Migne Reading Room

PG 38 · cols. 493–498 · Read from the page

Of Cosmas of Jerusalem * Collection and Interpretation of the Histories which the divine Gregory mentions in his Poems, both from Scripture and from profane poets and writers: a work edited in Greek only by Angelo Mai, and by us rendered into Latin

Of Cosmas of Jerusalem * Collection and Interpretation of the Histories which the divine Gregory mentions in his Poems, both from Scripture and from profane poets and writers: a work edited in Greek only by Angelo Mai, and by us rendered into Latin

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 38:493Read from the page
οἵτινες τὴν ἀστραπὴν καὶ τὴν βροντὴν ἐχάλκευσαν τῷ Διῒ καὶ τοὺς κεραυνούς· ὅθεν καὶ τὰς νόσους καὶ τοὺς τάφους καὶ βέλη τινὰ ἐπαφεῖσθαι λέγει παρὰ τῶν θεῶν. Ταῦτα τοίνυν Ἡσίοδος μυθολογεῖ· τὰ δὲ τούτων πικρὰ γεννήματα λέγει· ἐκ δὲ τοῦ τῶν γιγάντων αἵματος ταῦτά φησι γεγονέναι τὰ θανατηφόρα ζῶα, οἷον ἅπερ αὐτὸς καταριθμεῖται, τὴν περὶ τὴν Λέρνην ὕδραν· αὕτη δέ ἐστιν ὁ ἐννεακέφαλος ὄφις, οἱ δὲ πεντηκοντακέφαλος, ὃν λέγουσιν ἀναιρεθῆναι ὑπὸ τοῦ Ἡρακλέους· καὶ τὴν Χίμαιραν ἧς μέμνηται Ὅμηρος δι' ἐπῶν οὕτω λέγων·
who forged the lightning and the thunder and the thunderbolts for Zeus; whence he also says that diseases and tombs and certain shafts are launched from the gods. These things, then, Hesiod tells in myth; and he speaks of their bitter offspring; and from the blood of the Giants he says these deadly creatures came into being, such as those which he himself enumerates: the Hydra around Lerna—this is the nine-headed serpent, or according to others fifty-headed, which they say was slain by Heracles—and the Chimaera, of which Homer makes mention in hexameters, speaking thus:
Πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε Πεφνέμεν· ἡ δ' ἄρ' ἔην θεῖον γένος οὐδ' ἀνθρώπων· Πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ Χίμαιρα· Δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο.
First indeed he bade him slay the raging Chimaera; and she was of divine race, not of men: in front a lion, behind a dragon, and in the middle a she-goat, breathing forth the dread might of blazing fire.
Ταύτην ἀνεῖλεν ὁ Βελλεροφόντης εὑρὼν ἐκ θεοῦ τὸν Πήγασον ἵππον ἐν Πάτραις τῆς Λυκίας. Ὁμοίως δὲ καὶ τὸν Κέρβερόν φησιν· οὗτος δὲ κύων ἦν περὶ τὴν πύλην τοῦ ᾅδου τρεῖς κεφαλὰς ἔχων· καὶ τοὺς μὲν κατιόντας περὶ τὸν ᾅδην ἔσαινε, τοὺς δὲ ἀνιόντας κατήσθιεν· ὃν ἐφόνευσεν ὁ Ἡρακλῆς ὅτε διὰ τὴν Περσεφόνην κατῆλθε συναρπάσαι τῷ Πειρίθῳ ἀνιών. Καὶ περὶ Γοργόνων δέ φησιν, ὅτι τρεῖς ἦσαν γυναῖκες, φοβερὰ τοσοῦτον τὰ πρόσωπα ἔχουσαι, ὥστε τοὺς θεωμένους αὐτὰς ἀποθνήσκειν· λέγεται δὲ ὁ Περσεὺς τὴν μίαν τούτων ἀνελεῖν τῷ λόχῳ δρεπάνῳ· καὶ ταῦτα μὲν περὶ τῆς Ἡσιόδου θεογονίας.
