Migne Reading Room

PG 38 · cols. 741–752 · Read from the page

Of Nicetas David * Paraphrase of the arcane poems of St Gregory, edited in Greek by Ern. Droncke, and by us in Greek and Latin

Of Nicetas David * Paraphrase of the arcane poems of St Gregory, edited in Greek by Ern. Droncke, and by us in Greek and Latin

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 38:741Read from the page
κάμπτει, Τάρταρον ἠερόεντα, σκοτεινὸν ᾍδου χῶρον καὶ ἀλαμπῆ λίαν φαντάζεσθαι παρασκευάζει, Πυριφλεγέθοντας οὓς δή φασιν Ἕλληνες, γέενναν δὲ καὶ πῦρ ἄσβεστον τὰ θεαρχικὰ λόγια καλεῖ, ἱμάσθλας τε πρὸς αὐτοῖς, τιμωρίας φημὶ καὶ κολάσεις καὶ δαίμονας, τιμωρητικὰς οἶμαι δυνάμεις, τῶν ἡμετέρων πράκτορας ψυχῶν, τὰς ἡμῖν μὲν συνεργούσας ἄρτι πρὸς τὴν ἁμαρτίαν, ἐν καιρῷ δὲ κρίσεως τιμωροῦσι μὲν ἐνδίκως, ὡς ἐπακολουθήσαντας αὐτῶν ταῖς ὑποβολαῖς, καὶ αὐταὶ δὲ ἐπὶ τὸ διπλάσιον συντιμωρηθήσονται τοῖς ὑπευθύνοις, ὡς καὶ συμβουλευσάμεναι τὰ τῷ Θεῷ στυγητὰ καὶ συμπραξάμεναι, δι' ὃ καὶ πράκτορες τῶν ἡμετέρων εἴρηνται ψυχῶν. Ταῦτα δὲ, φησὶ, πάντα μῦθος μὲν λεγόμενα, καὶ ὑπόθεσις γέλωτος καθίσταται τοῖς ἀσεβέσι· μόνον δὲ τὸ κατὰ τὸ παρὸν ἡδὺ καὶ ἐράσμιον αὐτοῖς νομισθὲν ἀπρὶξ ἀγαπῶντες καὶ περιεχόμενοι, τῆς ἐν ἐλπίσι βασάνου οὐδ' ἡντινοῦν ποιοῦνται ἐπιστροφήν.
you down, and makes you imagine misty Tartarus, the dark and utterly lightless region of Hades, the Pyriphlegethons as the Greeks call them, which the thearchic oracles call Gehenna and unquenchable fire, and scourges besides them, I mean punishments and chastisements and demons, avenging powers, I suppose, exactors of our souls, who now cooperate with us towards sin, and in the time of judgement punish us justly, as having followed their promptings, while they themselves also shall be punished doubly together with the guilty, as having both counselled and joined in doing what is hateful to God, wherefore they are also called exactors of our souls. All these things, he says, when spoken of, are regarded as a myth and a subject of laughter by the impious; loving and clinging tightly only to what is deemed sweet and lovely for the present, they pay no heed whatsoever to the torment in prospect.
Λώϊον ἦν ἀλιτροῖς, κ. τ. ἑ.
Better were it for the sinful, and so forth.
Τοῦτο οἶμαι τὸν θεοφόρον ἄνδρα διὰ τοῦδε παραδηλοῦν τοῦ ἔπους, ὡς βέλτιον ἦν ἄρα καὶ λυσιτελὲς τοῖς ἁμαρτωλοῖς μὲν ἀτιμώρητα εἶναι κατὰ τὸν αἰῶνα τὸν μέλλοντα καὶ πεῖραν τῆς ἐκεῖ κολάσεως μὴ λαβεῖν, εἴπερ ἐμὲ κατὰ τὸν παρόντα ταῖς τῆς κακίας τοῦ βίου δυσχερείαις ἀσχάλλειν καὶ ἀνιᾶσθαι· ἢ οὕτως· Συνέφερε τοῖς ἐνόχοις, τῆς ἁμαρτίας ἀφεθεῖσιν, ἀπηλλάχθαι τῆς βασάνου, καὶ ἐμὲ τοῖς τοῦ βίου κακοῖς οὑτωσὶ ταλαιπωρεῖσθαι.
This I think the God-bearing man intimates through this verse, that it were better then and profitable for sinners to be unpunished in the age to come and not to experience the chastisement there, if indeed I in the present age am distressed and grieved by the hardships of the evil of life; or thus: It was expedient for the guilty, being forgiven their sin, to be freed from torment, and for me to be thus afflicted by the evils of life.
109 Ἀλλὰ τί μοι βροτέων, τί δέ μοι τόσον ἄλγε' ἀείδειν, κ. τ. λ.
109 But why should I sing so much of mortal woes, etc.
Παραμυθίαν ταῖς αὑτοῦ συμφοραῖς καὶ τοῖς τοῦ σώματος ἄλγεσιν ὁ ἱερώτατος ἐπινοῶν πρεσβύτης, Ἵνα τί μοι, ἔφη, ἐπὶ τοσοῦτον τὰ τῶν ἀνθρώπων ἐκτραγῳδεῖν ὀδυνηρὰ καὶ τὰς συμπιπτούσας ταλαιπωρίας καταλέγειν;
Devising consolation for his own misfortunes and the pains of his body, the most sacred elder said: Why should I recount in tragic strain to such an extent the painful things of men and enumerate the miseries that befall them?
Πᾶσιν ἔπεστιν ἄχος.
Grief lies upon all things.
