Migne Reading Room

PG 38 · cols. 499–504 · Read from the page

Of Cosmas of Jerusalem * Collection and Interpretation of the Histories which the divine Gregory mentions in his Poems, both from Scripture and from profane poets and writers: a work edited in Greek only by Angelo Mai, and by us rendered into Latin

Of Cosmas of Jerusalem * Collection and Interpretation of the Histories which the divine Gregory mentions in his Poems, both from Scripture and from profane poets and writers: a work edited in Greek only by Angelo Mai, and by us rendered into Latin

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 38:499Read from the page
τῶν ἑαυτοῦ λόγων ὁ θεῖος Γρηγόριος πληροῦσθαι καὶ ἐμφορεῖσθαί φησι ἐνθουσιᾷν, μηκέτι τοῖς συνήθεσι κεχρῆσθαι δυναμένην. Καὶ μὴν ἀλλαχοῦ φησιν ἀνδριάντα φθεγγόμενον· καὶ οὗτος δὲ ἦν ἐν Δελφοῖς τὸ τηνικάδε, φωνὴν ἔναρθρον ἠκριβωμένως ἀπολύων. Καὶ γὰρ ἄναρθροι τῶν δαιμόνων εἰσὶν αἱ φωναὶ, διὰ τὸ μὴ ἔχειν ὄργανα πρὸς διατύπωσιν τῆς ἐξερχομένης φωνῆς. Πῶς δὲ, φησὶ, θεῶν μηκέτι ὄντων μαντεύεται θάνατον; οἶμαι τὸν χρησμὸν ὃν Ἀπόλλων ἐν Κυζίκῳ παρέσχε τοῖς πυθομένοις, περὶ δὲ τοῦ ναοῦ τίνος ἂν ἔσται φήσας· τὸν μὲν δόμον Μαρίας ἔσεσθαι, τινὸς παρθένου ἀδαοῦς, ἐφετμεύσας τρισένα θεὸν ὑψιμέδοντα, οὗτινος ἔγχυος ὁ Λόγος ὀφθήσεται· ὥσπερ δὲ πυρφόρον τόξον μέσον διαδραμὼν, κόσμον ἅπαντα ζωγρήσει· καθεξῆς φάσκων αὐτογενὴς θεὸς, αὐτεξούσιος, ἀγαθὸς, θεὸς πρὸ αἰώνων γνωριζόμενος.
in his own orations the divine Gregory says was filled and possessed in frenzy, no longer able to use her customary faculties. And moreover elsewhere he speaks of a speaking statue; and this too was in Delphi at that time, emitting an articulate voice with precision. For indeed the voices of demons are inarticulate, because they do not have organs for shaping the outgoing voice. And how, he says, when the gods are no more, does he prophesy death? I think [he means] the oracle which Apollo in Cyzicus gave to those who inquired, speaking about whose temple it would be: that the house would be Mary's, a certain unacquainted virgin, proclaiming a triune God ruling on high, whose Word will be seen conceived; and running through the midst like a fire-bearing bow, He will take captive the entire world; saying in sequence: self-begotten God, self-determining, good, God known before the ages.
256 Κασταλίη τε, Δάφνη τε, δρυὸς μαντεύματα κείσθω, 257 Μηκέτ' ἀριστεύοντα μετ' ἀνδράσιν ἀφραδέεσσιν.