Bellerophon slew her, having obtained from a god the horse Pegasus in Patara of Lycia. And similarly he speaks also of Cerberus; this was a dog around the gate of Hades having three heads; and he fawned upon those descending to Hades, while he devoured those ascending; him Heracles slew when he descended for Persephone to carry her off with Pirithous, as he was ascending. And concerning the Gorgons he also says that they were three women having faces so terrifying that those who beheld them died; and Perseus is said to have slain one of them by ambush with a sickle; and so much concerning the Theogony of Hesiod.
Ὅμηρος δὲ πολέμους καὶ σφαγὰς ἄνω καὶ κάτω τῶν αὐτοῦ ποιημάτων ἱστορεῖ, καὶ μυρίων κακῶν συμφορὰς γεμούσας παρεισάγει, καί τινα ληρήματα, ἅττα διὰ τὸ πλῆθος οὐκ εὔκαιρον καθ' ἓν διηγήσασθαι· βραχέα δὲ καὶ τῶν αὐτοῦ παραθήσομεν ληρημάτων. Καὶ γὰρ ἐν τῇ πολυθρυλλήτῳ τούτου ἱστορίᾳ τῶν ποιημάτων, Δία καὶ Κρόνον περιστρέφει μυθολογῶν, Ἥραν τε καὶ Ἀφροδίτην, Ἀθηνᾶν ἐπὶ τούτοις,
Homer, on the other hand, recounts wars and slaughters up and down his poems, and introduces calamities teeming with ten thousand evils, and certain triflings which on account of their multitude it is not seasonable to narrate one by one; yet we shall set forth a few of his triflings also. For indeed in this much-talked-of story of his poems, he turns about in myth-making Zeus and Cronus, Hera and Aphrodite, Athena in addition to these,
PG 38:494Read from the page
Ἀπόλλωνά τε καὶ τὴν πικρὰν Ἐνυὼ, καὶ ὅσους ἁπλῶς ἐκ τῆς ποιήσεως ἴσμεν. Ἔστι δὲ ποτὲ μὲν κωμῳδοποιὸς, ποτὲ δὲ τραγῳδός· κωμῳδὸς μὲν ὡς ὅτ' ἂν ἔνιά τινα εἰς θεοὺς εἰρημένα παρ' αὐτοῦ ἀποσκώμματα παρεισάγει, οἷον ὅτι Ἥρα φορήσασα καὶ καλλωπισαμένη ἀπῆλθε παρὰ τῷ Διῒ, καὶ ἠπάτησεν αὐτὸν, καὶ συνεκαθεύδησεν αὐτῇ, καὶ εἴ τι τούτου γελοιωδέστερον φάσκει· τραγῳδὸς δὲ, ὁποῖος ὅτε ἔνια πένθιμα περὶ τῶν θεῶν μυθολογεῖ, οἷον ὅτι τὸν Ἥφαιστον κατεκρήμνισεν ἐν Λήμνῳ, καὶ τὴν Ἥραν αἰθέρι καὶ νεφέλαις ἐκρέμασε, σιδηροῖς ἄκμοσι καθελκομένην, καὶ χρυσαῖς ἁλύσεσι δεδεμένην· ὅτι πρὸς ὕπνον, φησὶν, αὐτὸν ὑπέσυρε, τὸν ὕπνον ἐπελθεῖν αὐτῷ παρακελευσαμένη· καὶ κατὰ τοῦ Ἡρακλέους τὸν σάλον ἐξεγείρασα τῆς θαλάσσης, ὅτε τῆς Τροίας ὑπέστρεφε, τοῦτον σὺν τῷ Τελαμῶνι πορθήσασα. Καὶ γὰρ λέγεται ζῆλον ἔχειν πρὸς τὸν Ἡρακλῆν τὴν Ἥραν, καὶ τούτου χάριν ὑποσύραι πρὸς ὕπνον τὸν Δία, ὡς ἐκείνου ἀπολλυμένου, μὴ τάχος ἀναστὰς ὁ Ζεὺς βοηθήσειε· καὶ τοῦτό φησιν ἀφυπνισθέντα τὸν Δία μαθεῖν, καὶ τοιαύταις τὴν Ἥραν ὑποβαλεῖν τιμωρίαις.
