Migne Reading Room

PG 38 · cols. 717–728 · Read from the page

Of Nicetas David * Paraphrase of the arcane poems of St Gregory, edited in Greek by Ern. Droncke, and by us in Greek and Latin

Of Nicetas David * Paraphrase of the arcane poems of St Gregory, edited in Greek by Ern. Droncke, and by us in Greek and Latin

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 38:717Read from the page
βαιον καὶ ἀραρὸς καὶ μόνιμον τὸ μετὰ πόνου καὶ κόπου προσκτηθὲν τῷ νῷ καὶ φυλαχθὲν, ὥσπερ τὸ προχείρως ληφθὲν εὐκαταφρόνητον ἅπαν καὶ εὐαπόβλητον καθίσταται.
firm and fixed and abiding, that which has been acquired by the mind with labour and toil and guarded, just as everything taken up readily becomes easily despised and easily cast away.
Πολλάκι δ' αὖτε
Often again
Ἐσθλοῦ, κ. τ. ἑξ.
Of good, etc.
Φασὶ τὸν λέοντα, ἐν ὥρᾳ βαδίζοντα χειμῶνος, καὶ τὰς τῶν θηρευτῶν ἐπιθέσεις διαφεύγοντα, τῷ οὐραίῳ τὰ ἴχνη τῶν οἰκείων ποδῶν ἐπικαλύπτειν τῇ χιόνι· τοιοῦτό τι κἀνταῦθα τὸν διάβολον δρᾷν ὁ διδάσκαλός φησιν, ὅτι πολλάκις ἀγαθοῦ καὶ κακοῦ διάκρισιν ἐν διανοίᾳ ἀνδρὸς εὐσεβοῦς ὑποφανεῖσαν ὁ Ἐχθρὸς πανουργίαις ἴχνη βάλλων ἐπ' ἴχνεσιν ἡμαύρωσε, καὶ λογισμοῖς σαρκίνοις τοὺς πνευματικοὺς κακουργίᾳ παρακαλυπτόμενος, τὸν τοῦ ἀγαθοῦ θεωρὸν ἀποπλανᾷ· καὶ ἡ μὲν σὰρξ ἐμοὶ κατὰ τὴν αὐτῆς φύσιν τὰ τῆς σαρκὸς ἐπιθυμεῖ, ἡ ἐντολὴ δὲ πνευματικὴ οὖσα τὰ τοῦ πνεύματος ὑπαγορεύει, καὶ τὸ τοῦ Θεοῦ θέλημα παρακελεύεται· ἄλλο δ' ὁ φθόνος ὑποτίθεται τοῦ Πονηροῦ, ἄλλο δ' ἔτι πρὸς τοῖς εἰρημένοις τρισὶ νόμοις ὁ αἰὼν καὶ ἡ πρόληψις τοῦ ἀνθρωπίνου ὑποβάλλει λογισμοῦ. « Ἔρδω δ' ὃ στυγέω· » καθά φησιν ὁ Ἀπόστολος· Οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω, ἀλλ' ὃ μισῶ τοῦτο πολλάκις καὶ ποιῶ· καὶ ὃ ὡς ἀθέμιτον ἢ ἄδικον ἀποστυγῶ, τῇ φιληδονίᾳ ἢ τῷ φθόνῳ τοῦ Πονηροῦ κατεργάζομαι κλεπτόμενος, καὶ ἐνηδύνομαι τοῖς κακοῖς καὶ γελῶ τὸν ἐμὸν μόρον τοῖς μέλεσι τοῖς ἐμοῖς ἐνιδρυμένον, γελῶ γέλωτα κακῆς πεπληρωμένον χαρᾶς καὶ οἷον ἡ παροιμία λέγει τὸν σαρδάνιον· ἔστι γὰρ καὶ θάνατος ἡδὺς ἡ ἁμαρτία. Οἱ γοῦν τῆς στενῆς ὁδοῦ καὶ πρὸς βραχὺ τεθλιμμένης ἐκκλίνοντες τὸ ἀηδὲς, τὴν πλατεῖαν δὲ καὶ εὐρύχωρον ἀνθελόμενοι τῆς ἡδονῆς, τῆς ὄντως μὲν ζωῆς ὠλισθηκότες, πρὸς τὴν ἀπώλειαν δὲ ἑαυτῶν αὐτομολοῦντες, κακόχαρτον γέλωτα γελῶσι, καὶ τῷ ἑαυτῶν θανάτῳ ἐφηδυνόμενοι ἀναισθητοῦσιν. « Νῦν χθαμαλὸς, » ι κ. τ. ἑξ. Διὰ τούτων δὲ σαφέστερον τῶν ὑποκριτῶν τὸ ἀβέβαιον καὶ ἀκατάστατον ἐπιμέμφεται καὶ ἀκατάστατον, Νῦν, λέγων, χθαμαλός τις ὑποκρίνομαι καὶ ταπεινὸς, νῦν δὲ πάλιν μετέωρος καὶ ὑψηλὸς, σήμερον τὴν ὕβριν καὶ τοὺς ὑβριστὰς ἀτιμῶν καὶ διασύρων, αὔριον αὐτὸς ὑβριστὴς δεικνύμενος καὶ ἀλαζὼν, καὶ ἄλλος ἐν ἄλλοις ὁρώμενος καιροῖς κατὰ τὴν τῶν πολυπόδων ἰδιότητα, οἳ πρὸς τὴν παρακειμένην αὐτοῖς πέτραν τὴν χροιὰν μεταβάλλοντες τὸ θηρεῦον διαφεύγουσιν.
They say that the lion, walking in the season of winter and escaping the attacks of hunters, covers over the tracks of his own feet with snow by his tail; the teacher says that the devil does something like this here too, because often, when a discernment of good and evil has begun to appear in the mind of a pious man, the Enemy, casting tracks upon tracks with his wiles, has obscured it, and maliciously concealing the spiritual thoughts with fleshly ones, leads astray the beholder of the good; and the flesh in me, according to its own nature, desires the things of the flesh, while the commandment, being spiritual, dictates the things of the Spirit and enjoins the will of God; and the envy of the Evil One suggests another thing, and besides the three laws mentioned, this age and the preconception of human reasoning prompts yet another. "I do what I hate;" as the Apostle says: For what I will, that I do not practise, but what I hate, that I often also do; and what I abhor as unlawful or unjust, I accomplish, being stolen away by love of pleasure or by the envy of the Evil One, and I take delight in evils and laugh at my own doom seated in my members, I laugh a laughter filled with evil joy and such as the proverb calls Sardonic; for sin is also a sweet death. Those, therefore, who turn aside from the unpleasantness of the narrow and momentarily straitened way, and choose instead the broad and spacious way of pleasure, having slipped from true life and deserted to their own destruction, laugh a malignant laughter, and delighting in their own death are senseless. "Now lowly," etc. Through these words he more clearly blames the instability and unsteadiness of hypocrites, saying: Now I play the part of someone lowly and humble, and now again I am lofty and high-minded, today dishonouring and reviling insolence and insolent men, tomorrow showing myself an insolent man and a braggart, and appearing different at different times according to the property of polypuses, which, changing their colour to match the rock lying beside them, escape the hunter.