256 Let Castalia, and Daphne, and the oracles of the oak lie silent, 257 no longer prevailing among foolish men.
Ἔστι τις ἐν Ἀντιοχείᾳ πηγὴ, Κασταλία λεγομένη, ἐν ᾗ λέγεται τὸν Ἀπόλλωνα παρεδρεύειν, καὶ μαντείας καὶ χρησμοὺς τοῖς ἐρχομένοις περὶ τὸ ὕδωρ λέγεσθαι· λέγεται δὲ, ὅτι ἡνίκα ἐμαντεύετό τις, αὔρας λεπτὰς καὶ πνοὰς τὸ ὕδωρ ἀνεδίδου, καὶ ἀναδιδομένων τῶν τοιούτων πνευμάτων, οἱ ἱερεῖς οἱ περὶ τὴν πηγὴν ἔλεγον ἃ θέλει ὁ δαίμων. Ἡ δὲ Δάφνη κόρη τις ὑπῆρχεν ἐκ Λάδωνος τοῦ ποταμοῦ καὶ γῆς τὴν γέννησιν εὐτυχήσασα. Αὕτη, φησὶ, περικαλλής τε οὖσα τῷ εἴδει, καὶ ὡραϊζομένη ταῖς ὄψεσιν, εἰς ἔρωτα ἐκίνησε τὸν Ἀπόλλωνα· ὁ δὲ Ἀπόλλων κινούμενος ἐκ τοῦ ἔρωτος ἐπεδίωκε τὴν Δάφνην, εἴ πως ἰσχύσει συγγενέσθαι τῇ κόρῃ. Ἡ οὖν κόρη τὴν παρθενίαν ἐθέλουσα φυλάξαι, τῇ οἰκείᾳ μητρὶ τῇ Γῇ προσηύξατο βοηθῆσαι αὐτῇ· ἡ δὲ Γῆ διανοίξασα
There is a certain spring in Antioch, called Castalia, beside which Apollo is said to sit, and prophecies and oracles are said to be uttered to those coming around the water; and it is said that whenever someone consulted the oracle, the water sent up fine breezes and breaths, and as such vapours rose up, the priests around the spring spoke what the demon wished. And Daphne was a certain maiden who obtained her birth from the river Ladon and Earth. She, he says, being very fair in form and lovely in countenance, moved Apollo to love; and Apollo, moved by love, pursued Daphne, if somehow he might succeed in uniting with the maiden. The maiden, then, wishing to guard her virginity, prayed to her own mother Earth to help her; and Earth, opening wide
Notes, col. 499

On the reading

Printed ἔγχυος, for ἔγκυος.

PG 38:500Read from the page
τοὺς ἑαυτῆς κόλπους ἐδέξατο τὴν παῖδα, καὶ ψυχαγωγῆσαι θέλουσα τὸν Ἀπόλλωνα, φυτὸν ἀνῆκεν ὁμώνυμον τῇ κόρῃ, ὅπερ λαβὼν Ἀπόλλων, στέφεται παρὰ τὸν τρίποδα μαντευόμενος καὶ ψυχαγωγούμενος ὑπὲρ τῆς ἐρωμένης αὐτῷ Δάφνης.
her own bosom, received the girl, and wishing to console Apollo, sent up a plant bearing the same name as the maiden, which Apollo taking, crowns himself beside the tripod while prophesying and consoling himself for his beloved Daphne.
Δρυὸς δὲ μαντεύματά εἰσι ταῦτα· Δωδώνη πόλις ἐστὶ περὶ τὴν Ἤπειρον· ἐν ταύτῃ ἦν δρῦς ἐν ᾗ ἐλέγετο ὁ Ζεὺς ἐπισκιάζειν καὶ μαντείας διδόναι τοῖς χρῄζουσιν ἐξ αὐτῆς τῆς δρυὸς κινήματά τινα ἐξηχούμενα. Ὅμηρος δὲ περὶ τοῦ Δωδωναίου μαντείου φησὶν, ὅτι Σελλοὶ Δωδωναίων ἔθνος, ἱερεῖς τῆς φηγοῦ προεβάλλοντο, ἐν αὐτῇ δὲ τῇ φηγῷ, μαντεῖον ἦν τοῦ Διὸς ἡ καλουμένη Δωδωναία δρῦς. Οὗτοι οὖν οἱ ἱερεῖς, οἷα θεοῦ τυγχάνοντες θεραπευταὶ, ἁγνεύοντες ἑαυτοὺς, οὔτε ἐλούοντο, οὔτε ἐπὶ κλίνης ἐκάθευδον, ἀλλὰ χαμαὶ, ὡς αὐτὸς Ὅμηρος ὧδέ φησι δι' ἐπῶν, ὡς παρ' Ἀχιλλέως εὐχομένου·
And the oracles of the oak are these: Dodona is a city around Epirus; in it was an oak in which Zeus was said to overshadow and give prophecies to those who needed them, certain movements sounding forth from the oak itself. And Homer says concerning the Dodonaean oracle that the Selli, a nation of the Dodonaeans, were appointed priests of the beech-oak, and in that beech-oak itself was the oracle of Zeus called the Dodonaean oak. These priests, then, as being attendants of a god, purifying themselves, neither bathed nor slept upon a bed, but upon the ground, as Homer himself speaks thus in hexameters, as from Achilles praying:
Ζεῦ ἄνα Δωδωναῖε, Πελασγικὲ, τηλόθι ναίων. Δωδώνης μεδέων δυσχειμέρου, ἀμφὶ δὲ Σελλοὶ Σοὶ ναίουσ' ὑποφῆται ἀνιπτόποδες, χαμαιεῦναι.