and Apollo and bitter Enyo, and in short as many as we know from poetry. And he is at one time a comic poet, at another time a tragedian: a comic poet, as when he introduces certain jeers spoken by him against the gods, such as that Hera, having dressed up and adorned herself, went to Zeus and deceived him, and he slept with her, and whatever more laughable thing than this he says; and a tragedian, such as when he tells certain mournful myths about the gods, such as that he hurled Hephaestus down headlong in Lemnos, and hung Hera in the ether and clouds, weighed down by iron anvils and bound with golden chains; because, he says, she drew him off to sleep, having urged Sleep to come upon him, and aroused the swell of the sea against Heracles when he was returning from Troy, having sacked it with Telamon. For indeed Hera is said to have had jealousy towards Heracles, and for this reason to have drawn Zeus off to sleep, so that while the other was perishing, Zeus might not swiftly rise and help him; and he says that Zeus, upon waking, learned this and subjected Hera to such punishments.
Καὶ ἑτέρωθι, ὡς Ἀφροδίτη καὶ Ἄρης ὑπὸ Διομήδους ἐτρώθησαν· καὶ αὐτὸς Ἀπόλλων ἐκινδύνευσε τοῦτο παθεῖν· ὅτι τε τὸν Ἄρεα Ὦτος καὶ Ἐφιάλτης ἐν κεράμῳ χαλκῷ δέσμιον κατέσχον. Οὗτοι γὰρ Ἀλωέως ὄντες παῖδες, περὶ τὴν Θετταλίαν οἰκοῦντες, τύραννοι τὴν φύσιν ὑπάρχοντες, ἀνταρσίαν ἐμελέτησαν κατὰ τῶν θεῶν. Ὁ οὖν Ἄρης, φησὶν, ἐπῆλθε κατ' αὐτῶν· εἶτα ἡττηθεὶς ὑπ' αὐτῶν, ἐδέθη χαλκῷ κεράμῳ· χαλκὸς δὲ κέραμος ἡ πόλις ἐστὶν οὕτω καλουμένη, ἢ εἶδος δεσμοῦ δυσχεροῦς καὶ δυσλύτου. Λέγονται δὲ οἱ περὶ Ὦτον καὶ Ἐφιάλτην, ὡς ἐνναετεῖς ὄντες, τὸ μὲν μῆκος εἶχον τῆς ἡλικίας ὀργυιῶν ἐννέα, τὸ δὲ πλάτος ἐννέα πηχῶν· ηὔξανον δὲ κατ' ἐνιαυτὸν κατὰ μὲν τὸ μῆκος πῆχυν ἕνα, σπιθαμὴν δὲ κατὰ τὸ πλάτας. Ἐβουλεύσαντο οὖν τὴν Ὄσσαν
And elsewhere, how Aphrodite and Ares were wounded by Diomedes; and Apollo himself was in danger of suffering this; and that Otus and Ephialtes held Ares captive in a brazen jar. For these, being sons of Aloeus, dwelling around Thessaly, and being tyrannical by nature, plotted rebellion against the gods. Ares, then, he says, marched against them; then, defeated by them, he was bound in a brazen jar; and brazen jar is either the city so called, or a kind of harsh and hard-to-loose bond. And Otus and Ephialtes are said, when they were nine years old, to have had a stature in height of nine fathoms and in breadth of nine cubits; and they grew each year by one cubit in height and a span in breadth. They planned, then, to set Ossa
Notes, col. 494

On the reading

Printed πλάτας, for πλάτος.