Πᾶσι ζώοις καὶ πᾶσι τοῖς τοῦ κόσμου στοιχείοις λύπη καὶ ἐναντίωσις παρίσταται, οὐ μόνον δὲ, ἀλλὰ καὶ τοῖς ἀσωμάτοις αὐτοῖς· καὶ αὐτῇ τῇ ὑπερασωμάτῳ Τριάδι τὸ ἀντίξουν καὶ ἀντικείμενον παρομαρτεῖ. Καὶ γὰρ ἵνα τὰς τῶν ζώων καὶ τῶν ἄλλων παρῶ διαφθορὰς, αὐτὴ ἡ γῆ τὸ στοιχεῖον οὐκ ἀτίνακτος οὐδ' ἄσειστος παντελῶς καὶ ἀτρεμής· πνεύματα δὲ κρυφαίως αὐτὴν διαλαμβάνοντα, ὅταν ἄνωθεν λάβῃ τὸ ἐνδόσιμον, ἀνατινάσσουσί τε αὐτὴν καὶ ὡς τῷ ἐπιτρέποντι φίλον ἐντινάσσουσιν· καὶ αἱ ὧραι δὲ τοῦ ἔτους ταχινῶς ἀλλήλαις ὑποχωροῦσαί τε καὶ ὑπαπιοῦσαι, τρόπον τινὰ ὑπ' ἀλλήλων ἀνατρέπονται, χειμῶνος μὲν ὑπὸ θέρους διὰ τοῦ ἔαρος μεσολαβοῦντος λυομένου, θέρους δὲ αὖ διὰ τοῦ μεταξὺ φθινοπώρου ἀφανιζομένου· ὥσπερ γε καὶ ἡμέραν μὲν κατέπαυσε νὺξ, νύκτα δ' ἀπώλεσεν ἡ ἕως ἀνίσχουσα· πάλιν· Χειμὼν μὲν ἐπιγενόμενος ζοφοῖ τὸν ἀέρα καὶ σκοτάζει, ἥλιος δὲ λάμψας ἀστέρας ἀμαυροῖ· καὶ ἡλίῳ μὲν νέφος ἐπιπροσθοῦν διακόπτει τὴν αἴγλην, σελήνη δὲ φθίνουσα καὶ εἰς παντελῆ
Upon all living creatures and all the elements of the world grief and opposition attend, and not only upon them, but upon the incorporeal beings themselves; even the super-incorporeal Trinity itself is accompanied by what is adverse and opposed. For to pass over the corruptions of living creatures and of the rest, the earth itself as an element is not wholly unshaken, unmoved, and still; rather winds secretly pervading it, whenever they receive the signal from above, shake it up and agitate it as pleases Him Who permits it; and the seasons of the year also, swiftly giving way and retiring before one another, are in a manner overthrown by one another, winter being dissolved by summer through the intervening spring, and summer in turn vanishing through the intermediate autumn; just as night brings day to an end, and the rising dawn destroys night; again, a storm coming on darkens and obscures the air, and the sun shining dims the stars; and a cloud passing in front of the sun interrupts its splendour, while the moon waning and going to complete
PG 38:744Read from the page
φθίσιν ἰοῦσα, ἀναζῇ πάλιν καὶ ὡς ἀρτιγέννητος βλέπεται φωτιζομένη· αὐτὸς δὲ ὁ ἀστεροφανὴς οὐρανὸς οὐχ ὅλος ὅσος ἐστὶ πώποτε κατῶπται, ἀεὶ δὲ ἡμιφανὴς ὁρᾶται καὶ τῷ ἡμισφαιρίῳ κατακέκρυπται· καὶ τὰ μὲν ὁρώμενα τοῦ κόσμου στοιχεῖα τόνδε τὸν τρόπον μετατρέπεται, καὶ σὺ δὲ, φησὶν, αὐτὸς, ὦ βάσκανε δράκον, ὦ πάτερ φθόνου καὶ ἁμαρτίας ῥίζα καὶ πηγὴ, καὶ σὺ, ὦ Σατᾶν ἀνθρωποκτόνε, ἐν τοῖς ἀγγελικοῖς χοροῖς ὥσπερ ἐν ἀστράσιν ἑωσφόρος δεικνύμενος λαμπρότατος, εἶτα σκότος διὰ τὴν ἔπαρσιν γενόμενος, τῶν οὐρανίων, ὡς αἶσχος, ὡς βδέλυγμα ἐξωλίσθησας οἰκητηρίων. Καὶ τὰ μὲν περὶ τῆς κτιστῆς φύσεως ἐχέτω ταύτῃ· τί δὲ ἡ ἄκτιστος καὶ ἀγένητος Τριὰς καὶ κατά γε τὴν αὑτῆς φύσιν ἀναλλοίωτος καὶ ἄτρεπτος, ἆρά γε παντάπασι κἂν αὕτη πᾶσαν διεξέφυγεν ἀντιλογίαν; Ἀλλ' ἵλεώς μοι, ἵλεως γένοιο, Τριὰς ἁγία ἢ ὑπεραγία, ὁ ἁγιώτατός σου εὐλαβούμενος ἐπιφθέγγεται ἱερολόγος, ὡς οὐδ' αὐτὴ πάντῃ τῶν ἀφρόνων ἀνθρώπων διέδρασας τὴν γλωσσαλγίαν. Φασὶ γὰρ τολμητίαι κακῶς αὐθαδιζόμενοι· Πρῶτον ἦν ὁ Πατὴρ, εἶτα τὸν μέγαν ἐγέννησεν Υἱὸν, ἔπειτα τὸ τοῦ μεγάλου Θεοῦ Πνεῦμα, ὡς ἐν βαθμῶν ἀνισότητι κατ' οὐσίας ὑπόβασιν τοῖς αἱρεσιώταις ποικίλως βλασφημεῖται.
decay, revives again and is seen illumined as though newly born; and the star-lit heaven itself has never been beheld whole in its full extent, but is always seen half-visible and hidden by the hemisphere; and the visible elements of the world are transformed in this way; and thou thyself too, he says, O envious dragon, O father of envy and root and fountain of sin, and thou, O man-slaying Satan, having been shown forth most brilliant among the angelic choirs like the morning star among the stars, and then having become darkness through arrogance, didst slip out of the heavenly dwellings as a disgrace, as an abomination. Let things concerning created nature stand thus; but what of the uncreated and unbegotten Trinity, which in its own nature is unalterable and unchangeable—has even it altogether escaped all contradiction? Nay, be propitious to me, be Thou propitious, O holy or rather all-holy Trinity, Thy most holy sacred speaker cries out in reverence, since not even Thou hast altogether escaped the loose-tongued babbling of foolish men. For bold men, wickedly presuming, say: First was the Father, then He begot the great Son, then the Spirit of the great God, so that it is variously blasphemed by the heretics in an inequality of degrees according to a subordination of essence.
Ποῖ στήσεις με φέρουσα, κ. τ. ἑξ.
Whither wilt thou carry and halt me, and so forth.