45 Δάκρυα θερμὰ χέων· ἣ δ' οὐ συνέρευσεν ἁμαρτὰς, κ. τ. λ.
45 Shedding warm tears; yet sin did not flow out with them, etc.
Ἔτι καὶ διὰ τῶν προκειμένων τούτων ἐπῶν τὸ παλίμβολον καὶ ἀνίδρυτον διελέγχει τῶν ὑποκριτῶν. Καὶ γάρ ποτε μὲν δάκρυον ἔχεον ἐξ ὀφθαλμῶν, ἡ ἁμαρτὰς δὲ αὐτῷ οὐ συνεξέῤῥευσεν, ἄλλαις δὲ ἀμπλακίαις συνεχῶς ἐνεργουμέναις ἄλλα δάκρυα ἔνδον συναγείρω· τῆς γὰρ συνήθους προλήψεως τῶν κακῶν οὐκ ἀφιστάμενος, εἰκῆ τὰ φάρμακα τῆς ἰάσεως ἐκένωσα· πάλιν· Τῇ σαρκὶ μὲν παρθενεύειν μοι δοκῶ, γυναικῶν συνουσίας ἀπεχόμενος, οὐ μάλα δὲ, φησὶν, οἶδα, εἰ καὶ αὐτῇ τῇ διανοίᾳ· πάλιν· Αἰδὼς ὑποδραμοῦσα εὐλαβῶς ἔστιν ὅτε μύειν ἀνέπεισε τὴν ὅρασιν, νοῦς δὲ ἀνανεύων μετὰ μικρὸν ἀνένευσεν ἀναιδῶς· καὶ πρὸς τὴν τῶν ἀλλοτρίων μὲν ἁμαρτάδων ἀκρόα-
Further, through these preceding verses also he convicts the fickleness and unsettledness of hypocrites. For at one time I poured forth a tear from my eyes, yet sin did not flow out together with it, and by other sins continually wrought I gather other tears within; for not standing aloof from the habitual preconception of evils, I emptied out the remedies of healing in vain. Again: In the flesh I seem to myself to live as a virgin, abstaining from intercourse with women, yet I scarcely know, he says, whether also in my very mind. Again: Shame running up reverently sometimes persuaded my sight to close, yet my mind looking up after a little looked up shamelessly; and towards the hear-
PG 38:720Read from the page
σιν ὀξυφαὴς γίνομαι καὶ ὀξυήκοος, πρὸς τὴν ἐπίσκεψιν δὲ τῶν ἰδίων ἀφεγγὴς καὶ ἐπιλήσμων· καὶ αὖ πάλιν· Οὐράνιος μὲν ἐν λόγοις καὶ μεγαλοῤῥημοσύναις, ἐν φρεσὶ δὲ καὶ νοήμασι χαμερπὴς καὶ ἐπιχθόνιος. « Εἰμὶ γαληνιόων τε καὶ εὔδιος. » Γαλήνιος ἔστιν ὅτε καὶ ἐπιεικὴς καὶ πραῢς τοῖς ἀνθρώποις καθορώμενος· εἰ δέ ποτε πνεῦμα ὀργῆς καὶ μικρὸν ἐκ μικρᾶς αἰτίας ἀντιπνεύσει, οἷάπερ θάλασσα κύμασι φυσιούμενος καὶ ὕβρεσι τὸν λυποῦντα ἢ καὶ χερσὶν ἀντιλυπεῖν ὀρεγόμενος, οὐ πρὶν κατεστόρεσα τὸ φύσημα πρὶν ἢ νηνεμίαν καὶ κατάπαυσιν γεγονέναι τοῦ θυμοῦ, ἡνίκα δὴ τὴν ἀταξίαν ἐπιδεδειγμένου τοῦ θυμοειδοῦς, οὐδὲν θαυμαστὸν τὴν αὐτοῦ ἔξσψιν σβεσθῆναι.
I become sharp-sighted and sharp-hearing, yet towards the inspection of my own faults dim and forgetful; and again: Heavenly in words and lofty speeches, yet in mind and thoughts creeping on the ground and earthly. "I am calm and serene." Sometimes beheld by men as calm and equitable and gentle; yet if ever even a small wind of anger blows against me from a small cause, swelling like the sea with waves and reaching out to grieve in return with insults or even with hands the one who grieves me, I did not lay the puffing down before a stillness and cessation of wrath had come about, when indeed, the spirited part having displayed its disorder, it is no marvel that its kindling should be quenched.
56 Πολλάκι δ' εὐδρομέοντα σὺν ἐλπωρῇσιν ἀρίσταις,
56 Often too one running well with the best hopes,
57 Ἤδη καὶ μεσάτης ἀρετῆς ὑπερεκτείνοντα,
57 Already even stretching beyond mid-virtue,
58 Ἐξαπίνης παλίνορσον ὑπὸ προπόδεσσιν ἔθηκεν, κ. τ. λ.