PG 38:495Read from the page
τῷ Ἄθῳ περιθεῖναι (ὄρη δέ εἰσι περὶ τὴν Θρᾴκην), ὅπως εἰς οὐρανὸν ἀναβάντες τοῖς θεοῖς πολεμήσωσι· διὸ καὶ αὐτοὺς ὁ Ζεὺς ἐκεραύνωσε, προδοθέντος χρησμοῦ τῇ μητρὶ αὐτῶν Μολιόνῃ, ὅτι διὰ τὴν ὑπερηφανίαν αὐτῶν κεραυνωθήσονται. Ὑφ' ὧν ὁ Ἄρης, ὡς ἔφαμεν, ἡττηθεὶς, χαλεπῶς κατεπονεῖτο· ὡς αὐτοῦ λέγοντος Ὁμήρου δι' ἐπῶν ἔστιν ἀκοῦσαι·
upon Athos (and these are mountains around Thrace), so that ascending to heaven they might make war upon the gods; wherefore Zeus also struck them with thunderbolts, an oracle having been given beforehand to their mother Molione that on account of their arrogance they would be struck by thunderbolts. By whom Ares, as we said, having been defeated, was grievously distressed; as one may hear from Homer himself speaking in hexameters:
Χαλκέῳ δ' ἐν κεράμῳ δέδετο τρεῖς καὶ δέκα μῆνας· Καί νύ κεν ἔνθ' ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο, Εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια, Ἑρμέᾳ ἐξήγγειλεν..... Ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα.
And in a brazen jar he was bound for thirteen months; and there would Ares, insatiate of war, have perished, had not the very fair stepmother Eeriboea announced it to Hermes..... already worn out, and the harsh bond was subduing him.
Ὡσαύτως περὶ Ἥρας καὶ Ἡρακλέους, ὡς ἀκίδι ταύτην ἐβεβλήκει κατὰ τοῦ δεξιοῦ μαζοῦ· ἔχει δὲ τὸ ἔπος ὧδε·
Likewise concerning Hera and Heracles, how he had struck her with a barb on the right breast; and the verse runs thus:
Τλῆ δ' Ἥρη ὅτε μιν κρατερὸς παῖς Ἀμφιτρύωνος Δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι Βέβληκε.
And Hera endured when the mighty son of Amphitryon struck her upon the right breast with a three-barbed arrow.
Πάλιν τε παρεισάγει τὸν Διόνυσον τὴν ἀπειλὴν τοῦ Λυκούργου φεύγοντα, κατὰ θαλάσσης εἰσπηδῆσαι, ὃν ὑπεδέξατο σύντρομον ἡ Θέτις· ἔχει δὲ τὸ ἔπος·
And again he introduces Dionysus, fleeing the threat of Lycurgus, leaping down into the sea, whom Thetis received trembling; the verse runs:
Οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος Δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν· Ὅς ποτε μαινομένοιο Διωνυσσοῖο τιθήνας Σεῦε κατ' ἠγάθεον Νυσσήϊον· αἱ δ' ἅμα πᾶσαι Θύσθλα κατέχευαν, ὑπ' ἀνδροφόνοιο Λυκούργου Θεινόμεναι βουπλῆγι· Διώνυσσος δὲ φοβηθεὶς Δύσεθ' ἁλὸς κατὰ κῦμα, Θέτις δ' ὑπεδέξατο κόλπῳ Δειδιότα· χαλεπὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.
For neither did the mighty Lycurgus, son of Dryas, live long, who indeed strove with the heavenly gods; who once chased the nurses of frenzied Dionysus down sacred Nyseium; and they all together cast their sacred wands to the ground, being struck with an ox-goad by man-slaying Lycurgus; and Dionysus in fright plunged beneath the wave of the sea, and Thetis received him in her bosom terrified; for a harsh trembling held him at the man's threat.