Lord Zeus of Dodona, Pelasgian, dwelling afar, ruling over wintry Dodona, and around dwell the Selli, your interpreters, with unwashed feet, sleeping on the ground.
Ἄλλος δέ φησιν, ὅτι τὸ μαντεῖον τοῦτο τὸ λεγόμενον Δωδωναία δρῦς, τὸ τοῦ Διὸς, γυναικῶν ἦν, ἐκείνων οὐσῶν τῶν προφητίδων. Καὶ εἰσῄεσαν οἱ μαντευόμενοι περὶ τὴν δρῦν· ἡ δὲ δρῦς δῆθεν ἐκινεῖτο, καὶ λοιπὸν αἱ γυναῖκες ἐφθέγγοντο, ὅτι τάδε προλέγει ὁ Ζεύς. Ἐκεῖσε δὲ καὶ λέβης ἐν Δωδώνῃ ἦν· καὶ γὰρ ἀνδριὰς ἐφ' ὕψους τις εἱστήκει βαστάζων ῥάβδον, καὶ παρ' αὐτὸν ἵστατο λέβης. Οἱ οὖν μαντευόμενοι ἤρχοντο παρὰ τὸν τόπον τοῦτον, καὶ ηὔχοντο. Ὅτε οὖν ἤθελε, φησὶν, ὁ θεὸς χρησμῳδῆσαι, ὁ ἀνδριὰς ἐκεῖνος ἔπαιε τῇ ῥάβδῳ τὸν λέβητα, εἶτα ἤχει ὁ λέβης, καὶ ἐκ τοῦ λέβητος ἦχός τις ἀπετελεῖτο ἐναρμόνιος, καὶ ἐνεφοροῦντο αἱ προφήτιδες, καὶ ἔλεγον ἃ αὐταῖς ὁ δαίμων ἐνέβαλεν.
And another says that this oracle called the Dodonaean oak, that of Zeus, belonged to women, they being the prophetesses. And those consulting the oracle entered around the oak; and the oak forsooth moved, and then the women uttered that Zeus foretells these things. And there was also a cauldron there in Dodona; for a certain statue stood on a height holding a rod, and beside it stood a cauldron. Those consulting the oracle, then, came to this place and prayed. Whenever, then, he says, the god wished to deliver an oracle, that statue struck the cauldron with the rod, then the cauldron sounded, and from the cauldron a certain harmonious sound was produced, and the prophetesses were possessed and spoke what the demon put into them.
PG 38:501Read from the page
258 Δαίμων τ' Αἰγύπτοιο θεὸς κενεηγόρος Ἄμμων.
258 And the demon of Egypt, the empty-speaking god Ammon.
Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεὺς ἐπὶ τὰ Περσικὰ στρατοπεδεύων, τὴν μὲν Λιβύην παρελθὼν, ἐπὶ τὴν Ἀμμωνιακὴν χώραν παραγενόμενος, ἱερὰ τελέσας Ἄμμωνι τῷ ἐγχωρίῳ θεῷ, χρησμὸν αὐτὸν φῆναι λιτάζεται· τοῦτον δὲ πατέρα πρὸς τῆς οἰκείας μητρὸς Ὀλυμπιάδος εἶναι πυθόμενος, ὡς πατρί τε προσευχόμενος ἐξελιπάρει. Τὸν μὲν οὖν χρησμὸν ὡς ᾔτησε καθ' ὕπνους παρασχόμενος, προσέταξε τέμενος καὶ πόλιν αὐτῷ δείμασθαι, κατὰ τὴν Πρωτεΐδα Φαρίαν νῆσον, ὃ καὶ πεποίηκεν ἐκ τοῦ Περσικοῦ ἐπανελθὼν πολέμου. Γρηγόριος οὖν ὁ θεῖος κενεηγόρον τοῦτ' ἔστι ματαιολόγον, τὸν Ἄμμωνα διαγορεύει, διότι καὶ τὸν χρησμὸν κατὰ μίμησιν Ἀπόλλωνος ὑποφαίνει.
