότητα, ἄτρεπτόν τέ ἐστι καὶ ἀμετάβολον· οὕτως ἀνθρώπου φύσει τὸ ταλαιπωρεῖσθαι, καὶ ἀεὶ τοῖς τοῦ βίου διαπονεῖσθαι ἄλλοτε ἄλλοις ἐπιπόνοις καὶ ἀλγηροῖς, ἄτρεπτον ὑπάρχει καὶ συμφυὲς καὶ ἀμετάθετον· ἐξ οὗ δὴ τὸ πρῶτον τῶν μητρικῶν λαγόνων ὀλισθαίνων, καὶ εἰς γῆν ἐκπεσὼν, δάκρυον ἀφῆκα τῶν ὀφθαλμῶν· καὶ γάρ μοι τουτὶ δηλαδὴ σύμβολον ἐναργὲς, τοῦτο γίνεται τεκμήριον, ὅσοις καὶ οἵοις μέλλω συναντήσεσθαι λυπηροῖς καὶ κακοῖς, τὸ πρὶν ἢ τοῦ βίου ἅψασθαι δάκρυσιν ἐξ ὀφθαλμῶν ἀφεῖναι.
being, I am nothing. And why am I distressed by so many evils, being worn away, as though I were a thing firmly fixed and strong and solid? For just as to God and to divine things that which pertains to essence, and power, and the highest glory, and blessedness is unalterable and unchangeable, so to the nature of man to be distressed, and always to be toiling at the things of life, now one and now another laborious and painful thing, is unalterable and innate and immutable; from the time when first slipping from the maternal loins, and falling out upon the earth, I let fall a tear from my eyes; for this clearly becomes for me a manifest sign, this a token, of how many and what sort of grievous and evil things I am about to encounter, that before touching life I let fall tears from my eyes.
Χώρην μέν τιν' ἄθηρον, κ. τ. ἑξ.
A certain land without wild beasts, etc.
Ἔστι, φησὶ, χώρα, καὶ νῆσος, ἐν ᾗ θηρῶν ἀγρίων οὐ διαιτᾶται φύσις· καὶ ἔστι τόπος κατακεκαυμένος, οὗ κρυερὰ οὐ προσεγγίζει νιφάς· τῶν λυπηρῶν δὲ τοῦ βίου καὶ τῶν μόχθων οὐδεὶς καυχήσεται ὡς ἀδάμαστος καὶ ἄγευστος ἐνταῦθα διαφυγών. Ἄλλα τινὰ τὰ δυσχερῆ τοῦ ταλαιπώρου τῶν ἀνθρώπων βίου κατ' εἶδος ἀναριθμεῖται, καί φησιν· Ἀδράνεια καὶ πενία, σώματος ἀῤῥωστίαι ποικίλαι καὶ ἔνδειαι τῶν ἐπιτηδείων πρὸς ζωὴν, τόκος καὶ μόρος, ἤτοι κακοπάθεια ταῖς τικτούσαις καὶ περὶ τὴν ἀνατροφὴν τῶν ἐκγόνων πονουμέναις, ἔχθος καὶ αἱ πρὸς τοὺς γειτονοῦντας ἔχθραι, καὶ ἄδικοι ἄνδρες καὶ ἁμαρτωλοὶ, τὰς πρὸς τὸ ζῇν τῶν ταπεινοτέρων ἁρπώμενοι ἀφορμὰς, ὅμοιον τρόπον τοῖς ἐν θαλάσσῃ θηρσὶ καὶ τῇ ξηρᾷ κατατρίβουσιν αὐτοὺς, καὶ πάντα τὸν βίον ἀλγηρὸν καὶ ἐπώδυνον τοῖς ἀνθρώποις καθιστῶσιν.
There is, he says, a country, and an island, in which the race of wild beasts does not dwell; and there is a scorched place, which chilly snow does not approach; but of the grievous things of life and its toils no one will boast as having escaped here unsubdued and untasted. He enumerates specifically other hardships of the wretched life of men, and says: Weakness and poverty, manifold sicknesses of body and lacks of the necessities for life, childbirth and doom, that is, suffering for women in labour and those toiling over the rearing of offspring, hatred and enmities towards neighbours, and unjust and sinful men, snatching away the means of livelihood of the humbler folk, in like manner to the beasts in the sea and on the dry land wear them down, and make all life painful and full of woe for men.
Πήματα μὲν καὶ πάμπαν, κ. τ. ἑξ.