Ταῦτα δὲ δῆθεν δακρύων ἄξια, καὶ τῇ μὲν τραγῳδίᾳ τὸ δάκρυον ἕπεται, τῇ δὲ κωμῳδίᾳ γέλως· τοσαῦτα δὲ συμβῆναι κακά φησιν, ὥστε καὶ τοὺς θεοὺς αὐτοὺς φοβηθῆναι τὰς συμφοράς. Τοῦ γὰρ Ἀχιλλέως, φησὶ, κατὰ κράτος ἀριστεύοντος, φόβος ἔλαβε τὸν Δία, μήπως κατὰ τὸ εἱμαρμένον Ἀχιλλεὺς πορθήσῃ τὸ Ἴλιον· τοῦτο δὲ φοβούμενος, φησὶ, τοῖς θεοῖς ἐπιτρέπει τὸν βουλόμενον ᾧ βούλεται ἀπελθεῖν καὶ
And these things are forsooth worthy of tears, and tears follow tragedy, while laughter follows comedy; and he says that so many evils happened that even the gods themselves feared the calamities. For when Achilles, he says, was prevailing mightily, fear seized Zeus lest beyond what was fated Achilles should sack Ilium; and fearing this, he says, he permits the gods, whoever wishes, to go and
PG 38:496Read from the page
βοηθῆσαι, ἵνα οἱ μὲν τοῖς Τρωσὶν, οἱ δὲ τοῖς Ἕλλησι βοηθήσωσι. Τούτων ἐπιτραπέντων, ὁ μὲν Ζεὺς βροντᾷ ἐκ τοῦ οὐρανοῦ, φησὶν, ὁ δὲ Ποσειδῶν σείει τὴν θάλασσαν. Ἅδης δὲ, τῆς θαλάσσης καὶ τοῦ οὐρανοῦ σαλευθέντων, ἐφοβήθη μή πως καὶ τῆς γῆς σεισθείσης, ἐξανάῤῥηξις γένηται τῶν καταχθονίων, καὶ δημοσιευθῇ τὰ κατ' αὐτῶν· ἔστι δὲ τὰ ἔπη ταῦτα·
help whomsoever he wishes, so that some might help the Trojans and others the Greeks. When these things were permitted, Zeus thunders from heaven, he says, and Poseidon shakes the sea. And Hades, when the sea and heaven were shaken, feared lest, if the earth too were shaken, a bursting open of the regions below the earth should occur and what was beneath them be laid bare; and the verses are these:
Δείσας δ' ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ὕπερθεν Γαῖαν ἀναῤῥήξειε Ποσειδάων ἐνοσίχθων.
And in fear he leapt from his throne and cried aloud, lest above him Poseidon the earth-shaker should tear open the earth.
Μουσαῖος καὶ Λῖνος, παλαιοὶ μέν εἰσι καὶ τῶν περὶ Ὀρφέα σύντροφοι καὶ τῷ χρόνῳ, οἳ καὶ λέγονται τὰ μέτρα παρὰ τῶν θεῶν μαθεῖν, καὶ πρῶτοι ὑπ' αὐτῶν ἐμπνευσθῆναι· εἰσὶ δὲ παρὰ ταῖς ἀρχαιοτέραις ἱστορίαις ἐπίδοξοι· καὶ περὶ τούτων ἀρκετὸς ὁ λόγος. Ἀλλαχοῦ δὲ τῶν μέτρων, καὶ τῆς δάφνης, καὶ τῶν μαντικῶν πομάτων, καὶ τῶν μουσοπνεύστων ποιησόμεθα μνήμην, καὶ τὰς περὶ τούτων λεπτομερέστερον παραθήσομεν ἱστορίας. Καὶ γὰρ ὁ θεῖος Γρηγόριος ἐν τοῖς κατὰ Μαξίμου τοῦ κυνικοῦ, τούτων ἁπάντων ἐμνημόνευσεν.
Musaeus and Linus are ancient and companions of Orpheus's circle in time as well, who are also said to have learned metres from the gods and to have been the first inspired by them; and they are famous in the more ancient histories; and enough has been said about them. Elsewhere we shall make mention of metres, and of the laurel, and of prophetic draughts, and of those inspired by the Muses, and we shall set forth the accounts concerning these in greater detail. For indeed the divine Gregory made mention of all these in his writings against Maximus the Cynic.