Alexander, the king of the Macedonians, campaigning against the Persian regions, having passed through Libya and arrived at the Ammoniac territory, having performed sacrifices to Ammon the local god, entreats him to utter an oracle; and having learned from his own mother Olympias that this god was his father, he besought him as praying to a father. Having granted the oracle as he asked in sleep, he commanded him to build a precinct and a city for himself by the Proteid Pharian island, which he also did upon returning from the Persian war. The divine Gregory, therefore, proclaims Ammon empty-speaking, that is, a vain talker, because he too gives out his oracle in imitation of Apollo.
259 Βραγχίδαι δ' ἐπὶ τοῖσι καὶ ὀφρύεις Ἐπίδαυρος.
259 And in addition to these the Branchidae and lofty-browed Epidaurus.
Ὅτι, φησὶν, ἰχθυόμορφοι ὄντες οἱ τῶν Αἰγυπτίων θεοὶ, βράγχην ἔχουσι καὶ λόφον ὑπὲρ κεφαλῆς· λόφος δέ ἐστιν ὁ Ἐπίδαυρος ἀνατεταμένος καὶ ὑψηλός.
Because, he says, being fish-shaped, the gods of the Egyptians have a gill and a crest above their head; and Epidaurus is an outstretched and lofty ridge.
260 Καὶ τελεταὶ κρυπταί τε καὶ ὄμμασιν ἀντιόωσαι, 261 Κλεινῆς ἐν προτέροισιν Ἐλευσῖνος αἴσχεα νυκτός.
260 And secret rites and those meeting the eyes, 261 the shames of the night of Eleusis famed among men of old.
Κρυπταὶ τελεταί εἰσιν, αἱ κατὰ τὸν Κελεὸν καὶ Τριπτόλεμον. Ἡ γὰρ Δήμητρα εἶχε θυγατέρα τὴν Περσεφόνην· ταύτην ἥρπασεν ὁ Πλούτων· περιϊοῦσα δὲ ἡ μήτηρ καὶ ζητοῦσα τὴν θυγατέρα, ἦλθεν εἰς τὴν Ἀττικὴν καὶ καταλύει παρὰ Τριπτολέμῳ τινὶ ἐν κώμῃ Ἐλευσῖνι, οὕτω καλουμένῃ. Μανθάνει οὖν παρὰ τοῦ Τριπτολέμου, ὅτι Πλούτων ἥρπασε τὴν Περσεφόνην, καὶ ὑπὲρ ταύτης τῆς εὐεργεσίας δίδωσι τῷ Τριπτολέμῳ τὰ σπέρματα, λέγω δὴ σῖτον καὶ κριθὴν, ἐντειλαμένη μὴ φθονῆσαι, ἀλλὰ περιελθεῖν καὶ σκορπίσαι πᾶσιν ἀνθρώποις τὰ σπέρματα, ἵνα μάθωσι τὸ σπείρειν καὶ γεωργεῖν καὶ ἐσθίειν τοὺς ἡμετέρους καρπούς. Πάλαι γὰρ ἤσθιον τὰς βαλάνους ἐκ τῶν φηγῶν, ὅθεν ἀπὸ
Secret rites are those associated with Celeus and Triptolemus. For Demeter had a daughter, Persephone; Pluto abducted her; and the mother, going about and seeking her daughter, came into Attica and lodged with a certain Triptolemus in a village called Eleusis. She learns, then, from Triptolemus that Pluto abducted Persephone, and in return for this kindness she gives to Triptolemus the seeds—I mean wheat and barley—commanding him not to be grudging, but to go around and scatter the seeds to all men, so that they might learn to sow and farm and eat our fruits. For of old they used to eat acorns from the beech-oaks, whence from
