πλῆγα, τέμνει τὴν κεφαλὴν τοῦ Διὸς, καὶ ἐξῆλθεν ἡ Ἀθηνᾶ, καὶ ἐπεδίωκεν αὐτὴν ὁ Ἥφαιστος ἵνα αὐτῇ συγγένηται, καὶ ἐπιδιώκων ἐπεσπέρμαινεν ἐπὶ τὸν μηρὸν τῆς Ἀθηνᾶς· ἡ δὲ Ἀθηνᾶ λαβοῦσα ἔριον, ἐξαίμαξε τὸ σπέρμα καὶ ἔῤῥιψεν ἐν τῇ γῇ, καὶ ἐγένετο ἐκ τῆς γῆς καὶ τοῦ ἐρίου ἄνθρωπος δρακοντόπους ὃς ἐκαλεῖτο Ἐριχθόνιος, ἀπὸ τοῦ ἐρίου καὶ τῆς χθονὸς λαβὼν τὸ ὄνομα.
poleaxe, cleaved the head of Zeus, and Athena came forth, and Hephaestus pursued her in order to lie with her, and while pursuing he shed his seed upon Athena's thigh; and Athena, taking wool, wiped off the seed and cast it upon the earth, and from the earth and the wool was born a dragon-footed man who was called Erichthonius, taking his name from the wool [erion] and the earth [chthon].
Θῆρές εἰσι καὶ θηρομιγεῖς οἵδε· Φασὶν Ἕλληνες, ὅτι ἐσπάρησαν καὶ ἀνεφύησαν αὐθημερὸν γίγαντες· ἔστι δὲ ἡ ἱστορία αὕτη· ἐν Θήβαις τῆς Βοιωτίας λέγεται ὁ Κάδμος ἢ ἄλλος τις, ὃς λαβὼν τοὺς τοῦ δελφίνου δράκοντος ὀδόντας, ἔσπειρεν εἰς τὴν γῆν, καὶ ἀνεδόθησαν ἔνοπλοι ἄνδρες· ἀνεδόθησαν δὲ ἀπὸ μηροῦ ἕως ἄνω, καὶ οὕτως ἱστάμενοι ἐπολέμουν ἑαυτοὺς καὶ τοὺς ἄλλους. Γελοῖον δὲ λέγει εἶδος τούτους ἔχοντας, ἐπείπερ συντέθεινται πολυμόρφως ἐκ διαφόρων ζώων τε καὶ κτηνῶν καὶ θηρίων. Καὶ γὰρ καὶ Τριπτόλεμος δρακόντων ἐπτερωμένων ἐπιβὰς, συμπαραλαβὼν καὶ τὸν Κελεὸν, ἐφιλοτιμεῖτο τὰ σπέρματα: Ἡ γὰρ Δημήτηρ πλανωμένη περὶ τῆς θυγατρὸς Περσεφόνης, ἦλθεν ἐν κώμῃ Ἐλευσίνῃ, καὶ παρὰ τοῦ Τριπτολέμου μαθοῦσα, ὡς Πλουτεὺς αὐτὴν ἥρπασεν, ἔστη τῆς πλάνης· ὅθεν καὶ χάριν ἀντὶ χάριτος, τὰ σπέρματα τῷ Τριπτολέμῳ δέδωκε, καὶ τοὺς ἀνθρώπους σπείροντας τὰ ἀπὸ γῆς ἐδίδαξεν ἐσθίειν· βαλάνους γὰρ πρὸ τούτου ἤσθιον σπέρμα φηγοῦ, ὅθεν καὶ τὸ φαγεῖν ἐκλήθη. Εἰσὶ δὲ καὶ ἄλλα τινὰ παρ' Ἕλλησιν ἀγαλμάτια μικρὰ, ἐν οἷς ἦν κεφαλὴ κυνὸς, καὶ παραφυομένη ἄλλη κεφαλὴ αἰλούρου, καὶ ἑτέρα ἱέρακος, καὶ ἔσεβον Ἕλληνες ταῦτα, καὶ ἐν οἴκοις ἔγραφον· οὐ μόνον δὲ τοιαύτην φύσιν ἔγραφον, ἀλλὰ καὶ ἄλλα θηριόμορφά τινα, ἃ ἐσέβοντο οἱ Αἰγύπτιοι.
The beasts and those mixed with beasts are these: The Greeks say that giants were sown and sprang up on the same day; and the story is this: in Thebes of Boeotia it is said that Cadmus, or someone else, took the teeth of the Delphinian dragon and sowed them in the earth, and armed men sprang up; and they sprang up from the thigh upwards, and standing thus they made war on themselves and on others. And he says they have a laughable form, since they are compounded in many shapes from various animals and cattle and wild beasts. For Triptolemus too, having mounted winged dragons and taken Celeus along with him, eagerly distributed seeds: for Demeter, wandering in search of her daughter Persephone, came to the village of Eleusis, and having learned from Triptolemus that Pluto had carried her off, ceased from her wandering; whence in return for favour she gave the seeds to Triptolemus and taught men to sow and eat the produce of the earth; for before this they ate acorns, the seed of the oak [phegos], whence also the word phagein [to eat] was named. And there are also certain other small images among the Greeks, on which was the head of a dog, and growing beside it another head of a cat, and another of a hawk, and the Greeks worshipped these and painted them in houses; and they painted not only such a nature, but also certain other beast-shaped things, which the Egyptians worshipped.
134 Αὐτοῖς δ' αὖ νόος ἐστὶν ὑφειμένος εἴδεϊ μάχλῳ,
134 And their mind again is yielded to a lewd form,