Ὦ γλῶσσα κακοφραδὲς, κακόσχολε καὶ βλάσφημε, ποῦ με φέρουσα στήσεις τῶν δυσφημιῶν; Ὅπου μέριμνα, καὶ βαθὺς νοημάτων ἴλιγγος προσίσταται. Ἵστασο τῆς ἀλογίστου ῥύμης ἐπέχουσα σαυτὴν, τῷ στόματί σου τιθεμένη φυλακὴν καὶ εἰδυῖα, ὡς ὑπερουσίως τῶν ὄντων ὑπερίδρυται κατὰ φύσιν ὁ θεός· καὶ δεύτερα πάντα τῆς αὐτοῦ μεγαλειότητος ὑποχώρει, τῷ λόγῳ τῆς ἀληθείας ἡττωμένη, καὶ τοῖς κτίσμασι τὸν Κτίστην παντελῶς μὴ παρεικάζουσα, ἀλλὰ μηδ' ὅτι ματαίως τὸν ἄνθρωπον ἔκτισεν ὑπονοήσῃς· καὶ γὰρ παλινῳδίαν, τὸ δὴ λεγόμενον, ᾄδων ἵσταμαι, τοῖσδε τοῖς λόγοις ἐρεισθεὶς, ὡς ἥκιστά με εἰς κενὸν ἐδημιούργησεν ὁ Θεός· τοῦτο γὰρ ὀλιγοψυχίας καὶ ὀλιγοφροσύνης ἀνθρωπίνης ῥῆμά ἐστι καὶ λογισμός. Νῦν μὲν γὰρ, φησὶ, ζόφος ἀγνοίας καὶ ἀχλὺς τῶν πραγμάτων κατακεχυμένη οὐκ ἐᾷ τὴν ἀλήθειαν καὶ τὴν αἰτίαν τῆς αὐτῶν μεταβολῆς καὶ τροπῆς καθαρῶς καταθρεῖν· μετὰ ταῦτα δὲ λόγος γνώσεως ὡς φῶς τοῖς τῆς ἀληθείας ἐφιεμένοις ἀνατελεῖ, καὶ πάντα, φησὶ, τρανῶς κατανοήσεις, ὡς καλῶς καὶ σοφῶς οἰκονομεῖται τῷ τῶν ἁπάντων προμηθεῖ καὶ προνοητῇ· ἢ ὡς φῶς ὁρῶν τὸν Θεὸν καὶ ἐν αὐτῷ τοὺς λόγους τῶν γινομένων καταφωτιζόμενος, ἢ ὡς πυρὶ τούτῳ δαπτόμενος καὶ κολαζόμενος, εἴσῃ πάντα δι' αὐτοῦ γίνεσθαι καὶ δίκαια καὶ ἀληθινὰ καὶ λυσιτελῆ καὶ πιστά.
O ill-counselled, malicious, and blasphemous tongue, where wilt thou carry and halt me in thy evil-speakings? Where care and a deep dizziness of thoughts confront one. Halt, restraining thyself from thy reckless rush, setting a guard upon thy mouth and knowing that God is by nature established super-essentially above all beings; and give way, placing all things second to His majesty, overcome by the word of truth, and in no wise likening the Creator to creatures, nor even supposing that He created man in vain; for indeed, singing a palinode, as the saying goes, I stand firm, supported by these words, that by no means did God fashion me in vain; for that is a saying and reasoning of human faint-heartedness and small-mindedness. For now indeed, he says, a gloom of ignorance and a mist poured over things does not allow one to behold clearly the truth and the cause of their change and turning; but hereafter a word of knowledge shall rise like light for those who long for the truth, and thou shalt clearly understand all things, he says, how nobly and wisely they are administered by the Forethinker and Provider of all; either seeing God as light and being illumined in Him as to the reasons of what comes to pass, or being devoured and chastised by Him as by fire, thou shalt know that all things come to pass through Him as righteous, true, profitable, and faithful.
Ὣς μοι ταῦτ' ἐπάεισε φίλος νόος, κ. τ. ἑξ.
Thus my dear mind sang these things to me, and so forth.
Ὡς τοὺς τοιούτους λογισμοὺς κατὰ τὸ εἰρημένον ἄλσος ἐκεῖνο ἀνακεκλιμένῳ καὶ τρυχωμένῳ ὁ φίλος νοῦς κατεπᾴδων μοι παρεμυθεῖτο καὶ τὸ τοῦ σώματος ἔπεψε πραϋνθὲν, κἀγὼ, φησὶ, τῆς ὥρας ὀψὲ διαναστὰς τοῦ παραδείσου εἰς τὴν οἰκίαν ἐπανᾔειν, ἄλλοτε μὲν οὖν γελᾷν μοι τὸν ἄλλως ἢ οὕτως, ὡς προείρηται, φρονοῦντα ἐπᾔει· καὶ γὰρ ἑτερόφρων ἅπας ὁ
When my dear mind, chanting such reasonings to me as I lay reclined and worn out in that aforesaid grove, consoled me and soothed the affliction of my body once calmed, I also, he says, rising up late in the hour from the garden, returned to the house; at one time then it came upon me to laugh at him who thinks otherwise than thus, as has been said before; for indeed every man of another mind who
PG 38:745Read from the page
μὴ τοῖς τῆς μιᾶς καὶ πρώτης ἀληθείας στοιχῶν λόγοις, καὶ αὐτοῖς ἀσφαλῶς ἐνιδρυμένος. Πῇ μὲν οὖν τῶν τοιούτων ταλανίζων τὴν ἄνοιαν ἐγέλων, πῇ δὲ καὶ τῇ λύπῃ τὴν ψυχὴν ἐπυρπολούμην· οὐ γὰρ κατὰ τὴν Δημόκριτον ἄκρατος ὁ γέλως, ἀλλὰ κατὰ τὸν φιλάνθρωπον Ἰησοῦν καὶ τῆς ὄντως φιλοσοφίας ἀρχηγόν. Οὕτω μοι τοῦ νοῦ τοῖς λογισμοῖς, τῷ γέλωτι καὶ τῇ λύπῃ ἀγαθοπρεπῶς μαχομένῳ καὶ μεριζομένῳ ἐπανῆκον. Ταύτης τῆς φιλοσοφίας καὶ ἡμᾶς διὰ τοῦ θεολόγου σου, Χριστὲ Ἰησοῦ, καταξιώσας, καὶ τοῖς αὐτοῖς λογισμοῖς καὶ λόγοις καὶ δόγμασιν ἐμπεδώσας καὶ καταρτισάμενος, τῆς σῆς ἀληθείας καὶ θεοσοφίας μετόχους ἀνάδειξον εἰς τοὺς αἰῶνας. Ἀμήν. Περὶ φύσεως ἀνθρωπίνης λόγος ιʹ.
not walking in line with the words of the one and first truth, and firmly established in them. In one way, then, bewailing the folly of such men I laughed, and in another I was inflamed in soul with grief; for my laughter was not unmixed after Democritus, but after Jesus the lover of mankind and the leader of true philosophy. Thus, with my mind in its reasonings nobly contending and divided between laughter and grief, I returned. Having deemed us also worthy of this philosophy through Thy theologian, O Christ Jesus, and having established and perfected us in the same reasonings and words and doctrines, show us forth as partakers of Thy truth and divine wisdom unto the ages. Amen. On human nature, discourse 10.