PG 38:502Read from the page
τῆς φηγοῦ τὸ φαγεῖν εἴρηται. Λέγεται δὲ, ὅτι Τριπτόλεμος λαβὼν ἅρμα δρακόντων πτερωτῶν, καὶ συμπαραλαβὼν καὶ τὸν Κελεὸν, οὕτως ἐπλανᾶτο, καὶ φιλοτιμούμενος τὰ σπέρματα δέδωκεν· ἀλλὰ καὶ θεσμόν τινα μυστηρίων ἐδίδαξεν, ἅτινα τελοῦνται οἱ Ἕλληνες. Ὡς γὰρ παρὰ τοῖς θεοδιδάκτοις Χριστιανῶν ἐστι τὸ φώτισμα, οὕτως καὶ παρ' ἐκείνοις ἡ τοιάδε. Ἡ δὲ τοιαύτη τῶν Ἑλλήνων ἑορτὴ λέγεται μυστήρια καὶ Ἐλευσίνια καὶ Δημήτρια. Εἴρηται δὲ τῷ Θεολόγῳ καὶ ἀλλαχοῦ, ὡς τὰ μὲν εὖ ποιῆσαι, τὰ δὲ εὖ παθεῖν τὴν Δήμητραν. Τὸ μὲν οὖν εὖ παθεῖν ἐστι τὸ παθεῖν περὶ τῆς Περσεφόνης καὶ στῆναι τῆς πλάνης, τὸ δὲ εὖ ποιῆσαι τὸ παρασχεῖν ἀντὶ τῆς τοιαύτης χάριτος τοῖς ἀνθρώποις σπέρματα.
beech-oak (phegos) the word to eat (phagein) was derived. And it is said that Triptolemus, taking a chariot of winged serpents and taking Celeus along with him too, wandered about thus and generously gave the seeds; moreover, he also taught a certain ordinance of mysteries, in which the Greeks are initiated. For just as among the God-taught Christians there is illumination [baptism], so too among them is this sort of rite. And such a festival of the Greeks is called Mysteries, and Eleusinia, and Demetria. And it has been said by the Theologian elsewhere too that Demeter both conferred benefits and received benefits. Now receiving benefits is what she received concerning Persephone and ceasing from her wandering, while conferring benefits is providing seeds to men in return for such a favour.
262 Αὐλῶν τε Φρυγίων μανίη τόκος ἔκτομος ἠχή.
262 And the madness of Phrygian flutes, offspring, castrated sound.
Ἐν τῇ Φρυγίᾳ Ῥέα ἡ μήτηρ τῶν θεῶν ἐσεβάσθη. Διὸς μὲν καὶ Ποσειδῶνος καὶ Πλούτωνος καὶ Ἥρας μήτηρ ἡ Ῥέα τούτων τῶν θεῶν, γυνὴ δὲ Κρόνου. Ταύτῃ οὖν ἐν τῇ Φρυγίᾳ ἐγίνοντο τελεταί τινες, καὶ ἐνθουσιῶντες οἱ τελοῦντες καὶ τελούμενοι καὶ ἐξιστάμενοι ἑαυτῶν, κατέτεμνον τὰ μέλη ὑπὸ ξίφους, μὴ αἰσθανόμενοι, ὅτι τέμνουσιν ἑαυτούς· καὶ αὐλοί τινες ηὔλουν καταθέλγοντες αὐτοὺς καὶ παρεγείροντες περὶ τὴν ἐκτομήν. Ἄχρι δὲ τοῦ παρόντος τινὲς περὶ τὰ ὄρη τῆς Καρίας Ἕλληνες ἀλόγιστοι κατατέμνουσιν ἑαυτοὺς, ὡς λόγος, τῷ παλαιῷ τούτῳ κρατούμενοι ἔθει. Οἱ μὲν οὖν Φρύγες, ὡς ἔφημεν, κατέτεμνον ἑαυτοὺς μαχαίραις, οὐκ ἀποκτεῖναι θέλοντες, ἀλλὰ μόνον αἱμάξαι· τοῦτο δὲ ἐποίουν κηλούμενοι αὐλοῖς, ἵνα καὶ ἁπλῶς φέρωσι πληττόμενοι· μετὰ δὲ τὰς πληγὰς, πρὸς ἀκαθάρτους μίξεις ἐχώρουν, γυναικῶν δὴ λέγω, οὐκ ἀνδρῶν.