58 Suddenly backwards at the foothills it has placed, etc.
Πολλάκις, φησὶν ὁ θεόληπτος, σὺν ἀγαθαῖς ἐλπίσιν ἄνδρα εὐθυδρομοῦντα, καὶ πρὸς Θεὸν εὐοδούμενον, καὶ ἐν μεσότητι τῆς ἀρετῆς ἐκτεινόμενον, καὶ ἐγγίζοντα πρὸς τὸ τέλειον, ἐξαπιναίως παρεισφθαρεῖσα κακία, καὶ ὀπισθόρμητον αὐτὸν ἀνατρέψασα, ὑπὸ τοὺς πρόποδας τῆς ἀρετῆς καὶ τὴν τῶν εἰσαγομένων κατάστασιν ἐθήκατο. Καὶ γὰρ ὥσπερ οἱ κατὰ ψάμμου θαλασσίας τόπον ἀνάντη προσβαίνοντες, ἅμα τῷ προσπελάσαι τῷ ποδὶ, διαῤῥεούσης αὐτῆς καὶ εἰς τοὐπίσω φερομένης, ἀστατοῦσι μὲν τούτοις τὰ ἴχνη, ἀναῤῥιχᾶσθαι δὲ καὶ προβαίνειν πειρώμενοι οὐδὲν πλέον τοῦ κόπους ἑαυτοῖς παρέχειν εἰκαίους ἀπώναντο· οὕτω, φησὶ, καὶ ὁ ὀλέθριος ἡμῶν Δυσμενὴς, ὡς κατὰ ψάμμου τῆς τῶν λογισμῶν ἀστασίας τῆς ἡμῶν διανοίας φερομένης, καὶ τῇ ἐπιθυμίᾳ τοῦ καλοῦ πτερουμένης, καὶ ἀνιέναι πειρωμένης τὸν οἶμον τῆς ἀρετῆς, ἀπρόκοπον ἀποδείκνυσι τὴν προθυμίαν· δι' ὃ, φησὶ, πῇ μὲν ἀνέρχομαι, μέρος εὐσεβείας οἰόμενος κατορθοῦν, πῇ δὲ ἔμπαλιν ὀπισθόρμητος ἀπολισθαίνω, μᾶλλον ἢ πρώην τοῦ τελείου ἀποπεπτωκώς· δι' ὃ καὶ ἀσχάλλω λοιπὸν καὶ ἀδημονίᾳ καὶ ἀπογνώσει ψηλαφώμενος καὶ κατοδυνώμενος, δυσθάνατον ἐμαυτὸν καὶ ἄθλιον οἰκτιζόμενος ἀποκαλῶ, ὡς ἀεὶ μὲν ὁδεύειν δοκῶν τὸν δρόμον τῆς ἀρετῆς, οὐδέπω δὲ τὸ τέλος αὐτῆς πεφθακὼς, ἀεὶ φόβῳ μεγάλῳ τῆς τοῦ ἀγαθοῦ ἀτευξίας περιστοιχιζόμενος· βίαν μὲν καὶ πόνοις μακροῖς μόλις τι κατορθοῦν νενόμικα, ῥᾷστα δὲ ὡς καταπρανοῦς πρὸς κακίαν ἀπωλίσθησα· πάλιν μηκύνεταί μοι πολλάκις, ὁ φιλάρετός φησιν, ἐγὼ δὲ τὴν λύσιν τῆς ζωῆς οὐ θέλω ἐλπίδι μετανοίας, τὸ τῆς ἁμαρτίας ἴαμα ποθῶν, ταῖς πολλαῖς δὲ τῆς μακροβιότητος ἡμέραις τὴν κακίαν οὐδὲν ἧττον πλεονάζων, οὔτε μετάνοιαν, οὔτ' οὖν θεραπείαν εὑρίσκω τοῦ κακοῦ· καὶ ἡ μὲν τῶν ἀνθρώπων ἀρετὴ ἥ γε κατὰ τὴν ἰδίαν αὐτῶν ὑπόληψιν καὶ σπουδὴν ἐπιτηδευομένη, καὶ οὐκ ἐν δυνάμει Ἰησοῦ, τοιαύτη.
Often, says the divinely inspired man, a man running straight with good hopes, and prospering on his way towards God, and stretching out in the midst of virtue, and drawing near to perfection, wickedness suddenly creeping in and overturning him backwards has placed at the foothills of virtue and in the state of beginners. For just as those ascending a steep place over sea-sand, as soon as they set foot upon it, since it flows away and is carried backwards, have unsteady footsteps, and trying to clamber up and advance gain nothing more than giving themselves vain toils; so, he says, our destructive Adversary too, when our mind is carried as over the sand of the instability of thoughts, and is winged by the desire of the good, and tries to ascend the path of virtue, renders our eagerness without progress; wherefore, he says, at one time I ascend, supposing that I achieve a portion of piety, and at another time I slip backwards again, having fallen further from perfection than before; wherefore also I grieve henceforth and, groped at and pained by distress and despair, pitying myself I call myself hard-dying and wretched, as seeming always to travel the road of virtue yet never having attained its end, always encompassed by great fear of failing to obtain the good; with force and long labours I have scarcely thought to achieve anything, yet most easily as down a slope I slipped into wickedness; again, my life is often lengthened, says the lover of virtue, and I do not wish the dissolution of life in the hope of repentance, longing for the remedy of sin, yet in the many days of longevity abounding no less in wickedness, I find neither repentance nor indeed healing of the evil; and such is the virtue of men, at least that which is practised according to their own supposition and zeal, and not in the power of Jesus.
Τοὔνεκεν ἡμετέρῃ γενεῇ, κ. τ. ἑ.
Therefore for our race, and what follows.
Ἐπειδὴ, φησὶν, οὕτως ἀβέβαιος καὶ ἀνίδρυτος,
Since, he says, so unstable and unestablished,
Notes, col. 720

On the reading

Printed ἔξσψιν, for ἔξαψιν.

Printed βίαν, for βίᾳ.

PG 38:721Read from the page
οὕτως ἀνήνυτος καὶ ἀτέλεστος ὁ ὑπὲρ ἀρετῆς πόνος, καὶ κόπος Θεοῦ δυνάμεως δίχα τοῖς ἀνθρώποις ἐπιτηδευόμενος, τούτου γε δὴ χάριν τῇ καθ' ἡμᾶς ταλαιπώρῳ γενεᾷ ταύτῃ τοῦτο τὸ δόγμα προδιωμολογήσθω καὶ προϋποκείσθω τῷ νῷ.
thus unaccomplished and unfulfilled is the toil for virtue, and the labour practised by men apart from the power of God; for this very reason, for this our wretched generation, let this doctrine be agreed upon beforehand and laid as a foundation in the mind.
68 Πρώτη μὲν Τριάδος καθαρὴ φύσις, κ. τ. λ.
68 First indeed is the pure nature of the Trinity, etc.
Τοῦτο δόγμα τῆς θεολογικωτάτης τῷ ὄντι ἄξιον φρενὸς, πρώτην καθαρὰν φύσιν καὶ ἀρετῆς ἁπάσης πηγαίαν ἀρχὴν εἰδέναι, τὴν τρισυπόστατον θεότητα· εὐθὺς δὲ μετ' αὐτὴν τὴν ἀγγελικὴν καὶ οὐρανίαν· τρίτη δὲ ἄρα φύσις μέτοχος τοῦ καλοῦ καὶ τῆς ἀρετῆς ὁ ἄνθρωπος, ὃς ἀμφιτάλαντος καὶ ἀμφιῤῥεπὴς ἐκτίσθη κατ' ἀρχὰς· μεταξὺ τῆς τε κατ' ἀρετὴν ζωῆς καὶ τοῦ κατὰ τὴν ἁμαρτίαν θανάτου ἑστηκὼς, καὶ μεγαλοπρεπὲς μὲν τέλος ἔχων τοῦ κατ' ἀρετὴν βίου, τὸ υἱὸν γενέσθαι Θεοῦ δηλαδὴ, ἐπίμοχθον δὲ καὶ ἐπίπονον κομιδῆ, εἴπερ κἂν ἐπὶ βραχὺ τὰς τῆς κακίας πύλας παρανοίξειεν· τοῦτο γὰρ ἄθλον τῆς ἐμῆς διανοίας ἐναρέτως βιούσης ὁ Ὕψιστος παρέχεται.