Ἐξήγησις τῶν ἀποῤῥήτων τοῦ μεγάλου Γρηγορίου τοῦ Θεολόγου ἐπῶν· Περὶ εὐτελείας τοῦ ἐκτὸς ἀνθρώπου καὶ τῆς τῶν παρόντων ματαιότητος, λόγος ιαʹ.
Exposition of the arcane verses of the great Gregory the Theologian: On the vileness of the outward man and the vanity of present things, discourse 11.
Περὶ τῆς ἀνθρωπίνης φύσεως διὰ τῶν φθασάντων τὰ εἰκότα φυσιολογήσας ὁ φιλοσοφώτατος, νῦν δὴ τὰς παρεπομένας αὐτῇ ταλαιπωρίας, εὐτελείας τε καὶ δυσπαθείας εὐτελίζων, κἀν τούτοις τῶν ὑψαυχενούντων τὸ φύσημα συστέλλων, οὕτω τὰς οὐδενίας αὐτῶν ἐκτραγῳδεῖ λέγων·
The most philosophical man having discoursed fittingly on human nature through what has gone before, now disparaging the miseries, vilenesses, and sufferings attendant upon it, and herein contracting the puffing up of the stiff-necked, thus tragically sets forth their nothingness, saying:
1 Τίς γενόμην; τίς δ' εἰμί; κ. τ. λ.
1 Who was I born? and who am I? etc.
Ἐννοήσας ὁ διορατικώτατος τὸ ἀείρυτον καὶ εὐμετάπτωτον τῆς ἀνθρωπίνης οὐσίας καὶ εὐρίπιστον, ναὶ δὴ καὶ τὸ ἀκιδνότατον καὶ ἀδρανέστατον αὐτῆς ταλανίζων, ἀποδυσπετεῖ καὶ λέγει· Ὦ τίς ἐγενόμην κατ' ἀρχάς; τίς δὲ νῦν εἰμι; καὶ τί μετὰ [οὐ] πολὺν ἔσομαι χρόνον; ποῦ δὲ καταλήξει καὶ ποῖ στήσεταί σοι τὸ μέγα τοῦτο πλάσμα, ὦ Δέσποτα, εἰ ἄρα καὶ μέγα ἐστίν; Ἐμοὶ γὰρ δοκεῖν, ὁ διδάσκαλός φησιν, ὡς οὐδὲν ὄντες οἱ ἄνθρωποι, μάτην ὠφρυωμένοι ἐπαιρόμεθα, εἴπερ τοῦτο μόνον ἐσμὲν ὅπερ ὁρᾶται τοῖς πολλοῖς, καὶ ἄλλο πλέον οὐδὲν τῆς ῥεούσης ἔχοιμεν καὶ φθειρομένης ζωῆς.
The most clear-sighted one having considered the ever-flowing and easily changing and unstable character of human substance, yea, and bewailing its most feeble and powerless state, grows impatient and says: O who did I become in the beginning? and who am I now? and what shall I be after [no] long time? and where will this great creature of Thine end and where will it stand, O Master, if indeed it is even great? In my judgement, says the teacher, being nothing, we men are vainly lifted up with arched brows, if indeed we are only this which is seen by the many, and should have nothing more beyond the flowing and perishing life.
Πόρτις μὲν, κ. τ. ἑξ.
The heifer indeed, etc.
Διὰ παραδειγμάτων πλειόνων ταλαιπωροτέραν τὴν ζωὴν τῶν ἀνθρώπων τῆς τῶν κτηνῶν καὶ θηρίων καὶ αὐτῶν ἀποδείκνυσι πτηνῶν· λέγει δέ· Ὡς ὁ μόσχος μὲν τὴν γαστέρα τῆς αὐτὸν τεκούσης διεκδὺς, ἅλλεται μὲν εὐθὺς ἐπὶ γῆς, καὶ τὸν γλυκερὸν δὲ τῆς γεννησάσης μαστὸν ἐκμυζᾷ παραυτὰ καὶ ἐκπιέζει, τριέτης δὲ γεγονὼς τὸν ζυγὸν ἀναλαμβάνει, καὶ σκληρὸν ἄχθος καὶ δύσοιστον ἐφελκυσάμενος, ἁμάξης τὸν αὐχένα τὸν μέγαν, τὸν ἐπιβαλλόμενον αὐτῷ λέγω ζυγὸν, τῷ ἰδίῳ αὐτοῦ στιβαρῷ αὐχένι, ἤτοι τραχήλῳ, συνέμιξε καὶ συνέδησεν· καὶ ὁ μὲν οὕτως. Ἐλάφου δὲ μόσχος ποικιλόδερμος, ἡνίκ' ἂν τῆς μητρῴας ἐξολισθήσας διεκπέσῃ γαστρὸς, εὐθὺς παρὰ τῷ τῆς τεκούσης ποδὶ τὸν ἴδιον πόδα παρατίθησι, καί ποθεν κυνηγετῶν ὑποφανέντων αὐτίκα κύνας τε ὠμοβόρους καὶ δρόμον ἵππων ὠκύτατον ἅμα μητρὶ διαδιδράσκων ὁ νεογνὸς, ἐν ταῖς λαγόσι τῆς λόχμης κατεκρύβη· ὡσαύτως δὲ καὶ ἄρκτοι, σύες τε ἄγριοι καὶ λέοντες, παρδάλεις καὶ τίγρητες, ἀνέμοις τῇ τῶν ποδῶν ταχυτῆτι ἐοικότες, ὁμοῦ τε γεννῶνται καὶ αὐτίκα
Through several examples he demonstrates the life of men to be more wretched than that of cattle and wild beasts and even birds; and he says: As the calf, having come forth from the womb of her who bore it, leaps straightway upon the earth, and immediately sucks and presses the sweet breast of her who gave it birth, and when three years old takes up the yoke, and drawing a hard and grievous burden, has joined and bound the great neck of the wagon—I mean the yoke laid upon it—to its own sturdy neck or throat; and so this one. And the spotted fawn of a deer, when slipping from the maternal womb it falls forth, straightway sets its own foot beside the foot of her who bore it, and when hunters appear from somewhere, straightway the newborn, escaping together with its mother the ravening hounds and the swiftest course of horses, has hidden itself in the hollows of the thicket; and in like manner bears, and wild boars, and lions, leopards, and tigers, resembling the winds in the swiftness of their feet, are no sooner born than straightway
PG 38:747Read from the page
τὴν ἔθειραν καὶ τοῦ τραχήλου τὴν λοφιὰν, εἴπερ ἴδοιεν σίδηρον, φρίξαντες, κατὰ τῶν θηρεύειν ἐφορμῶσι βεβουλημένων· καὶ οἱ μὲν οὕτω νηπιόθεν ἐπὶ τοὺς ἰσχυροὺς ἐφάλλονται θηρατάς.
bristling their mane and the crest of their neck, if they see iron, rush upon those who have purposed to hunt them; and thus from infancy they leap upon the strong hunters.