Ἑρμῆς τῶν θεολόγων τῶν παρ' Ἕλλησίν ἐστιν ἡ ἀκρότης, ὅθεν καὶ τρισάριστος λέγεται· καὶ γὰρ εἰς Τριάδα καὶ σωτήριον οἰκονομίαν πολλὰ προφητεύειν δοκεῖ τηλαυγῶς τε λίαν καὶ θαυμασίως. Οὗτος δὲ ὁ Ἑρμῆς, ἐν τοῖς τοῦ θείου Μωϋσέως χρόνοις ὑπῆρχε· σὺν αὐτῷ δὲ Μωϋσῇ τῆς Αἰγυπτίων ἐμυήθη σοφίας. Καὶ οἱ μὲν τὸν Ἑρμῆν αὐτὸν εἶναι Μωϋσέα διαβεβαιοῦνται· Μωϋσῆς μὲν οὖν οὐκ ἔστιν ὁ Ἑρμῆς, Μωϋσέως δὲ σύσχολος, καὶ παρὰ τῶν Μωσαϊκῶν βιβλίων τὰς ὑποθέσεις λαβὼν, ἀποῤῥητότερος μέν ἐστι θεολογῶν· τρισάριστος δὲ κέκληται, τρισένα γὰρ Θεὸν λέγειν πρῶτος ἐφεῦρε. Σιβύλλα βασίλισσα μὲν ὑπῆρχε, φιλόσοφος δὲ μέτροις λόγων εὐδοκιμήσασα, καὶ πολλαῖς ἄλλαις κατὰ τὸν βίον φιλοσοφίαις. Αὕτη προφα-
Hermes is the summit of the theologians among the Greeks, whence he is also called thrice-best; for indeed he seems to prophesy many things concerning the Trinity and the saving dispensation very clearly and wonderfully. Now this Hermes lived in the times of the divine Moses; and together with Moses himself he was initiated into the wisdom of the Egyptians. And some maintain that Hermes himself is Moses; yet Hermes is not Moses, but a fellow-student of Moses, and having taken his subjects from the Mosaic books, he is more mystical in his theology; and he was called thrice-best, for he was the first to invent speaking of a triune God. The Sibyl was a queen, and a philosopher who won renown in metrical discourses and in many other philosophies of life. She mani-
PG 38:497Read from the page
νῶς περὶ τοῦ σταυροῦ προηγόρευσε, καὶ περὶ τοῦ Χριστοῦ, καὶ τῆς πάντων τῶν ἐθνῶν ὕστερον σωτηρίας· τούτους δὲ καὶ ἐνταῦθ' οὕτως εἰρήκασιν.
festly foretold about the cross, and about Christ, and about the later salvation of all the nations; and these things they have also spoken thus here.
Ὅμως ὁ θεῖος Γρηγόριος ἀποτρέπεται· οὐ γὰρ ἀξίους κρίνει θεολογίας, ἀλλ' ὡς κλέπτας διελέγχει. Καὶ γὰρ Ἑλλήνων οἱ σοφοὶ τῶν ἱερῶν βίβλων παρακλέψαντες, τοῖς ἑαυτῶν μύθοις προστεθείκασιν, ὡς Ὅμηρος. Πᾶσαν γὰρ τὴν κατὰ τὸν Σαοὺλ καὶ Δαβὶδ συγγραφὴν, τοῖς ἑαυτοῦ ληρήμασι μετεποίησε. Καὶ γὰρ τοῦ Δαβίδ εἰσιν αἱ πᾶσαι ἀριστεῖαι, αἷς Ὅμηρος τοὺς οἰκείους ἀνθρωπίζειν ἁμιλλᾶται κώνωπας· καὶ μὴν καὶ τῶν δυνατῶν παίδων Δαβὶδ, οἵτινες θεόθεν κραταιούμενοι, τῶν ὑπερφυῶν ἀνεδείχθησαν ἐνδεῖκται. Καὶ γὰρ αὐτὸς ὁ θεῖος Ἀπόστολος μαρτυρεῖ μονονουχὶ λέγων· Ἐπιλείψει με διηγούμενον ὁ χρόνος περὶ Γεδεὼν, Βαρὰκ, Σαμψὼν, Ἰεφθάε, Δαβίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρὸς, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων, ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν. Ταῦτα γὰρ Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ Χαλὲβ, Ἰεφθάε τε καὶ Γεδεὼν, Βαρὰκ καὶ Σαμψὼν, καὶ Δαβὶδ, καὶ Ἰωνάθαν, καὶ οἱ κραταιότατοι παῖδες Δαβίδ· ὁ μὲν εἰς μέρος ἀπείργων τὴν δύναμιν πᾶσαν τῶν πολεμίων, καὶ μόνος εἰς μυριάδας ἀνθιστάμενος, καὶ τούτοις ἄβατον εἰς τὸ πρόσω τὴν ὁρμὴν ἐπισχών· ὁ δὲ μιᾷ φορᾷ καὶ προθυμίας ἅλματι ὀκτακοσίους ἀνελὼν, καὶ τὴν σπάθην ἄλλος τῶν πολεμίων τοσοῦτον φορύξας, ὡς ἔχειν δυσαπόσπαστον τῆς παλάμης· οἵ τε κομίσαντες ὕδωρ ἐκ τοῦ λάκκου Βηθλεὲμ καὶ πᾶσαν ἀναῤῥήξαντες