Woes indeed altogether, etc.
Ὁ δὲ λέγει, τοιοῦτόν ἐστι· Τῶν παρ' ἀνθρώποις λεγομένων κακῶν καὶ δυσχερῶν πολλὰ κατενόησα παντελῶς ὄντα ἀτερπῆ καὶ λυπηρὰ, καὶ οὐδεμίαν ἔχοντα παραψυχὴν παρομαρτοῦσαν· τῶν ἀγαθῶν δὲ ἐν βίῳ κατωνομασμένων οὐδὲν ἄμοιρον λύπης παντάπασι τεθέαμαι, ἀφ' οὗ ἡ ὀλεθρία τοῦ ξύλου γεῦσις καὶ ὁ τοῦ ἀνδροκτόνου φθόνος πικράν μοι καὶ ἀλγηρὰν τὴν τῆς παραβάσεως τιμωρίαν ἐναπήμεσεν.
What he says is of this sort: Of the evils and hardships spoken of among men, I have perceived many to be altogether joyless and grievous, and having no consolation accompanying them; and of the things named good in life, I have beheld nothing wholly devoid of grief, since the deadly tasting of the tree and the envy of the murderer spewed forth upon me the bitter and painful punishment of the transgression.
59 Σοὶ μὲν δὴ, σὰρξ, τοῖα δυσαλθεῖ, κ. τ. λ.
59 To you then, O flesh, so hard to heal, etc.
Πρὸς σὲ μὲν οὖν, ὦ σὰρξ, δυσαλθῆ τε καὶ δυσίατον ὑπάρχουσαν τοιαῦτα παρ' ἡμῶν· καὶ γὰρ ἐχθρῷ σοι εὐμενεῖ χρῶμαι καὶ φιλοπολεμοῦντι ἀεί. Φίλεχθρος αἰεὶ δυσμενὴς, ἡ σὰρξ φίλος, τὸ μὲν συνεργὸς πρὸς τὰ καλὰ πολλάκις, τὸ δ' ἐκτόπως βρίθουσα πρὸς κακῶν βάθος· θηρίῳ γὰρ ἐοικέναι μοι δοκεῖς προσσαίνοντι μὲν κολακικῶς, δάκνοντι δ' ἐνίοτε πικρῶς, καὶ πυρὶ θερμαίνοντι παρομοιάσω, ἀλλ' αὐτῷ τούτῳ καὶ ψύχοντι σφοδρῶς· ὃ καὶ παράδοξον, μεῖζον δὲ θαῦμα, εἴ ποτε κἂν ἐς ὕστερον τὸ ὅλον μοι εὐμενὴς γένοιο καὶ εἰρηνεύοις. Σοὶ μὲν οὖν δὴ, ὦ σὰρξ, ταῦτα προσειρήσθω· ἀλλὰ καὶ σοὶ τῇ ψυχῇ αὐτῇ τὰ καθήκοντα ῥηθήσεται.
To you then, O flesh, being hard to heal and hard to cure, such words from us; for I deal with you as a friendly enemy and one always fond of war. Ever hostile is the foe, a friend is the flesh, on the one hand often a fellow-worker towards good things, on the other weighing extraordinarily towards the depth of evils; for you seem to me to resemble a wild beast fawning flatteringly, yet sometimes biting bitterly, and I shall liken you to a warming fire, yet by this very thing also chilling vehemently; which is paradoxical, and a greater marvel, if ever even hereafter you should become wholly well-disposed to me and keep peace. To you then, O flesh, let these things be addressed; but to you also, the soul itself, what is fitting shall be spoken.
Τίς; πόθεν; ἢ τί πέλεις; κ. τ. ἑξ.
Who? whence? or what are you? etc.
Τίς καὶ πόθεν καὶ τί κατὰ τὴν φύσιν αὐτὴν εἶ, φράσον, εἴ σοι παρόν· τίς δέ σε νεκροφόρον, ἤτοι σωματοφόρον, ἐποιήσατο, στερεοῖς ἐν δεσμοῖς τοῦ
Who and whence and what according to nature itself you are, declare, if it is in your power; and who made you a corpse-bearer, that is, a body-bearer, in firm bonds of
PG 38:737Read from the page
βίου καταδήσας πανταχόθεν βαρυνομένην καὶ συνειλκυσμένην εἰς γῆν; πῶς ἐμίγης; πῶς ἐκράθης, πνεῦμα οὖσα, τῷ βάρει τοῦ σώματος; πῶς δὲ νοῦς πέλουσα, σαρκὶ κραθῆναι κατεδέξω; κούφη δὲ τυγχάνουσα πῶς ἄχθος φέρεις; Ταῦτα γὰρ ἀντικείμενα ὡς ἐναντία ἀλλήλοις διαμάχεται.
of life, having bound it down, weighed down on every side and dragged together towards the earth? How wert thou mingled? How wast thou blended, being spirit, with the weight of the body? And how, being mind, didst thou submit to be blended with flesh? And being light, how dost thou bear a burden? For these things, being opposed as contraries, contend against one another.