19 Ἄρτι δὲ ἄπτερος ὄρνις, κ. τ. λ.
19 And just now a wingless bird, etc.
Τί δαὶ οἱ ὄρνιθες; ἆρ' οὐ πολλῷ καὶ οὗτοι κουφοτέραν τῶν ἀνθρώπων καὶ ἀμοχθοτέραν εἰλήχασι ζωήν; Οἱ γὰρ ἄρτι τῶν ὠῶν ἐκραγέντες ἄπτεροι, οὐ μετὰ πολὺ πτεροφυοῦντες χρόνον, κατὰ πολὺ τῆς οἰκίας ὕπερθε τὸν ἀέρα διαπέτανται· καὶ αὕτη δὲ ἡ ξουθὴ ἐπωνομασμένη μέλισσα, τὸ πετρίδιον, ἐν ᾧ μεμενήκει, καταλείπουσα, καὶ ἐν ἦρι τὰ ἄνθη περιπταμένη τοῦ ἀγροῦ καὶ τὰ ἐπιτήδεια συλῶσα, οἶκον ἀντίθετον ἑαυτῇ κατασκευάζει, καὶ τὰς ἑξαγώνους σύριγγας ἐν σοφίᾳ ἀῤῥήτῳ τοῖς κηρίοις συνυφαίνουσα καὶ συμπηγνύουσα, γλυκυτάτου τὸν αὑτῆς δόμον ἐμπίμπλησι καρποῦ· ταῦτα δέ φησι πάντα ἔαρος ἑνὸς ἔργα. Καὶ πᾶσι δὲ ζώοις αὐτομάτη καὶ ἄμοχθος ἀπὸ τῆς γῆς καὶ δαψιλὴς παρίσταται τροφή· καὶ οὐ διαποντίους ἀποδημίας πονοῦσιν οἱ θῆρες τροφῆς χάριν καθάπερ ἄνθρωποι, οὐ γεωργοῦσι τὴν γῆν, οὐ ταμίαι σίτου αὐτοῖς καὶ σιτῶναι καὶ σιταγωγοὶ, οὐκ οἰνοχόοι κυπέλλοις τὸν οἶνον ἐγκιρνῶσι· καὶ πτερὸν δὲ τὸν ὄρνιν ὧδε κακεῖ περιπετόμενον τὴν ἁρμόδιον ἀπόνως προσεπορίσατο τῷ πτηνῷ βρῶσιν. Ἀλλὰ καὶ τοὺς θῆρας αὐτοὺς αἱ λόχμαι καὶ τὰ τῶν ὀρῶν κοῖλα καὶ λάσια τὴν ἡμερήσιον μικρὰ πονησαμένοις παρέχεται τροφήν. Φασὶ δὲ καὶ λέοντα, τὸν μέγαν θῆρα, ὃν προσφάτως κατεθοινήσατο, εἴ τί ποτε τούτου λείψανον εἰς τὴν ἑξῆς ὑπολειφθείη, ἕωλον ἐμφαγεῖν μὴ καταδέχεσθαι· ἔστι δ' ὅτε καὶ ἑτερήμερον ἐσθίων, βριαρῶς καὶ λάβρως τῷ ποτῷ χρῆται, μέτρα δ' οὖν ὅμως ἐπιβάλλει τῇ γαστρί· τοσοῦτον δὲ τοῖς ἄλλοις ζώοις ἀπονώτερος ὁ βίος τοῦ τῶν ἀνθρώπων πέλει, καθ' ὅσον καὶ οἶκος ἐκείνοις ἀεὶ σχέδιος καὶ αὐτόματος ἢ πέτρα ἢ κλαδέων, καὶ αὐτοὶ ἀτρεμεῖς καὶ ὑγιεῖς, κρατεροὶ καὶ εὐσθενεῖς, περικαλλεῖς καὶ εὐειδεῖς· ὅταν δέ ποτε καὶ νόσος κατακάμψῃ, ἀθρήνητοι ἐξέπνευσαν ἡσυχῆ, οὐδ' οὖν ἄλλος ἄλλοθεν περιστάμενοι τούτους πενθίμοις καὶ γοεροῖς μέλεσιν ἀπολοφύρονται, οὐ πλοκάμους, ὡς ἀνθρώποις ἔθος, ἐπὶ τῇ τῶν φίλων ἀποκείρονται τελευτῇ· καὶ τὸ τῶν εἰρημένων μεῖζον ὅτι ἀταρβεῖς ἐντεῦθεν οἱ θῆρες καὶ ἄφοβοι τὴν κατ' αὐτοὺς ὑπεκδύνουσι ζωὴν, οὐδεμίαν κρίσεως ἢ κολάσεως ὑποπτεύοντες ἀπειλήν.
And what of the birds? Have not these also obtained a much lighter and less toilsome life than men? For those just hatched wingless from the eggs, after no long time growing feathers, fly through the air far above their dwelling; and even this bee called tawny, leaving the little rock in which it had abode, and in spring flying round the flowers of the field and gathering its provisions, constructs for itself a well-fitted house, and in ineffable wisdom weaving together and compacting the hexagonal tubes with wax, fills its own abode with sweetest fruit; and all these, he says, are the works of a single spring. And for all living creatures food is spontaneously and without toil and abundantly supplied from the earth; and wild beasts do not toil on overseas journeys for the sake of food as men do, they do not till the earth, they have no stewards of corn and corn-merchants and corn-carriers, no cupbearers mix wine for them in goblets; and its wing effortlessly procures for the winged bird, flying hither and thither, its fitting food. Moreover, the thickets and the hollow and shaggy places of the mountains provide the wild beasts themselves with their daily food when they have toiled but little. And they say that the lion, the great beast, if any remnant of what he recently feasted upon be left over to the next day, does not deign to eat it stale; and sometimes eating every other day, he uses drink mightily and greedily, yet nevertheless imposes measures on his belly; and so much less toilsome is the life of the other living creatures than that of men, inasmuch as for them a house is always ready at hand and spontaneous, either a rock or of branches, and they themselves are fearless and healthy, mighty and vigorous, most fair and comely; and whenever sickness bends them down, unlamented they breathe their last quietly, nor do they stand round one from here and another from there bewailing them with mournful and wailing songs, nor do they shear their locks, as is the custom for men, at the death of friends; and greater than what has been said is that henceforth the wild beasts slip out of their own life fearless and undismayed, suspecting no threat of judgement or punishment.