Nevertheless, the divine Gregory turns away; for he does not judge them worthy of theology, but convicts them as thieves. For indeed the wise men of the Greeks, having pilfered from the sacred books, added them to their own myths, as Homer did. For he adapted the entire narrative concerning Saul and David into his own triflings. For indeed all the deeds of prowess belong to David, with which Homer strives to make men of his own gnats; and indeed also to the mighty men of David, who, strengthened from God, proved themselves demonstrators of supernatural deeds. For indeed the divine Apostle himself all but bears witness, saying: Time would fail me in telling of Gideon, Barak, Samson, Jephthah, David also and Samuel and the prophets, who through faith conquered kingdoms, wrought righteousness, obtained promises, stopped the mouths of lions, quenched the power of fire, escaped the edge of the sword, were made strong out of weakness, became mighty in war, turned to flight armies of aliens; women received their dead by resurrection. For these things Joshua the son of Nave, and Caleb, Jephthah and Gideon, Barak and Samson, and David, and Jonathan, and the mightiest men of David [wrought]: one confining to a small space the whole force of the enemies and alone withstanding tens of thousands, and checking their onward rush as impassable; another in a single onset and leap of eagerness slaying eight hundred, and another so staining his sword with the enemies' [blood] that it was hard to detach from his palm; and those who brought water from the cistern of Bethlehem and broke through the whole
PG 38:498Read from the page
τὴν τῶν ἐναντίων παρεμβολὴν, οἵ τε διασπῶντες λέοντας ὡσεὶ ἔριφον, οἵ τε τοῖς γίγασι γυμνοὶ προσιόντες καὶ δαμάζοντες τούτους, οἵ τε ῥάβδῳ καὶ λίθοις καθύπερθεν τὴν παράταξιν μεταστήσαντες, ὅσα τε ἄλλα σὺν ἀληθείᾳ τοῖς θεοφόροις ἠρίστευται. Ταῦτα γὰρ Ὅμηρος τονθορύζων καὶ βληχώμενος τοῖς ἰδίοις μεταπλάττεται μύθοις· τεκμήριον δὲ τοῦ ψεύδους, καὶ τῶν ὀνομάτων ἡ σύνθεσις. Καὶ γὰρ αὐτὰ καθ' ἑαυτὰ καὶ τὰ πατρωνυμικὰ συντιθέμενα εὐφυῶς ἴδοι τις ἄν. Οὐ γὰρ ἐν πᾶσι τοῖς τοσούτοις ὀνόμασι κῶλον εὕροι τις, ἀλλὰ καὶ τὰς βραχείας καὶ τὰς μακρὰς, ὡς ἀπὸ συνθέσεως κειμένας· ὅπερ ἐστὶ τοῖς εὖ φρονοῦσιν ἀρίδηλον, ὅτι μεταγαγὼν τὴν ἀληθῆ δόξαν εἰς πλάσματα, τοὺς μηδέπω γεγονότας ὡς ὄντας μυκᾶται, κολοιῶν ἀμφιθέμενος τρόπον, ἀλλοτρίοις τε καλλωπιζόμενος ἄνθεσι. Μὴ τοίνυν ἀντωπήσῃ τις τοιούτοις ῥήμασιν (οὐ γὰρ θέμις), τῆς βροντώσης φωνῆς τὰ θεῖα ἀκούων Γρηγορίου λέγοντος·