69 Εἰ μὲν δὴ σάρκεσσιν ὁμόσπορος ἐς βίον ἦλθες, κ. τ. λ.
69 If indeed sown together with flesh thou camest into life, etc.
Προσλαλήσας τῇ σαρκὶ πρῶτον, εἶτα τῇ ψυχῇ, ὅσα θεοληπτούμενον ἄνδρα προσλαλεῖν ἐχρῆν, αὖθις πρὸς τὴν ψυχὴν περὶ τῆς κατ' αὐτὴν γενέσεως καὶ πρὸς τὸ σῶμα συγκράσεως διαλέγεται θεοφορούμενος, Εἰ μὲν ἅμα, λέγων, τῷ σώματι καὶ αὐτὴ, ὦ ψυχὴ, συσπειρομένη, τῇ μητρῴᾳ γαστρὶ συγκατεβλήθης, καὶ οὕτω παρῆλθες εἰς τὸν βίον, ὦ μοι τῆς συζυγίας διὰ μακροῦ ἀπολομένης! Καὶ γὰρ εἰκὼν εἶναι Θεοῦ φρονῶν καὶ μεγαλαυχῶν, μαργοσύνης αἰσχρᾶς καὶ ἀτίμου ῥεύσεως ἀποτετέλεσμαι υἱός. Αἰσχύνομαι δὴ οὖν μητέρα τιμῆς, φημὶ δὴ τῆς εἰκόνος, τὴν τῆς σαρκὸς ἀκόλαστον λέγων ἢ ὑπονοῶν ἐπιθυμίαν· εὐλαβοῦμαι καὶ δέδια μητέρα τῆς ψυχῆς τὴν ῥεῦσιν εἰπεῖν, ὅτι αὐτὴ μὲν ἔφθαρται εἰς σῶμα παγεῖσα βροτοῦ, ὃς νῦν μὲν ὁρᾶται βροτὸς γενεσιουργηθεὶς, αὖθις δὲ οὐδὲ βροτὸς, ἀλλὰ κόνις ἐσόμενος τὸ τελευταῖον. Εἰ οὖν, ὦ ψυχὴ, τῇ σαρκὶ συγκατεσπάρης, μή ποτε καὶ συγκαταφθαρῇ[ς].
Having addressed the flesh first, and then the soul, with all that it behoved a man possessed by God to speak, he again discourses, borne by God, to the soul concerning its own origin and its commingling with the body, saying: If indeed together with the body thou thyself also, O soul, being sown along with it, wast cast down into the maternal womb, and thus didst come into life, alas for the union that perishes in the course of time! For while thinking and boasting that I am the image of God, I have turned out to be the son of shameful lust and dishonourable flux. I am ashamed, therefore, to call or suppose the unbridled desire of the flesh to be the mother of honour, I mean of the image; I shrink and fear to call the flux the mother of the soul, because it itself has been corrupted, having been compacted into the body of a mortal, who now indeed is seen as a mortal brought into being, yet hereafter will not even be a mortal, but dust at the last. If then, O soul, thou wast sown together with the flesh, lest perhaps thou also perish together with it.
Εἰ δὲ σύ γ' οὐρανίη τις, κ. τ. ἑξ.
But if thou art some heavenly thing, and so forth.