In Phrygia Rhea, the mother of the gods, was worshipped. Of Zeus and Poseidon and Pluto and Hera, Rhea was mother of these gods, and wife of Cronus. For her, then, certain rites took place in Phrygia, and those initiating and those being initiated, being in frenzy and beside themselves, used to slash their limbs with a sword, not noticing that they were cutting themselves; and certain flutes played, charming them and rousing them towards the cutting. And up to the present day certain senseless Greeks around the mountains of Caria slash themselves, as the report goes, held fast by this ancient custom. The Phrygians, then, as we said, used to slash themselves with knives, not wishing to kill, but only to draw blood; and they did this charmed by flutes, so that they might even bear being struck lightly; and after the blows they proceeded to impure unions—with women, I mean, not with men.
263 Δικταῖοι κορύβαντες ἐνόπλια μαργαίνοντες.
263 Dictaean Corybantes raging in arms.
Κρόνος τῇ Ῥέᾳ γενόμενος σύνοικος, ἅπερ ἔτικτεν αὕτη παιδία λαμβάνων αὐτὸς κατέπινε· καὶ οὕτως
Cronus, having become the consort of Rhea, used to take whatever children she bore and swallow them himself; and thus,
PG 38:503Read from the page
ἐπὶ πολλῶν τούτου γενομένου, ἄτεκνος ἔμενεν ἡ Ῥέα. Ὅτε οὖν ἐγέννησε τὸν Δία ἡ Ῥέα, φοβουμένη μή πως καὶ τοῦτο τὸ βρέφος καταποθὲν ἀπόληται, λίθον μὲν σπαργανώσασα δέδωκε τῷ Κρόνῳ ὡς βρέφος καταπιεῖν, τὸν δὲ Δία ὑπεξέθετο ἐν τῇ Κρήτῃ. καὶ παρέταξε τῷ βρέφει τούτῳ τοὺς κορύβαντας καὶ τοὺς κουρῆτας ὀρχεῖσθαι, καὶ κροτεῖν καὶ κτυπεῖν τὰ ὅπλα αὐτῶν, καὶ γίνεσθαί τινα ἦχον, τὸν δυνάμενον ὑποκλέπτειν καὶ παρακρούειν τὸν ἐκ κλαυθμοῦ τοῦ παιδίου ἦχον, ἵνα μὴ, φησὶν, ὁ Κρόνος μαθὼν ποῦ κρύπτεται τὸ παιδίον, τοῦτο λαβὼν καταπίῃ. Τούτων μὲν οὖν μέμνηται τῶν ἑαυτοῦ λόγων ὁ θεῖος Γρηγόριος ἀλλαχοῦ, φάσκων ὧδε· « Οὐ Διὸς ταῦτα γοναὶ καὶ κλοπαὶ τοῦ Κρητῶν τυράννου, κἂν Ἕλληνες ἀπαρέσκωνται· οὐδὲ κουρήτων ἦχοι καὶ κρότοι, καὶ ὀρχήσεις ἔνοπλοι θεοῦ κλαίοντος ἠχὴν συγκαλύπτουσαι, ἵνα λάθῃ πατέρα μισότεκνον; » Δεινὸν γὰρ ἦν ὡς παιδίον κλαυθμυρίζεσθαι, τὸν ὡς λίθον καταποθέντα. Πατὴρ μὲν οὖν μισότεκνος ὁ Κρόνος, ἐπεὶ τοὺς τικτομένους ἐκ τῆς Ῥέας κατέπινε· παιδίον δὲ κλαυθμυριζόμενόν ἐστιν ὁ Ζεύς· κουρῆτες δὲ καὶ κορύβαντες οἱ παρὰ τῆς Ῥέας ὀρχεῖσθαι τεταγμένοι· πυῤῥίχην γὰρ ὄρχησιν ταύτην καλοῦσι· κτύπον γάρ τινα ἐν ταῖς ἀσπίσιν ἐποίουν οὗτοι, πρὸς τὸ ὑπερηχεῖσθαι τὸν κλαυθμὸν τοῦ παιδίου. Οἱ μὲν οὖν σοφοὶ τῶν Ἑλλήνων, θεὸν εἶναι τὸν Δία φασί. Γρηγόριος δὲ ὁ θεῖος Θεολόγος τὴν δημώδη ἱστορίαν εἰ καὶ τίθεται τοῦτον Κρητῶν τύραννον ποιούμενος οὕτως λέγει· ὅτι Ζεὺς τύραννος ἦν Κρήτης, καὶ θέλοντες αὐτὸν θεραπεύειν οἱ ὑπήκοοι, ἐμυθολόγουν, ὡς ἐκ Κρόνου τινὸς καὶ Ῥέας τὴν γέννησιν ἔσχεν, ἐπεὶ γόης ἄνθρωπος ἦν καὶ λίαν ἀσεβέστατος, διὸ καὶ ἐπάγει· « Κἂν Ἕλληνες ἀπαρέσκωνται. » Καὶ γὰρ οὐ βούλονται τοῦτον Ἕλληνες ἄνθρωπον εἶναι, ἀλλὰ θεόν. Στηλιτεύων δὲ τὴν τούτων ἄνοιαν ὁ μέγας