This is a doctrine truly worthy of a most theological mind: to know as the first pure nature and fountain-head principle of all virtue the three-hypostasis Godhead; and immediately after It the angelic and heavenly; and third then, a nature partaking of the noble and of virtue, man, who was created evenly balanced and swaying both ways in the beginning, standing between the life according to virtue and the death according to sin, and having a magnificent end of the life according to virtue—namely, to become a son of God—yet exceedingly toilsome and laborious, if he should even for a little open ajar the gates of vice; for this is the prize which the Most High bestows upon my mind when it lives virtuously.
Κεῖνος δ' ἐστὶν ἄριστος, κ. τ. ἑξ.
That man is best, etc.
Οὗτος ἄριστος, οὗτος ἐργάτης τέλειος ἀρετῆς, ὃς ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ κακῆς μέτριά τινα ἴχνη κακίας ἐπιφαίνει, θερμῷ δὲ τοῦ Ὑψίστου ἔρωτι πρὸς οὐρανὸν ἀνανεύων, συντεταμένως τρέχει, κατὰ νώτου δὲ τὴν κακίαν διώκων ἐξωθεῖ, ὥσπερ τις ποτάμιος ῥοῦς ἄλλον τινὰ ῥοῦν τραχύν τε καὶ ἄγριον καὶ θολερὸν ἀποδιοπομπούμενος καὶ ἀποτρεπόμενος· εἰ δέ ποτε καὶ παραμίγνυταί τι κακίας, ὥσπερ τῷ καθαρῷ ῥεύματι τοῦ ὕδατος ἐκ τοῦ θολεροῦ τὸ τοῦ διειδοῦς ὑπερβάλλοντι νάματος, τὸ ἰλυῶδες ἀποκλύζεται, καὶ οὐκ ἐπίδηλον τὴν τῆς ψυχῆς ὑποφαίνει ῥυπαρίαν· αὕτη μὲν τοῦ συνθέτου ἀνθρώπου ἀρετὴ τελεία νενοήσθω· τούτου δὲ τὸ πλέον ἐν τοῖς οὐρανίοις νόοις πιστευέσθω· εἰ δέ τις ἐνταῦθα μετ' ἀνθρώπων βιοὺς Θεὸν ἰδεῖν κατηξιώθη, ὡς Μωϋσῆς καὶ Ἠσαΐας, ἢ σάρκα βαρεῖαν κουφισθεὶς εἰς οὐρανὸν ἀναδεδραμήκει πρὸς Θεὸν, ὡς Ἐνώχ τε αὐτὸς καὶ Ἠλίας, τοῦτο δόξα Θεοῦ καὶ τιμὴ δηλαδὴ· μέτρον δὲ τοῖς ἀνθρώποις τῆς ἀρετῆς καὶ τῆς ὑψώσεως λυσιτελέστατον ἐπιβεβλῆσθαι καὶ σωτηριῶδες.
He is best, he is a perfect worker of virtue, who in the midst of a crooked and wicked generation displays [only] moderate traces of vice, and looking up towards heaven with fervent love of the Most High, runs strenuously, and chasing vice behind his back drives it out, like some river stream averting and turning away another rough, wild, and muddy stream; and if ever something of vice is mingled in, just as by the pure stream of water overflowing the muddy from its clear-flowing current, the muddiness is washed away, and does not show forth any conspicuous defilement of the soul; let this be understood as the perfect virtue of composite man; and let the greater measure of this be believed to belong to the heavenly minds; and if someone living here among men was counted worthy to see God, like Moses and Isaiah, or having been lightened of heavy flesh ran up into heaven to God, like Enoch himself and Elijah, this is clearly the glory and honour of God; and [it is] a most profitable and salutary measure of virtue and exaltation laid upon men.
85 Εἰ δ' ἄγε τοι καὶ τοῦτον ἐγὼ λόγον ἐν φρεσὶ θήσω, 86 Πῶς κεν τῆς μεγάλης ἀρετῆς ἐπὶ τέλσον ἵκηαι, κ. τ. λ.
85 Come now, I will also put this word in thy mind, 86 How thou mayest reach the goal of great virtue, etc.
Εἶεν δὴ οὖν καὶ τοῦτον ἐγὼ τὸν λόγον ταῖς σαῖς παραθήσομαι φρεσὶν, ἡ θεολόγος σαλπίζει φωνή. Τίς δὲ ὁ λόγος; Πῶς ἂν εἰς τελειότητα τῆς μεγάλης ἀφίκοιο ἀρετῆς, ἥτις μόνη καθαρὰ θυσία τῷ μόνῳ τὴν φύσιν ὑπάρχει καθαρῷ. Οὐκ οἶμαι δὲ, φησὶ, κατὰ τὸν παρόντα βίον τοῦ ἀκροτάτου καταδράξασθαι τέλους αὐτῆς· πολὺς γὰρ ὁ καπνὸς, πολὺς ὁ ζόφος ὁ ἀπὸ τῆς τοῦ σώματος ἀχλύος τοῖς ὄμμασιν ἐπικεχυμένος τοῦ νοῦ· ἀγαπητὸν δέ μοι ἄρα, εἰ καὶ μετὰ τὴν λύσιν τοῦ ἐπιπροσθοῦντος νέφους ἀποσμηξαμένῳ τὰ δακρυώδη κακὰ πάντα ἐντὸς τοῦ Θεοῦ καὶ τῆς εἰλικρινοῦς ἀρετῆς καταληφθῆναι. Ἀλλὰ τίς ἡ αἰτία τῆς κατορθώσεως αὐτῆς; οὔτε γὰρ μόνου τοῦ Θεοῦ τοῦτο δῶρον ὑπάρχει, τὴν ἑαυτοῦ σεμνύνοντος εἰκόνα· πᾶσι γὰρ ἂν κατὰ φύσιν ἀνθρώποις προσῆν, ὡς τὸ λογικὸν καὶ τὸ θνητὸν, καὶ λύοιτ' ἂν οὕτως τὸ αὐτοθελὲς καὶ αὐτ-
Well then, this word too I will set before thy mind, the theological voice trumpets. And what is the word? How thou mayest arrive at the perfection of great virtue, which alone is a pure sacrifice to Him who alone is pure by nature. Yet I do not think, he says, that in the present life I can grasp its utmost end; for great is the smoke, great is the gloom poured from the mist of the body over the eyes of the mind; it would be desirable for me, then, if even after the dissolution of the overshadowing cloud, having wiped away all tearful evils, I should be overtaken within God and pure virtue. But what is the cause of its achievement? For neither is this a gift of God alone, magnifying His own image; for then it would belong to all men by nature, like rationality and mortality, and thus self-determination and free-
PG 38:724Read from the page
εξούσιον· οὔτ' οὖν ἔργον τῆς ἡμετέρας μενοινῆς μόνης, ἤτοι προαιρέσεως· ἀμφοῖν δὲ ὁμολογουμένως χρεὼν, τῆς τε προθέσεως τῆς ἐμῆς καὶ κραταιοτέρας Θεοῦ δεξιᾶς. Ὥσπερ γὰρ ἡ ὅρασις οὔπως ἂν κατὰ τὴν ἕξιν αὐτῆς καθορῴη τὰ ὁρατὰ τοῦ φωτίζοντος ἡλίου χωρὶς (αὐτὸς γὰρ φωτίζει τὴν ὄψιν καὶ πρῶτος ὑπ' αὐτῆς ὁρᾶται), οὕτως ἡ λογικὴ ψυχὴ καὶ αὐτοκίνητος ἀπὸ Θεοῦ ῥωννυμένη, πρὸς τὴν τῆς ἀρετῆς πρᾶξιν διανίσταται ἐξ ἑαυτῆς.