camp of the adversaries, and those tearing lions apart like a kid, and those advancing naked against giants and subduing them, and those who with staff and stones dislodged the battle-line from above, and all other deeds of prowess truly achieved by the God-bearing men. For muttering and bleating these things, Homer reshapes them into his own myths; and a proof of the falsehood is also the composition of the names. For one may see both the names themselves by themselves and the patronymics cleverly put together. For in all so many names one would not find a metrical flaw, but both the short and the long syllables arranged as by composition; which is crystal clear to the right-minded, that having transferred true glory into fictions, he bellows of those who never existed as though they were real, decking himself out after the manner of jackdaws and adorning himself with borrowed plumes. Let no one, then, gaze upon such sayings (for it is not lawful), hearing the voice of Gregory thundering divine things, as he says:
248 Οὐδὲν ἐπιστρέφομαι, καὶ εἴ τινες ἆσσον ἵκοντο, 249 Οὐ θεόθεν, βίβλων δὲ παρακλέψαντες ἐμεῖο.
248 I pay no heed, even if some came nearer, 249 not from God, but having pilfered from my books.
253 Φοῖβος μαντεύοιτο θεῶν μόρον οὐκέτ' ἐόντων.
253 Let Phoebus prophesy the doom of gods that are no more.
Ἤδη μὲν εἴρηται περὶ τοῦ Λοξίου θεοῦ Ἀπόλλωνος, ὅτι τοὺς χρησμοὺς ἀσαφῶς παρεῖχεν, ὅθεν εἰς τοὐναντίον τοῖς χρησμῳδουμένοις ἀπέβαινε, διὸ καὶ Λοξίας ἐκλήθη. Ἔστι μὲν οὖν Φωκὶς χώρα ἐν τῇ Ἑλλάδι· ἐν ταύτῃ πόλις ἐστὶ καλουμένη Δελφοί· ἐν ταύτῃ τῇ πόλει ἐστὶν ἱερὸν τοῦ Ἀπόλλωνος ὃ καλεῖται Πυθώ· ἐν τούτῳ τῷ ἱερῷ ἦν ὁ τρίπους, καὶ αἱ μαντεῖαι, καὶ ψῆφοι ἦσαν ἐν τῇ κεφαλῇ τοῦ τρίποδος. Ἡνίκα οὖν ὁ μαντευόμενος ἠρώτα περὶ τῆς μαντείας, αἱ ψῆφοι ἥλλοντο καὶ ἐκινοῦντο ἐν αὐταῖς. Τότε οὖν ἡ μάντις ἐνεφορεῖτο καὶ ἔλεγεν ἅπερ ἤθελεν ὁ Ἀπόλλων. Ἐκαλεῖτο δὲ ἡ προφῆτις Πυθία, ἣν ἀλλαχοῦ
It has already been said about the god Apollo Loxias that he gave his oracles obscurely, whence they turned out to the opposite of what was foretold, wherefore he was also called Loxias. Now Phocis is a region in Greece; in it is a city called Delphi; in this city is a temple of Apollo which is called Pytho; in this temple was the tripod, and the oracles, and pebbles were on the top of the tripod. Whenever, then, the one consulting the oracle asked about the prophecy, the pebbles leapt and moved of themselves. Then the prophetess became filled with frenzy and spoke whatever Apollo wished. And the prophetess was called Pythia, whom elsewhere