41 Ἄθρει καὶ μερόπων δειλὸν γένος, κ. τ. λ.
41 Behold also the wretched race of mortals, etc.
Ἐπειδὴ, φησὶ, τὰ εἰρημένα ἐν τοῖς ἀλόγοις ἐθεωρήθη ζώοις ἰδιώματα, σκεπτέον ἐπὶ τούτοις λοιπὸν, καὶ οἵοις ἡ δειλαία τῶν ἀνθρώπων μορφὴ ταλαιπωρεῖται κακοῖς, ὡς ἂν καὶ αὐτὸς κατὰ τὸν ποιητὴν ἀποφηνάμενος εἴπῃς, ὡς οὐδὲν ἀκιδνότερον ἢ ἀθλιώτερον ἡ γῆ τοῦ ἀνθρώπου τρέφει. Πρώτη μὲν οὖν εὐτελείας ἔνδειξις, τὸ ῥοῆς πηγνυμένης, ἤτοι ῥεύσεως, εἶναι γόνον ἐν ἀρχαῖς, μόγῳ δὲ καὶ πολλαῖς κακοπαθείαις γεννᾶσθαι καὶ ἀνατρέφεσθαι τῆς μητρός· εἶτα γαλακτοτροφούμενον ἐπ' ἀγκαλῶν ἡ μήτηρ ὀχοῦσα περιάγει, ὡς γλυκεῖ πόνῳ προσέχουσα τῷ βρέφει· ἔπειτα πρὸς τῷ ἐδάφει τιθέμενος ἐπι-
Since, he says, the aforesaid properties have been observed in irrational animals, we must consider thereupon what evils the wretched form of men is distressed by, so that you yourself also, declaring according to the poet, might say that the earth nourishes nothing feebler or more miserable than man. First, then, a proof of vileness is that he is at the beginning the offspring of a congealing flow, that is, a flux, and is born and reared with toil and many sufferings of his mother; then, being nourished with milk, his mother carries him about in her arms, attending to the babe as a sweet toil; then, being placed upon the ground, I
PG 38:749Read from the page
τρίβω τὴν γῆν καὶ κλαυθμυρίζω, τοῖς ἄλγεσι πονούμενος· ἐντεῦθεν τετραπόδων ὁμοιότητι χερσὶ καὶ ποσὶ κατὰ τοῦ ἐδάφους ἐπισύρομαι· πάλιν ἐντεῦθεν ἀρθεὶς, καὶ τρομεροῖς ἴχνεσι βηματίζειν ἐπιχειρῶν, δειλίᾳ τῆς πτώσεως τὰς παλάμας διακλεπτόμενος ἐκτέτακα· μετὰ ταῦτα φωνῆς ἀνάρθρου ψελλίσμασι νοὸς ἀνθρωπίνου ἴχνος ἐπιφαίνεται· μετὰ ταῦτα καὶ λόγος τῷ παιδὶ διαρθρούμενος, οὐκ ἀδακρυτὶ, ὑφ' ἡγεμόσι δὲ τοῖς δάκρυσι κατὰ μικρὸν τῆς πρώτης τε καὶ δευτέρας ἡλικίας παροδευούσης σαφῶς διατρανοῦται.
rub the earth and whimper, distressed by pains; thence, in the likeness of quadrupeds, I drag myself along the ground on hands and feet; again raised up from thence, and attempting to step with trembling footsteps, through fear of falling I stretch out my palms groping; after this, in the stammerings of an inarticulate voice, a trace of a human mind appears; after this, speech also is articulated for the child, not without tears, and under tears as guides, as the first and second age gradually passes by, it becomes clearly distinct.
Εἰκοσέτης συνάγειρα μένος, κ. τ. ἑξ.
At twenty years old I gathered strength, etc.
Μόλις, φησὶν, εἰκοσαέτης γενόμενος, τὴν ἀνδρὶ καθήκουσαν δύναμιν συνήθροισα· καὶ ὥσπερ τις ἀθλητὴς ἐν θεάτρῳ τῷ βίῳ καταστὰς, πολλοῖς ὅτι μάλιστα πόνοις καὶ κόποις κατὰ πρόσωπον ἀντιβολοῦσι συνεκύρησα. Ἄλλο μὲν οὖν σε τῶν λυπούντων κατὰ τὸ νῦν θλῖβον ἐπιτίθεται· ἄλλο δ' ἀπῆλθε τῷ χρόνῳ συμπαρῳχηκὸς, ἄλλοις δὲ, ὦ ψυχὴ, εὖ ἴσθι, τὸν βίον περῶσα συναντήσεις ἐς τὸ ἐπιὸν μοχθηροῖς· καὶ γὰρ βίον περᾷς ὥσπερ τινὰ ὁλκὸν ποταμοῦ ἀνάρῥουν αὐτὸν ἐκβιαζόμενος, ἔμπαλιν ἢ αὐτὸς βούλει σε συνέλκοντα, ἢ ὥς τι ῥεῦμα θαλάσσης βίαιον, ὧδε κακεῖ περιέλκον καὶ περισπῶν, ὃ δὴ πυκναῖς πνευμάτων ἐμπτώσεσι ἀναβράττεται καὶ ῥιπίζεται. Πολλὰ μὲν οὖν, φησὶν ὁ διδάσκαλος, ταῖς ἑαυτῶν ἀνοίαις καὶ ἀφροσύναις ἑπόμενοι πειραζόμεθα· ὅσα δηλαδὴ ταῖς ἀνοήτοις ἐπιθυμίαις καὶ βλαβεραῖς ὑπηρετούμενοι ἐκτρυχόμεθα· πλεῖστα δ' ὅσα καὶ ὁ τῆς ἡμετέρας πρὸς Θεὸν νεύσεως καὶ τῆς κατὰ Χριστὸν ζωῆς Ἀντικείμενος ἐκ φθόνου καὶ βασκανίας ἐπινοεῖ δυσχερῆ.