[self-]determining; nor, therefore, a work of our own desire alone, that is, of choice; but confessedly there is need of both, of my own purpose and of the mightier right hand of God. For just as sight could in no way behold visible things according to its own faculty without the illuminating sun (for it illuminates the vision and is first seen by it), so the rational and self-moved soul, being strengthened by God, rises up of itself to the practice of virtue.
Δοιαὶ μὲν μεγάλοιο Θεοῦ, κ. τ. ἑξ.
Two [portions] indeed of great God, and what follows.
Δύο μὲν μοίρας, πρώτην καὶ ὑστέραν, ὡς ἀπὸ τοῦ Θεοῦ πρὸς κατόρθωσιν τῆς ἀρετῆς, μίαν δὲ εἰσφέρεσθαι νοητέον παρ' ἡμῶν.
One must understand that two portions, the first and the last, are contributed as from God towards the achievement of virtue, and one from us.
98 Κεῖνος δεκτὸν ἔθηκε καλοῦ καὶ κάρτος ὀπάζει, κ. τ. λ.
98 He made [man] receptive of the good and bestows strength, etc.
Ὁ μὲν Θεὸς δεκτικὸν ἀρετῆς καὶ τοῦ καλοῦ τὸν ἄνθρωπον ποιήσας, τὰ σπέρματα παρέσχε τοῦ ἀγαθοῦ· αὕτη πρώτη· δευτέρα δὲ μοῖρα παρ' αὐτοῦ, κράτος καὶ ἰσχὺν πρὸς τὴν ἐργασίαν καὶ ἄχρι τέλους ὑπομονὴν δωρεῖται· ἡμέτερον δὲ προθύμως αἱρεῖσθαι τἀγαθόν. Καὶ τοίνυν ἐγὼ τοῦ σταδίου μέσον οἷά τις ἀγωνιστὴς, καὶ οὐδ' ἐλαφρὸς ἄγαν, ταῖς τοῦ σώματος δὲ πέδαις βαρυνόμενος, καὶ τρέχων κατὰ σκοπὸν οὐκ ἀγέραστος, οὐδὲ στεφάνων ἄτερ, τὰ μέλη τοῦ σώματος τοῖς ἅλμασιν ἐκτρίβω καὶ ταῖς ἀγωνίαις· καὶ ταῦτα οὐ τῆς ἐμῆς ἰσχύος ἢ συνέσεως περάναι· Χριστὸς δέ μοι ἀναπνοὴ καὶ ζωὴ, Χριστός μοι δύναμίς ἐστι καὶ δόξα καὶ πλοῦτος καὶ μακαριότης θαυμαστή. « Ὅς με καὶ ὠπήεντα καὶ εὐδρομέοντα, » τοῦτ' ἔστι θεωρητικὸν ἀποδείκνυσι καὶ πρακτικόν. Ὅσοι μὲν οὖν ἀναπνοὴν καὶ εὐσθένειαν εὐμοιροῦσι τὸν Χριστὸν, οὗτοι πρὸς τὸ ἔργον κατορθοῦνται τῆς ἀρετῆς· ὅσοι δ' ἐκείνου χωρὶς ἐξ ἑαυτῶν ἐπιχειροῦσι, μάταιοι οὗτοι ἄνθρωποι καὶ παίγνια πάντες εἰσὶν ἐπίκηρα καὶ φθαρτὰ, νεκροὶ μὲν τῇ ἀπιστίᾳ καὶ ταῖς ἁμαρτίαις ὀδωδότες, μάτην δὲ ζῇν ὑπολαμβάνοντες. Εἴ ποτε ἄρα, φησὶν ὁ θεόσοφος, ὄρνιν ἀέρος ἀπάνευθεν πετόμενον, ἢ χωρὶς ὕδατος ἁλίδρομον ἕρποντα τεθεώρηκας δελφῖνα, καὶ ἄνδρα ὄψει ἄνευ Χριστοῦ πρὸς ἀρετὴν εὐδρομοῦντα καὶ τὸν Χριστόν.
God, having made man receptive of virtue and of the good, furnished the seeds of the good: this is the first; and as a second portion from Him, He bestows might and strength for the work and endurance unto the end; and it is ours eagerly to choose the good. And therefore I, like some contestant in the middle of the stadium, and not very nimble either, but weighed down by the fetters of the body, and running towards the mark not without prize nor without crowns, wear out the limbs of my body in leaps and struggles; and these things are not of my own strength or understanding to accomplish, but Christ is to me breath and life, Christ is to me power and glory and wealth and wondrous blessedness. "Who [makes] me both sharp-sighted and running well," that is, renders me contemplative and practical. As many, then, as have Christ as their happy lot for breath and vigour, these are guided aright towards the work of virtue; but as many as attempt it without Him of themselves, these are vain men and all of them perishable and corruptible playthings, dead in unbelief and stinking with sins, yet vainly supposing that they live. If ever, then, says the divinely wise man, you have beheld a bird flying apart from air, or a sea-coursing dolphin moving without water, you will also see a man without Christ running well towards virtue and towards Christ.
Τῷ μή μοι λίην μεγαλίζεο, κ. τ. ἑξ.
Therefore do not boast too much before me, and what follows.