when this had happened in the case of many, Rhea remained childless. When, therefore, Rhea gave birth to Zeus, fearing lest this infant too should be swallowed and perish, she swaddled a stone and gave it to Cronus to swallow as an infant, and secretly placed Zeus out in Crete, and stationed beside this infant the Corybantes and the Curetes to dance, and to clap and clash their arms, so that a certain noise might be made able to conceal and drown out the sound of the child's crying, lest, he says, Cronus, learning where the child was hidden, should take and swallow it. Of these things, then, the divine Gregory makes mention elsewhere in his own orations, speaking thus: "Are not these the births and stealthy concealments of Zeus the tyrant of the Cretans, even if the Greeks are displeased; nor the noises and clappings of Curetes, and armed dances covering over the sound of a crying god, that he might escape a child-hating father?" For it was a strange thing for him who was swallowed as a stone to whimper like a child. Now the child-hating father is Cronus, since he used to swallow those born of Rhea; and the whimpering child is Zeus; and the Curetes and Corybantes are those appointed by Rhea to dance; for they call this the Pyrrhic dance; for these made a certain din upon their shields so that the crying of the child might be drowned out. Now the wise men of the Greeks say that Zeus is a god. But Gregory the divine Theologian, even if he adopts the popular account in making him tyrant of the Cretans, speaks thus: that Zeus was tyrant of Crete, and his subjects, wishing to flatter him, told in myth that he had his birth from a certain Cronus and Rhea, since he was a sorcerer and a most impious man, wherefore he also adds: "Even if the Greeks are displeased." For indeed the Greeks do not want him to be a man, but a god. And pillorying their folly, the great
PG 38:504Read from the page
θεηγόρος Γρηγόριος, καὶ τὸν τάφον ἐν Κρήτῃ εἶναι λέγει τοῦ Διός. Ὁ γὰρ Ζεὺς ἐκεῖσε τραφεὶς καὶ ἀποθανὼν, εἰς τάφον ἐτέθη, ὅστις τάφος ἐπιγραφὴν ἔχει, τὸν Δία κατακεῖσθαι αὐτόθι, ἔλεγχον ὄντα τῶν λεγόντων θεὸν αὐτὸν εἶναι. Καὶ γὰρ ἐλέγχονται, ὅτι καὶ ἄνθρωπος ἦν καὶ τέθνηκε, καὶ κεῖται ἐν Κρήτῃ. Ὡς δέ τινες, ὅτι καὶ σκηπτὸν δεξάμενος ἐκεραυνώθη, τοῦ ὄντως Θεοῦ τῷ δυσσεβεστάτῳ καὶ ψευδωνύμῳ θεῷ πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος μερίδα ποτηρίου ἀπ' οὐρανόθεν ἐπομβρήσαντος τῷ ἁμαρτωλῷ.
God-speaking Gregory says that the tomb of Zeus is also in Crete. For Zeus, having been reared and having died there, was placed in a tomb, which tomb bears an inscription that Zeus lies there, being a refutation of those who say he is a god. For indeed they are refuted, because he both was a man and has died, and lies in Crete. And as some say, he was also struck by a thunderbolt, the truly existing God having rained down from heaven upon the most impious and falsely named god fire and brimstone and a tempestuous wind as the portion of the cup for the sinner.