Scarcely, he says, having become twenty years old, did I gather the strength befitting a man; and like some athlete set in the theatre of life, I encountered very many toils and labours meeting me face to face. One of the things that grieve you presses upon you at the present moment; another has departed having passed away with time, and other toilsome things, O soul, know well, as you pass through life you will meet in the time to come; for you pass through life as though forcing your way up a river's current, dragging you back contrary to what you yourself wish, or like some violent sea-stream, drawing you round and pulling you hither and thither, which is churned up and tossed by frequent blasts of winds. Many things then, says the teacher, we suffer by following our own follies and senselessnesses; namely, all that we are worn out by in serving senseless and harmful desires; and very many hardships also the Adversary of our inclination towards God and of our life according to Christ devises out of envy and malice.
59 Εἰ γάρ κεν ὅσα τερπνὰ καὶ ὁππόσα λυγρὰ [βίοιο
59 For if all the pleasant things and all the mournful things [of life
60 Ἀντιταλαντεύοις, κ. τ. λ.
60 you were to weigh against each other, etc.
Εἴπερ δὴ οὖν, φησὶν ὁ τῆς ἀληθείας καθηγητὴς, τὰ χρηστὰ τοῦ βίου τοῦδε τοῖς λυπηροῖς ἀντιταλαντεύοις σταθμώμενος ὡς ἐν ζυγῷ, κατὰ πολὺ ἂν ἡ τῶν κακῶν πλάστιγξ βαρυνθεῖσα κατενεχθείη ἐπὶ γῆν, ἡ δὲ τῶν ἀγαθῶν καὶ τερπνῶν ἐφ' ὕψος κουφισθείη πρὸς οὐρανόν· οὕτως, εἰπὼν, κατ' εἶδος ἀριθμεῖται πρῶτον τὰ λυπηρὰ, δῆρις καὶ μάχαι τοῖς τὸν τρόπον πολεμικοῖς, πόντος καὶ κίνδυνοι τοῖς ναυτιλλομένοις, ἄρουρα καὶ κόπωσις τοῖς γεωργοῖς, τοῖς ἐμπορευομένοις καὶ πλουτεῖν ἐθέλουσιν ἐπίβουλοι ἄνδρες παρέπονται καὶ λῃστρικοί· καὶ τοῖς εὐρυβόαις μὲν καὶ πολυκτησίαις χαίρουσι δασμογράφοι καὶ ἐξισωταὶ, καὶ τῶν φόρων πράκτορες ἀπαραίτητοι παρίστανται. Τοῖς πολιτευομένοις δὲ καὶ περὶ βίβλους καὶ λόγους σχολάζουσι ῥήτορες ἔστιν ὅτε δεινοὶ καὶ συκοφάνται καὶ κριτὴς ἄδικος καὶ ἄρχων τὰς ψήφους οὐκ εὐθείας διατιθείς. Καὶ ταῦτα μὲν τὰ ἐπώδυνα τοῦ ἐλεεινοῦ βίου παίγνια, τῶν ματαίων ἀνθρώπων κατορχούμενα τῆς ζωῆς. Σκοπεῖν δὴ οὖν ἄξιον καὶ ὁποῖά ἐστι τὰ τερπνὰ, κόρος καὶ γαστρὸς πλησμονὴ· καὶ τοῦτο βαρύ τε καὶ ἐπαχθές· ᾆσμα καὶ γέλωτες· ἄλλο παίγνιον· λαμπραὶ τύμβων κατασκευαί· αὗται δὲ πλήρεις ὀδωδότων ὁρῶνται νεκρῶν· ἕδνα περισπούδαστα καὶ προγαμιαῖαι δωρεαὶ, καὶ προὶξ, καὶ γάμος, καὶ δεύτερος πολλάκις τοῦ πρώτου διακοπέντος τῷ
If then, says the guide of truth, you were to weigh the good things of this life against the grievous things as in a balance, by far would the scale of evils, weighed down, sink to the earth, while that of good and pleasant things would be lifted up on high towards heaven; having said thus, he enumerates specifically first the grievous things: strife and battles for those warlike in disposition, the sea and dangers for sailors, the field and weariness for farmers; for merchants and those wishing to grow rich, treacherous and piratical men attend them; and for those who rejoice in loud-voiced fame and many possessions, tax-assessors and equalizers and inexorable collectors of tribute stand by. And for those engaged in public affairs and devoting themselves to books and speeches, there are sometimes formidable orators and informers and an unjust judge and a ruler casting votes that are not upright. And these are the painful playthings of pitiable life, dancing in triumph over the life of vain men. It is worth considering, then, of what sort also are the pleasant things: satiety and fullness of the belly—and this too is heavy and burdensome; song and laughter—another plaything; splendid constructions of tombs—yet these are seen full of stinking corpses; much-sought-after bridal gifts and pre-nuptial presents, and dowry, and marriage, and a second one often when the first has been cut short by
PG 38:752Read from the page
θανάτῳ. Τούτοις ἕπονται μοιχεῖαι καὶ μοιχῶν θηραταί. Παῖδες ὕποπτον ἄχος τοῖς πατράσιν· καὶ γὰρ ὑποπτεύουσιν ἀεὶ οἱ τεκόντες καὶ ἀγωνιῶσι, μή τι τοῖς τέκνοις συναντήσοι πονηρόν· καὶ τὸ κάλλος μὲν φιλητὸν, ἄπιστον δέ· ἀεὶ γὰρ ὑποπτεύεται τῷ ἔχοντι· τὸ αἶσχος δὲ [τὸ] ἀνύποπτον μὲν καὶ ἄφοβον, μισητὸν δέ· καὶ τῇ εὐτεκνίᾳ μὲν φροντίδες ἀεὶ καὶ διαπονήσεις τοῖς τοκεῦσι, πῶς ἂν οἱ παῖδες εὖ διαβιώσκοιεν· ἄλγη δὲ καὶ ὀδύναι τῇ δυστεκνίᾳ παρακολουθοῦσι. Πλοῦτος δὲ αὖ καὶ πενία δισσὸν πέφυκε κακόν· πλοῦτος μὲν ὕβρις τῷ κακῶς χρωμένῳ, πενία θλίψις καὶ διηνεκὴς πόνος. Ταῦτα δὲ καὶ πάντα τὰ ἀνθρώπινα ἔοικε, φησὶ, σφαῖρα νεωτέρων χερσὶν ἀμοιβαδὸν ἐξ ἄλλων εἰς ἄλλους ἀνταποπεμπομένῃ καὶ μεταπίπτουσα.
by death. These are followed by adulteries and hunters of adulterers. Children are a suspicious grief to fathers; for parents are always suspicious and in agony lest some evil befall their children; and beauty is lovable, yet untrustworthy, for it is always regarded with suspicion by him who possesses it; whereas ugliness is unsuspected and free from fear, yet hateful; and with good children there are always cares and toils for parents as to how the children may live well, while pains and pangs attend upon ill-fated offspring. Wealth again and poverty are by nature a twofold evil: wealth is insolence to him who uses it ill, poverty is affliction and continual toil. These things and all human affairs resemble, he says, a ball tossed back and forth in turn from one to another by the hands of youths and shifting about.