Εἴπερ, φησὶν, οὐχ ὁμόσπορος, ὦ ψυχὴ, γέγονας τῷ σώματι, ὥσπερ οὐδ' ὁμοφυὴς (πῶς γάρ; ὅτι τὸ μὲν χοῦς καὶ ἐπάγη ἐκ χοὸς, σὺ δὲ οὐρανίας κομπάζεις φύσεως εἶναι καὶ ἀφθάρτου), ὅθεν ἔφυς, σαφήνισον ἡμῖν· εἰ μὲν Θεοῦ ἄημα ἢ πνεῦμα, καὶ λάχος, ἤτοι κλῆρος, ὡς οἴει, καὶ μερὶς, ῥίψον ἀτασθαλίαν πᾶσαν ἀδικίας τε καὶ πονηρίαν, καὶ συνθήσομαι· καὶ γὰρ οὐδὲ ἔξεστι τοῦ ἀγαθοῦ καὶ καθαροῦ φύσει μοῖραν ἢ ἀπόῤῥοιαν ὑπάρχουσαν, κακὴν εἶναι ἢ ῥύπου κἂν ὁπωσοῦν ἐν μεθέξει καθεστάναι· οὐδὲ γὰρ σκότος ἡλίου πέφυκεν ἐνέργημα, οὔτε πονηροῦ καὶ ζοφώδους πνεύματος φώταυγον πνεῦμα ἢ ἀγαθουργὸν ἐξέφυ· τὸ ὅμοιον γὰρ κατὰ φύσιν ὅμοιον γεννᾷ. Πῶς οὖν σὺ, ὦ ψυχὴ, ταῖς τοῦ Πονηροῦ κακαῖς ἐπιθέσεσι τοσοῦτον τοῦ ὀρθοῦ λόγου καὶ τοῦ ἀγαθοῦ παρατρέπῃ καὶ παρεξελαύνῃ, καίπερ, ὡς φὴς, οὐρανίῳ καὶ ἀγαθῷ πνεύματι συγκεκραμένη; Καὶ γὰρ εἰ βοηθὸν ἔχουσα τοιοῦτον, ἐπὶ τοσοῦτον βρίθεις πρὸς τὴν γῆν καὶ οὕτως ἐπὶ τὸ χεῖρον καταῤῥέπεις, τίς ἂν εἴης ἐστερημένη βοηθείας; Αἲ αἶ τῆς πανωλέθρου κακίας ἀμίκτως πρὸς τὸ ἀγαθὸν διακειμένης!
If indeed, he says, thou hast not come into being sown together with the body, O soul, just as neither of the same nature (for how couldst thou? since the one is dust and was compacted out of dust, while thou boastest to be of a heavenly and incorruptible nature), make clear to us whence thou didst spring: if indeed a breath or spirit of God, and a lot, that is an inheritance, as thou supposest, and a portion, cast away all recklessness of injustice and wickedness, and I will agree; for indeed it is not even possible for what is a share or effluence of that which is by nature good and pure to be evil or to stand in any participation whatsoever of filth; for neither is darkness by nature an operation of the sun, nor did a light-beaming or beneficent spirit spring from an evil and gloomy spirit; for like by nature begets like. How then dost thou, O soul, through the evil assaults of the Evil One, turn aside and stray so far from right reason and the good, even though, as thou sayest, thou art commingled with a heavenly and good spirit? For if, having such a helper, thou art weighed down so heavily towards the earth and thus inclinest towards the worse, what wouldst thou be if deprived of help? Alas, alas for utterly destructive wickedness, which stands unmixedly opposed to the good!
Εἰ δ' οὔ μοι θεόθεν σὺ, κ. τ. ἑξ.
But if thou art not from God for me, and so forth.
Εἰ μὴ οὐρανία καὶ ἐκ τοῦ ὑπερουρανίου Θεοῦ ἡ σὴ φύσις καὶ οὐσίωσις, ὦ ψυχὴ, πέλει, δέος μοι σφόδρα μέγα, καὶ ἀγωνία, καὶ φόβος ὑποτρέχει, μή ποτε κενῷ δοξαρίῳ φυσιοῦμαι, καὶ γαυριάματι μετεωρίζομαι, εἰκῆ πλάσμα καὶ εἰκὼν Θεοῦ εἶναι μεγαλαυχῶν.
If thy nature and substance, O soul, is not heavenly and from the supercelestial God, a very great dread, and agony, and fear steals over me, lest perhaps I am puffed up with a vain little opinion, and lifted up in exultation, boasting in vain that I am a creation and image of God.
87 Πλάσμα θεοῦ παράδεισος, Ἐδὲμ, κ. τ. λ.