Ἐπειδὴ, φησὶ, χωρὶς Ἰησοῦ Χριστοῦ τῆς δυνάμεως καὶ συνεργίας οὐ δύνασαι ποιεῖν οὐδὲν, μὴ μεγαλοῤῥημόνει, μηδ' ἐπὶ ταῖς σαῖς ὑψηλοφρόνει φρεσὶν, ὡς φρονιμώτατος καὶ πάνσοφος ὢν, μηδὲ πρὸς τὸν κατ' ἀρετὴν ἐλαττούμενον ὁρῶν, εἰς ὕψος ἀρθῇς, ὡς πάντων ὑπερέχων καὶ τοῦ τελείου ἥκων ἐγγύς. Καὶ γὰρ τοῦ ἀκροτάτου τέλους τῆς ἀρετῆς (τοῦτο γὰρ σημαίνει τὸ τέρμα) οὐκ ἔστιν ἐπιτυχῆ γενέσθαι, οὐκ ἔστιν ἐπιβῆναι τῆς τελειότητος τὸν μὴ τὸ τοῦ ἀγῶνος τέλος καὶ τῆς κατὰ Χριστὸν τεθεαμένον ὁδοῦ. Ἔτι οὖν ἐν σαρκὶ διαβιοὺς, ἐντὸς μένειν τοῦ τέρματος, καὶ μήπω τὸν δρόμον τετελεκέναι, μηδὲ τῆς ὄντως ἐπιλαβέσθαι μεγαλοφρόνει ζωῆς.
Since, he says, without the power and cooperation of Jesus Christ you can do nothing, do not speak boastfully, nor be high-minded in your thoughts as though being most prudent and all-wise, nor, looking at one who falls short in virtue, be lifted up on high as surpassing all and having come near to perfection. For it is not possible to attain the highest end of virtue (for this is what the turning-post signifies), nor is it possible to step upon perfection for one who has not beheld the end of the contest and of the way according to Christ. While still living in the flesh, therefore, do not boast as though you were remaining within the goal, and had already finished the race, and laid hold of the true life.
113 Λίην μὲν τρομέειν, λίην δέ τε μὴ βλεμεαίνειν, κ. τ. λ.
113 To tremble exceedingly, and not to be exceedingly confident, etc.
Τὸ μὲν τρέμειν Θεὸν ζῶντα καὶ φοβεῖσθαι, λίαν
To tremble at and fear the living God, exceedingly
PG 38:725Read from the page
συμβάλλεται τῷ ἀγωνιζομένῳ· οὕτω γὰρ παντὸς φαύλου πράγματος ἀφέξεται· λίαν δὲ βλεμεαίνειν καὶ πρὸς τὴν τοῦ Θεοῦ θεωρίαν ἀνευλαβῶς ἐξεστηκέναι οὐκ ἀσφαλές. Καὶ γὰρ τοῦτο ὑψοῦντος ἑαυτόν ἐστιν ὡς ἠγγικότος Θεῷ· ἐξ οὗ καὶ εἰς αἱρέσεις ἀτόπους οὐκ ὀλίγοι ἐξετράπησαν, ὅτι ὑψηλοφροσύνη πτώματος αἰτία· ὥσπερ καὶ ἐλπὶς μετὰ ταπεινοφροσύνης ἀνυψοῖ· ἀεὶ δὲ ταῖς μεγάλαις ὑπερηφανίαις ἀντιτάσσεται καὶ ὀργίζεται ὁ Κύριος.
helps the one who contends; for thus he will abstain from every base deed; but to be overly arrogant and to stand outside oneself without reverence towards the contemplation of God is not safe. For this too is the mark of one who exalts himself as having drawn near to God; from which cause not a few have also turned aside into absurd heresies, because haughtiness is a cause of falling; just as hope with humility exalts; and the Lord always sets Himself against and is wroth with great arrogances.
Μάρπτε τὸ μὲν, κ. τ. ἑξ.
Seize the one, etc.
Ὁ δὲ διὰ τούτων δηλοῖ, τοῦτ' εἶναι πείθομαι· Ἄλλο μὲν τῶν θείων χαρισμάτων τοῦ Πνεύματος κράτει χερσὶ νοηταῖς περιδρασσόμενος, ἄλλο δὲ προσδοκῶν τῇ ἐλπίδι ταμιεύου· τῷ ἀνεφίκτῳ δὲ καὶ ὑπὲρ τὴν σὴν ἀξίαν ὑποχώρει εὐλαβούμενος· τοῦτο γὰρ σώφρονος νοῦ καὶ φρονήσεως, τῆς ἰδίας βιώσεως ἐξεπίστασθαι τὰ μέτρα. Καὶ γὰρ ἴσον κακόν ἐστι καὶ ὁμοίως ἐπικίνδυνον ἀπελπίζειν τε τὰ ἀγαθὰ (ἀπόγνωσις τοῦτο γὰρ), καὶ θαῤῥεῖν περισσῶς, ὡς εὐπετὲς ἄριστον εἶναι καὶ τέλειον (θρασὺ γάρ)· ἀμφοτέρως δὲ τοῦ καλοῦ διαμαρτάνων, τοῦ κακοῦ τὴν ἵδρυσιν βεβαιώσαις σεαυτῷ.
What he signifies by these words, I am persuaded is this: Hold fast one of the divine gifts of the Spirit, grasping it with intelligible hands, and store up another in expectation by hope; but before what is unattainable and above your worth, withdraw with reverence; for this is the part of a sober mind and of prudence, to know thoroughly the measures of one's own life. For it is an equal evil and alike dangerous both to despair of good things (for this is despondency) and to be overly confident, as though it were easy to be best and perfect (for this is rashness); and missing the mark of the good in both ways, you would confirm for yourself the establishment of evil.
Αἰεί σοι τὸ βέλεμνον, κ. τ. ἑξ.
Always let your arrow, etc.
Ὁ δόκιμος τοξότης κατὰ σκοπὸν ἀεὶ βάλλειν τὸ βέλος ἀγωνίζεται· ὡσαύτως καὶ τῷ ἀγωνιστῇ προσήκει εὐστόχως ἀεὶ τὸν εὐσεβῆ λογισμὸν τῇ πράξει κατευθύνειν τῆς ἀρετῆς, ὡς μήθ' ὑπερβάλλειν τῆς σωτηριώδους ἐντολῆς (κενόδοξον γὰρ), μήτ' οὖν ἐλλιπῶς ἐργάζεσθαι δοκεῖν· ῥάθυμον γάρ. Ὑπερβολὴ γὰρ καὶ ἔλλειψις ἐπίπαν ἀπευκτὰ, πρὸς ἀσυμμετρίαν διεκπίπτοντα· ὥσπερ καὶ τὸ βέλος, ἢ τὸν σκοπὸν ὑπερτεῖνον τοῦ τοξεύοντος, ἢ ἐντὸς αὐτοῦ πῖπτον, ὁμοίως τοῦ δέοντος διαμαρτάνει· οὕτω κατὰ θεωρίαν, οὕτω κατὰ πρᾶξιν.