75 Ταῦτ' οὖν εἰσορόων φρένα δάπτομαι, εἴ τις ἄριστον
75 Beholding these things, therefore, I am devoured in mind, if anyone
76 Οἴεται, ᾧ τὸ κακὸν πλεῖον ἀρειοτέρου.
76 Supposes that to be best in which the evil is greater than the better.
Ταῦτα πάντα, ὁ θεσπέσιός φησι Θεολόγος, ἀναθεωρῶν τῇ διανοίᾳ, καὶ ὡς πολλῷ πλείω τὰ ἀνιαρὰ ἐν ἀνθρώποις ἢ τὰ τερπνὰ, ὅτι καὶ αὐτὰ τὰ ἥδιστα δοκοῦντα πλέον τοῦ νομιζομένου καλοῦ τὸ λυποῦν ἔχει, καὶ ταῦτα βλέπων ἐκτήκομαι τὰς φρένας ἐπὶ τοὺς οἰομένους ἄριστα εἶναι, οἷς ὑπερβάλλει τὸ κακὸν τοῦ ἀγαθοῦ καὶ τὸ λυπηρὸν τοῦ τερπνοῦ. Σὺ οὖν, ὦ οὗτος, διακατελέγχεταί σοι ὁ Γρηγόριος, οὐ δακρύεις ἀκούων οἷα καὶ τοῖς πάλαι συνέπιπτεν ἀλγηρά; Καὶ γὰρ οὐκ οἶδα, φησὶν, εἴτε δακρύσεις εἴτε καὶ γελάσεις ἀκούων, ἃ καὶ τοῖς πρότερον ποιεῖν ἤρεσεν ἄμφω ἀνδράσι φιλοσόφοις καὶ συνετοῖς, ὥστε τὸν μὲν ἀεὶ κλαίειν, τὸν Ἡράκλειτον, ἀεὶ δὲ τὸν Δημόκριτον γελᾷν, κλαυθμοῦ τε τῷ ὄντι καὶ γέλωτος ἄξια τὰ τοῖς πολλοῖς περισπούδαστα λογιζομένους. Καὶ πῶς γὰρ οὐκ ἄξια θρήνων καὶ γέλωτος ἔπασχον καὶ ἔδρων; Ἀχαιοὶ μὲν καὶ Τρῶες ἀλλήλοις ἐφορμῶντες, καὶ ἐπὶ πλείους χρόνους εἵνεκεν πόρνης μιᾶς τῆς Ἑλένης ἀλληλοκτονοῦντες· Κουρῆτές τε καὶ Αἰτωλοὶ περὶ κεφαλῇ καὶ θριξὶ χοιρείαις ἐκμεμαχωμένοι καὶ ὑπ' ἀλλήλων ἀναιρούμενοι· μέγα δὲ κῦδος τῶν Αἰακιδῶν, Αἴαντός φημι καὶ Ἀχιλέως, ἀλλὰ καὶ οἱ περιβόητοι οὗτοι, ὁ μὲν ἐν μέσῳ τῶν δυσμενῶν μαινομένῃ τῇ αὑτοῦ ἀνῃρεῖτο χειρὶ, ὁ δὲ μαχλοσύνῃ διεφθάρη ἑαλωκώς. Τί δὲ ὁ περίφημος τοῦ Ἀμφιτρύωνος παῖς, Ἡρακλῆς ὁ παντολέτης, καὶ θηρῶν καὶ ἀνθρώπων κατευμεγεθῶν; Καὐτὸς, ὥς φασιν, ἱμάτιον πεφαρμακευμένον περιβαλλόμενος ἐν αὐτῷ ἐδαμάσθη καταφλεγείς· τί δαὶ οἱ Κῦροι καὶ Κροῖσοι, ἄνακτες, φημὶ, Περσῶν καὶ Λυδῶν; οὐ μὴν ἀλλὰ δὲ καὶ αὐτοὶ ὅσοι χθιζοί τε καὶ πρώϊζοι Ῥωμαίων τε καὶ ἡμῶν βασιλεῖς, τίς τὸν στυγητὸν ὑπεξέφυγεν
Contemplating all these things in my mind, says the divine Theologian, and how the grievous things among men are far more numerous than the pleasant, because even the very things that seem sweetest hold more that grieves than of the supposed good, beholding these things I waste away in mind over those who think those things best in which the evil exceeds the good and the painful the pleasant. Dost thou not then, O man, Gregory reproves thee, weep on hearing what painful things befell even those of old? For indeed I know not, he says, whether thou wilt weep or laugh on hearing them, both of which also pleased the wise and philosophical men of former times to do, so that the one, Heraclitus, always wept, while Democritus always laughed, reckoning the things eagerly pursued by the many to be truly worthy of weeping and laughter. And how indeed were the things they suffered and did not worthy of lamentation and laughter? Achaeans and Trojans rushing against one another, and slaying one another for many years for the sake of a single harlot, Helen; Curetes and Aetolians fighting bitterly over a boar's head and bristles and being slain by one another; and the great glory of the Aeacidae, I mean of Ajax and Achilles—yet even these renowned men, the one in the midst of his foes was slain by his own maddened hand, and the other perished caught in lust. And what of the celebrated son of Amphitryon, Heracles the all-destroyer, overpowering both beasts and men? Even he, as they say, putting on a poisoned garment, was subdued in it, consumed by fire; and what of the Cyruses and Croesuses, kings, I mean, of Persians and Lydians? Nay more, even those who but yesterday and the day before were kings of the Romans and of ourselves—who escaped the hateful
Notes, col. 752

On the reading

Printed σφαῖρα, for σφαίρᾳ.