87 A creation of God is paradise, Eden, etc.
Εἰπὼν οὐρανίαν εἶναι τὴν ψυχὴν, ὡς πλάσμα Θεοῦ τοῦ ὑπερουρανίου, δι' ὃ καὶ βοηθουμένην ὑπ'
Having said that the soul is heavenly, as a creation of the supercelestial God, and therefore also helped by
PG 38:740Read from the page
αὐτοῦ, ὑπόμνησιν δι' ὀλίγων τῶν μεγίστων αὐτοῦ βοηθημάτων, ὧν ὑπὲρ αὐτῆς εἰργάσατο, ποιεῖται. Πρῶτον οὖν τὸν παράδεισον τὸν ἐν Ἐδὲμ διὰ τὴν τοῦ ἀνθρώπου ἐφύτευσε ψυχήν· καὶ πρῶτον μὲν κλέος αὐτῷ κατέχεε καὶ δόξαν, κατ' εἰκόνα πλάσας ἰδίαν καὶ ὁμοίωσιν· ἔπειτα ἐντολὴν αὐτῷ δεδώκει εἰς βοήθειαν, ἧς τῆς ἀθανασίας ἐλπὶς καὶ θεώσεως ἐπήγγελτο· παραβάσεως δὲ γενομένης, καὶ εἰς τὸν ἐμπαθῆ τουτονὶ βίον καὶ ἁμαρτητικὸν καὶ θνητὸν τοῦ παραβεβηκότος ἐκεῖθεν ὀλισθήσαντος, οὐδ' οὕτως αὐτὸν ὁ φιλάνθρωπος ἀβοήθητον παρεῖδεν, διαφόροις δὲ τρόποις παιδείας καθολικωτέροις καὶ μερικωτέροις τὰς ἀσεβείας καὶ ἀθεσίας τῶν εἰς αὐτὸν ἀσεβούντων ἐν δικαιοσύνῃ μετερχόμενος, οὕτω κατὰ μικρὸν πρὸς τὴν ἰδίαν αὐτοῦ ἐπίγνωσιν ἐπαιδαγώγει· καὶ ὕδατι μὲν κατακλύσας τὸν κόσμον ὀλέθρῳ παραδέδωκε, κεραυνοῖς δὲ πρηστηρίοις τὴν τῶν Σοδομηνῶν ἐξετέφρωσεν ἀσέλγειαν· ἔπειτα μετὰ ταῦτα ἄλλο ἴαμα, ἤτοι βοήθημα, τοῖς ἁμαρτάνουσιν ὁ γραπτὸς νόμος διὰ Μωσέως παρεισῆλθεν· τὸ πάντων κράτιστον, κυριώτατόν τε καὶ φιλανθρωπότατον, αὐτὸς ἐν τῷ τῶν χρόνων πληρώματι τῶν πατρικῶν οὐ διαστὰς κόλπων ὁ μονογενὴς Θεὸς Λόγος τὴν θεαρχικὴν φύσιν τῇ ἀνθρωπίνῃ συνεκέρασεν, ὅλος ὅλῃ καθ' ὑπόστασιν ἀποῤῥήτως συνενούμενος, ὅπως ἂν θεὸς ἀπαθὴς μένων, τοῖς ἐμοῖς δὲ πάθεσι τῷ ἀνθρωπίνῳ μέρει παθὼν, ἰσχύν τέ μοι καὶ δύναμιν παράσχοι, κἀμὲ τὸν βροτὸν, θεὸν ἀποδείξειε τελεσιουργήσας. Τοσούτων οὖν μοι, φησὶν ἡ θεοπτικωτάτη ψυχὴ καὶ θεοῤῥήμων, τῶν ὑπὸ τοῦ φιλαγάθου παρεσχημένων εὐεργετημάτων, ὅμως ἀδάμαστον ἔτι καὶ ὑπερήφανον ἔχω τὴν ψυχήν· συῶν δὲ τρόπον αὐτοφόνῳ μανίᾳ καὶ καρδίας αὐθαιρέτῳ ῥοπῇ πρὸς τὸν σίδηρον, εἴτουν τὸν δι' ἁμαρτίας ἀπειλούμενον ἡμῖν θάνατον, σπουδῇ χωροῦμεν.