The approved archer strives always to shoot his arrow at the mark; in like manner it befits the contender also to direct his pious reasoning with good aim always by the practice of virtue, so as neither to overshoot the saving commandment (for that is vainglorious), nor yet to seem to work deficiently; for that is sluggish. For excess and deficiency are altogether to be deprecated, falling away into disproportion; just as the arrow, either overshooting the archer's mark or falling short of it, equally misses what is right; so in contemplation, so in practice.
126 Ἢν μεγαλοφρονέῃς, μέμνησ' ὅθεν ἐς βίον [ἦλθες, κ. τ. λ.
126 If you are high-minded, remember whence into life [you came, etc.
Ἐπειδὴ μέγα τι κτῆμα καὶ τίμιον ὁ ἄνθρωπος διὰ τὴν εἰκόνα καὶ τὴν ἀρετὴν, μάταιον δὲ καὶ οὐδὲν διὰ τὸ σῶμα καὶ τὴν κακίαν μαρτυρεῖται, ἐὰν, φησὶν ὁ κλεινὸς ἡμῶν μετὰ τὸν Χριστὸν καθηγητὴς, τῆς γηΐνης φύσεως ἐπιλαθόμενος καὶ ῥευστῆς, μεγαλοφρονήσῃς διὰ τὴν εἰκόνα, ἐγώ σε τῆς γῆς ὑπομνήσω, ὅθεν παρῆλθες ἐς τὸν βίον, καὶ τί μὲν πρὸ τοῦ γενέσθαι, ὅτι οὐδὲν, τί δὲ ἦσθα τοῖς μητρῴοις χωρίοις ἔτι ἐγγεννώμενος· ῥύσις γὰρ κατ' ὀλίγον εἰς σάρκα πηγνυμένη. Ὑπομνήσω καὶ τί ἔσῃ μετὰ ταῦτα· κόνις γὰρ πάντως καὶ σκώληκος δαπάνη, τῶν ταλαιπωροτάτων ἐν νεκροῖς πλέον ἔχων οὐδέν. Ἐὰν δὲ, φησὶ, τὸ ὕψος ἀφεὶς περιαθρεῖν (ὅπερ οὐχὶ σὸν, ἀλλὰ τοῦ Πλάστου ἐστὶ τοῦ σοῦ), ὡς γήϊνος πεφυκὼς ἐξευτελίζεις σαυτὸν καὶ ταπεινοῖς, ἐγώ σε ποίημα ἀναγορεύσω Θεοῦ· ἐκεῖθεν ἐπάγης, οὐράνιος διὰ τὸ πνεῦμα, χθόνιος δὲ διὰ τὴν σάρκα· θεὸς οὐχ ἄκτιστος, ἀλλὰ κτιστός· ἔργον ἀείμνηστον καὶ ἀνεπίληστον, τοῖς τοῦ Χριστοῦ πάθεσιν ἀφθαρτιζόμενον, καὶ εἰς δόξαν αἰώνιον καταντῶν καὶ ζωήν.
Since man is attested to be a great and precious possession through the image and virtue, but vain and nothing through the body and wickedness, if, says our illustrious guide after Christ, forgetting your earthly and fleeting nature, you are high-minded because of the image, I will remind you of the earth, whence you came into life, and what you were before being born, namely nothing, and what you were while still being engendered in the maternal regions; for you were a flux little by little congealing into flesh. I will remind you also what you will be hereafter: altogether dust and food for the worm, having nothing more than the most wretched among the dead. But if, he says, leaving aside the height to contemplate (which is not yours, but your Fashioner's), as being earthly by nature you count yourself cheap and humble yourself, I will proclaim you a work of God: from thence were you compacted, heavenly through the spirit, earthly through the flesh; a god not uncreated, but created; a work ever-memorable and unforgettable, rendered incorruptible by the sufferings of Christ, and attaining unto eternal glory and life.
Τούνεκα μὴ σάρκεσσι χαρίζεο, κ. τ. ἑξ.
Therefore do not indulge the flesh, etc.
Τοιοῦτον γεγεννημένον, οὐράνιον ἅμα καὶ ἐπίγειον, οὐ βούλομαί σε, ὦ ἄνθρωπε, πάντα χαρίζεσθαι τῇ σαρκί· τὸ πλεῖον δὲ νέμειν ὡς κρείττονι τῷ πνεύ-
Born such a being, heavenly at once and earthly, I do not wish you, O man, to indulge the flesh in all things; but to allot the greater part, as to the better, to the spi-
PG 38:728Read from the page
ματι, καὶ μὴ τὰ περισσὰ τοῦ βίου φιλεῖν, καὶ θησαυρίζειν ματαίους ἐπὶ γῆς θησαυροὺς, τὸν ναὸν δὲ ταῖς ἀσκήσεσι καθαίρειν καὶ πάσαις βελτιοῦν ἀρεταῖς.
and not to love the superfluities of life, and to store up vain treasures upon earth, but to purify the temple by ascetic practices and to better it with all virtues.
136 Νηὸς γὰρ μεγάλοιο Θεοῦ βροτός, κ. τ. λ.
136 For a mortal is the temple of the great God, etc.
Εἰπὼν ὅτι χρὴ κοσμεῖν τὸν ναὸν καὶ ἀεὶ βελτίω ποιεῖν, τίς ὁ τοῦ Θεοῦ ναὸς οὗτός ἐστιν, ὃν πεποίηκεν ὁ Κύριος, εὐθὺς ἐπάγει τὸν ἄνθρωπον εἶναι, ὃς ἀπὸ γῆς καὶ τοῦ γηΐνου φρονήματος τῆς πρὸς Θεὸν καὶ τὸν οὐρανὸν ἀρξάμενος κινήσεως, διὰ πνεύματος αἴρεται ὑψοῦ. Τοῦτον ἐγὼ, φησὶν ὁ ἱερὴς θεολόγος, πᾶσιν ἔργοις καὶ λόγοις ἀγαθοῖς εὐώδη τηρεῖν, καὶ Θεῷ εὐάρεστον καὶ δόκιμον φυλάσσειν, εἰς ἀεὶ παραινῶ· ἀεί τε κατὰ νοῦν ἔχοντα τὸν Χριστὸν ἐνιδρυμένον, καὶ ἀεὶ ἁγνὸν ὄντα, οὐ δοκοῦντα, ἀληθινόν τε τῷ ὄντι, ἀλλ' οὐκ οἰήσει ψιλῇ νομιζόμενον τοιοῦτον εἶναι, ἐγὼ παρακελεύομαι· καὶ μὴ ὥσπερ πλοῖον μίλτῳ καὶ χρώμασι διανθιζόμενον, ἢ τισι ἄλλοις παρασήμοις κάλλεσιν ἀστράπτον, τοῖς τῆς θαλάσσης νώτοις ἐπιπλεῖ· μὴ καὶ σὺ χρώμασιν οὕτω τῆς ἀρετῆς ποικίλλων ἑαυτὸν, καὶ ὑπὸ τῶν ὁρώντων θαυμαζόμενος καὶ ἐπαινούμενος, ἐν ὑποκρίσει διαλάθῃς ἐκπερῶν τὸν βίον· μιμοῦ δὲ ναῦν ἀγαθὴν καὶ ἰσχυρὰν, κρατίστοις καὶ στεῤῥοτάτοις τοῦ Πνεύματος νόμοις καὶ Χριστοῦ Ἰησοῦ ὡς ναυπηγοῦ δικαιώμασι καὶ δόγμασιν οἷα γόμφοις ἡρμοσμένην καὶ συμπεπηγμένην, ὀξέως τε καὶ εὐτόνως τὰ τῶν πειραζόντων διεκδύνων κύματα, πρὸς τοὺς γαληνίους ὅρμους καὶ ἀκυμάντους τοῦ Πατρὸς καταπαύοις μονάς.