264 Βάκχοι τ' ἀμφὶ γόνον Σεμελήϊον οὐρεσιφοῖται.
264 And mountain-roaming Bacchants around the offspring of Semele.
Βάκχοι καὶ Σειληνοὶ δαίμονές τινές εἰσιν ὀπαδοὶ καὶ ὁμοκέλευθοι τοῦ Διονύσου· μέμνηται δὲ τούτων καὶ ἄλλοσε Γρηγόριος ὁ θεῖος ὧδε φάσκων· « Οἶδε Διόνυσος ταῦτα, καὶ μηρὸς ὠδίνων ἀτελὲς κύημα· ὥσπερ ἄλλο κεφαλὴ πρότερον, καὶ θεὸς ἀνδρόγυνος, καὶ στρατὸς ἔκλυτος, καὶ χορὸς μεθυόντων, καὶ Θηβαίων ἄνοια, καὶ Σεμέλης κεραυνὸς προσκυνούμενος. » Σεμέλη μὲν θυγάτηρ γέγονε Κάδμου τοῦ Θηβῶν βασιλέως. Ταύτης ἠράσθη ὁ Ζεὺς καὶ συνεγένετο αὐτῇ, καὶ εἰς ζῆλον καὶ φθόνον ἐκίνησεν Ἥραν τὴν γυναῖκα αὐτοῦ. Ζηλοτυπήσασα οὖν ἡ Ἥρα, ἀπέρχεται πρὸς τὴν Σεμέλην καὶ λέγει αὐτῇ, ὅτι Ἀπατᾷ σε τὸ ὅλον· οὐδὲ γὰρ Ζεύς ἐστιν ὁ συγγινόμενός σοι. Ἐμοὶ γὰρ, φησὶν, ὅτε συγγίνεται, μετὰ ἀστραπῶν καὶ κεραυνῶν συγγίνεται. Ἐὰν οὖν ἔλθῃ πρὸς σὲ ὁ Ζεὺς, εἰπὲ αὐτῷ, ὅτι Ὡς συγγίνῃ τῇ Ἥρᾳ οὕτως σύνελθέ μοι· καὶ εἰ μὲν συγγίνεταί σοι μετὰ βροντῶν καὶ κεραυνῶν, τῷ ὄντι ὁ Ζεύς σοι συγγίνεται· εἰ δὲ ἄλλως πως, οὐκ ἔστιν ὁ Ζεύς. Ταῦτα ὑποθεμένης τῆς Ἥρας, ἐλθόντος τοῦ Διὸς πρὸς τὴν Σεμέλην, ᾐτήθη παρ' αὐτῆς συγγενέσθαι αὐτῇ ὡς τῇ Ἥρᾳ συγγίνεται· εἶτα συγγενομένου μετὰ κεραυνοῦ, ἀπέθανεν. Ὁ οὖν Ζεὺς θᾶττον τὸ ἔμβρυον ὃ ἦν ἐν τῇ Σεμέλῃ
Bacchants and Sileni are certain demons, attendants and fellow-travellers of Dionysus; and the divine Gregory makes mention of these elsewhere too, speaking thus: "Dionysus knows these things, and a thigh travailing with an incomplete foetus, just as a head before with another, and an androgynous god, and a dissolute army, and a chorus of drunkards, and the folly of the Thebans, and the thunderbolt of Semele worshipped." Semele was the daughter of Cadmus, the king of Thebes. Zeus fell in love with her and lay with her, and moved Hera his wife to jealousy and envy. Being jealous, then, Hera goes to Semele and says to her: He deceives you altogether; for it is not Zeus who lies with you. For with me, she says, when he lies with me, he lies with lightning and thunderbolts. If, then, Zeus comes to you, say to him: As you lie with Hera, so come together with me; and if he lies with you with thunder and thunderbolts, truly it is Zeus who lies with you; but if in some other way, it is not Zeus. When Hera had suggested these things, upon Zeus coming to Semele, he was asked by her to lie with her as he lies with Hera; then, when he lay with her with a thunderbolt, she died. Zeus, then, swiftly [taking] the embryo which was in Semele