Him, he makes a brief reminder of His greatest helps which He wrought on its behalf. First, then, He planted the paradise in Eden for the sake of the soul of man; and first He poured down upon him renown and glory, having fashioned him after His own image and likeness; next He had given him a commandment as a help, by which the hope of immortality and deification was promised; and when transgression occurred, and the transgressor slipped thence into this passible, sinful, and mortal life, not even so did the Lover of mankind overlook him without help, but by various modes of discipline, both more general and more particular, pursuing in righteousness the impieties and lawlessnesses of those who acted impiously against Him, He thus led them little by little towards the recognition of Himself; and having flooded the world with water He delivered it to destruction, and with fiery thunderbolts He reduced to ashes the licentiousness of the Sodomites; then after these things another remedy, that is help, for those who sin, the written law, entered in through Moses; and mightiest, most sovereign, and most loving of all, in the fullness of times the only-begotten God the Word Himself, not departing from the paternal bosom, commingled the thearchic nature with the human, being ineffably united whole to whole according to hypostasis, in order that, remaining impassible as God, yet suffering in my passions in the human part, He might grant me strength and power, and having perfected me, the mortal, might show me forth as a god. Though so many benefits, then, says the most God-beholding and God-speaking soul, have been provided to me by the Lover of the good, I nevertheless still have an untamed and proud soul; and in the manner of swine, with self-slaying madness and a self-chosen impulse of heart, we rush eagerly towards the iron, that is, the death threatened to us through sin.
Τίπτ' ἀγαθὸν βιότοιο; Θεοῦ φάος, κ. τ. ἑξ.
What good is there in life? The light of God, and so forth.
Τί ποτέ ἐστι τῶν ἐν τῷδε τῷ βίῳ μαρτυρούμενον καλόν; Πάντως συνομολογήσεις τὸ φῶς. Εἶδεν γὰρ, φησὶν, ὁ Θεὸς τὸ φῶς ὅτι καλόν· τί δ' ἂν καὶ εἴη ἄλλο βέλτιον ἢ ἥδιον τοῖς ἐν τῷ βίῳ; ἀλλὰ καὶ τῆς αὐτοῦ μεταλήψεως ἢ ἀπολαύσεως τὸ πλεῖον μέρος ἡ φθονερά με καὶ στυγητὴ ἀποστερεῖ σκοτία, τὸ ὀξυδερκὲς τῆς βλέψεως ἐξείργουσα, καὶ οὐδὲν ἐμοὶ τοῦ φωτὸς τοῦδε πλέον ὡς εὐσεβεῖν νομιζομένῳ· μᾶλλον μὲν οὖν τὸ πλεῖον τοῖς ἀσεβοῦσιν ἐνορᾶσθαι, ὡς κἀμὲ ἀμβλυώττοντα ἐπεύχεται τοῦ ἴσου αὐτοῖς τῆς ὄψεως κατευστοχεῖν, καίπερ τἄλλα ἀῤῥωστίᾳ τε κάμνων καὶ νοσηλευόμενος, καὶ κατακείμενος, καὶ ὀλιγοψυχῶν· φόβος δέ με θεοῦ κατακάμπτει, ἡμεριναῖς τε φροντίσι καὶ νυκτεριναῖς δαπανώμενον καὶ κατατρυχόμενον.
What ever is there of the things in this life that is attested as good? Surely you will agree it is light. For God saw, he says, the light that it was good; and what else could be better or sweeter to those in life? Yet even of the greater part of the participation or enjoyment of it, the envious and hateful darkness deprives me, shutting out the keen-sightedness of vision, and I have no more of this light for being supposed to live piously; rather indeed the greater part is seen among the impious, so that he prays that even I, being dim-sighted, may hit the mark of equal vision with them, although in other respects I am labouring under weakness and being nursed in sickness, and lying prostrate, and faint-hearted; and the fear of God bows me down, as I am consumed and worn out by cares of day and night.
Οὗτος ὁ βρισαύχην με καὶ ὕπτιος ὦσεν ὀπίσσω, κ. τ. ἑξ.
This stiff-necked and haughty one pushed me backwards, and so forth.
Οὗτος ὁ ὑψαύχην βίος καὶ μετέωρος, ὁ ὕπτιος καὶ ἀνάλγητος καὶ ἀναπεπτωκὼς ταῖς ἡδοναῖς, λὰξ ἐπιβὰς οὗτος καὶ τῆς εἰς τὸ πρόσω φορᾶς ἀνακόψας εἰς τοὐπίσω με ἀπώσατο· Εἶπον δὲ, φησὶ, καὶ τὰ δείματα καὶ τοὺς φόβους καὶ τρόμους, οἷς σε κατα-
This high-necked and lofty life, haughty and unfeeling and reclining in pleasures, trampling with its heel and checking my forward rush, has thrust me backwards; and I have told, he says, also the terrors and fears and tremblings by which it bows