Having said that one must adorn the temple and always make it better, as to who this temple of God is which the Lord has made, he straightway adds that it is man, who, having begun his movement towards God and heaven from the earth and earthly mind, is lifted up on high through the Spirit. This temple, says the sacred theologian, I exhort you for ever to keep fragrant with all good works and words, and to guard well-pleasing and approved to God; and I urge you always to have Christ established in your mind, and always to be pure, not seeming so, and truly genuine, not merely supposed to be such by bare opinion; and not, just as a ship decked out with red lead and colours, or flashing with some other conspicuous ornaments, sails over the backs of the sea, lest you too, thus variegating yourself with the colours of virtue and being admired and praised by onlookers, pass unnoticed through life in hypocrisy; rather imitate a good and strong ship, fitted and compacted as with bolts by the mightiest and firmest laws of the Spirit and the ordinances and decrees of Christ Jesus as shipwright, and, swiftly and vigorously slipping through the waves of those who tempt you, may you come to rest at the calm havens and waveless mansions of the Father.
145 Πᾶς μὲν ἴοι προπάροιθε, κ. τ. λ
145 Let everyone indeed go before, etc.
Περὶ προτιμήσεως ἢ περὶ πρωτοκλισίας οὐδείς μοι λόγος, ὁ τῆς ταπεινοφροσύνης ὑποφήτης λέγει· πᾶς ἔμπροσθέν μου προτρεχέτω καὶ προτετιμήσθω τῷ Θεῷ, ὡς ἂν παρασταίη ἀρεστόν. Οὐ γὰρ φιλοπρωτεύειν ἔμοιγε· μόνον δὲ τοῦ Θεοῦ ἅπαντες ἐξέχοισθε, πάντες ὅσοι κατὰ κόσμον σοφοὶ, ὅσοι δυνατοὶ, ὅσοι πλούσιοι καὶ πτωχοί· τὰ πάντων πρυμνήσια, οἱ ἀπὸ γῆς καὶ τῆς αὐτῶν καρδίας ἀναβαίνοντες λογισμοὶ, τοῦ ἀψεύστου καὶ ἀσαλεύτου ἕρματος ἢ στηρίγματος τῆς ἀληθείας ἐξήφθωσαν Χριστοῦ· μάλιστα δὲ πάντων ἐμοὶ τοῦτο ἔφη πρεπωδέστατον ποιεῖν, ὡς ὑψιθρόνῳ τυγχάνοντι καὶ ἐν θυσίαις λαῶν ἱερῶν ἡγουμένῳ πρὸς τὸν οὐρανὸν ἀπὸ τῆς γῆς· ᾧ τοσούτῳ βαρὺ καὶ κινδυνῶδες ἐσκοτισμέναις ἐννοίαις ἢ πράξεσιν ἀτιμάζειν τὸν Χριστὸν, ὅσῳ μοι κλέος ἀγαθὸν ἔσται καὶ δόξα, ἐπειδὰν ἀμωμήτως ἐγγίσω τῷ Θεῷ.
Concerning preference or the first seat I have no concern, says the spokesman of humility; let everyone run ahead before me and be preferred before God, as may seem pleasing. For it is not for me to love the first place; only cling all of you to God, all who are wise in the world, all who are mighty, all who are rich and poor; let the stern-cables of all—the thoughts ascending from earth and from their heart—be fastened to Christ, the unlying and unshaken ballast or stay of truth; and most of all, he said, it is most fitting for me to do this, as being enthroned on high and leading sacred peoples in sacrifices from earth towards heaven; for whom it is just as grievous and perilous to dishonour Christ by darkened thoughts or deeds, as it will be good renown and glory to me when I draw near to God blamelessly.
Καὶ γὰρ δὴ μέτροισι Θεοῦ, κ. τ. ἑξ.
For indeed by the measures of God, and what follows.
Ὃ δὲ λέγει, τοιοῦτον εἶναί μοι δοκεῖ, ὅτι κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ τῆς ἐν ἀρχῇ δεδωρημένης τοῖς πιστεύουσι καὶ ὁ βίος αὐτοῖς ἀκολουθεῖ· καὶ αὖ πάλιν· Κατὰ τὰ μέτρα τοῦ βίου ἀναλόγως αὐτοῖς καὶ τὰ γέρα τῶν πόνων ἀπαντήσει πρὸς Θεοῦ. Οὕτω δὲ φρονῶν καὶ κατὰ τόνδε τὸν τύπον ἐν ἀρεταῖς διαβιώσας, ἀσφαλῆ καὶ εὐάρεστον διαπερανεῖς τὴν ἐν σώματι ζωήν· οὐ μόνον δὲ, ἀλλὰ καὶ μετέπειτα, τοῦ σκιώδους βίου σου τοῦδε καὶ φθαρτοῦ ἐν ἡμέρᾳ ἐξόδου λυομένου, σὺν ἀρίστῃ πομπῇ καὶ ὁδηγίᾳ ἀγ-
What he says seems to me to be of this sort, that according to the measure of the gift of Christ bestowed in the beginning upon those who believe, their life also follows; and again: According to the measures of life, in proportion to them the prizes of their labours will also meet them from God. Thinking thus and having lived through life in virtues according to this pattern, you will complete your life in the body safely and acceptably; and not only so, but also afterwards, when this shadowy and corruptible life of yours is dissolved on the day of departure, with the best escort and guidance of an-
Notes, col. 728

On the reading

Printed ἱερὴς, for ἱερὸς.