νῶς περὶ τοῦ σταυροῦ προηγόρευσε, καὶ περὶ τοῦ Χριστοῦ, καὶ τῆς πάντων τῶν ἐθνῶν ὕστερον σωτηρίας· τούτους δὲ καὶ ἐνταῦθ' οὕτως εἰρήκασιν.
festly foretold about the cross, and about Christ, and about the later salvation of all the nations; and these things they have also spoken thus here.
Ὅμως ὁ θεῖος Γρηγόριος ἀποτρέπεται· οὐ γὰρ ἀξίους κρίνει θεολογίας, ἀλλ' ὡς κλέπτας διελέγχει. Καὶ γὰρ Ἑλλήνων οἱ σοφοὶ τῶν ἱερῶν βίβλων παρακλέψαντες, τοῖς ἑαυτῶν μύθοις προστεθείκασιν, ὡς Ὅμηρος. Πᾶσαν γὰρ τὴν κατὰ τὸν Σαοὺλ καὶ Δαβὶδ συγγραφὴν, τοῖς ἑαυτοῦ ληρήμασι μετεποίησε. Καὶ γὰρ τοῦ Δαβίδ εἰσιν αἱ πᾶσαι ἀριστεῖαι, αἷς Ὅμηρος τοὺς οἰκείους ἀνθρωπίζειν ἁμιλλᾶται κώνωπας· καὶ μὴν καὶ τῶν δυνατῶν παίδων Δαβὶδ, οἵτινες θεόθεν κραταιούμενοι, τῶν ὑπερφυῶν ἀνεδείχθησαν ἐνδεῖκται. Καὶ γὰρ αὐτὸς ὁ θεῖος Ἀπόστολος μαρτυρεῖ μονονουχὶ λέγων· Ἐπιλείψει με διηγούμενον ὁ χρόνος περὶ Γεδεὼν, Βαρὰκ, Σαμψὼν, Ἰεφθάε, Δαβίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρὸς, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων, ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν. Ταῦτα γὰρ Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ Χαλὲβ, Ἰεφθάε τε καὶ Γεδεὼν, Βαρὰκ καὶ Σαμψὼν, καὶ Δαβὶδ, καὶ Ἰωνάθαν, καὶ οἱ κραταιότατοι παῖδες Δαβίδ· ὁ μὲν εἰς μέρος ἀπείργων τὴν δύναμιν πᾶσαν τῶν πολεμίων, καὶ μόνος εἰς μυριάδας ἀνθιστάμενος, καὶ τούτοις ἄβατον εἰς τὸ πρόσω τὴν ὁρμὴν ἐπισχών· ὁ δὲ μιᾷ φορᾷ καὶ προθυμίας ἅλματι ὀκτακοσίους ἀνελὼν, καὶ τὴν σπάθην ἄλλος τῶν πολεμίων τοσοῦτον φορύξας, ὡς ἔχειν δυσαπόσπαστον τῆς παλάμης· οἵ τε κομίσαντες ὕδωρ ἐκ τοῦ λάκκου Βηθλεὲμ καὶ πᾶσαν ἀναῤῥήξαντες
Nevertheless, the divine Gregory turns away; for he does not judge them worthy of theology, but convicts them as thieves. For indeed the wise men of the Greeks, having pilfered from the sacred books, added them to their own myths, as Homer did. For he adapted the entire narrative concerning Saul and David into his own triflings. For indeed all the deeds of prowess belong to David, with which Homer strives to make men of his own gnats; and indeed also to the mighty men of David, who, strengthened from God, proved themselves demonstrators of supernatural deeds. For indeed the divine Apostle himself all but bears witness, saying: Time would fail me in telling of Gideon, Barak, Samson, Jephthah, David also and Samuel and the prophets, who through faith conquered kingdoms, wrought righteousness, obtained promises, stopped the mouths of lions, quenched the power of fire, escaped the edge of the sword, were made strong out of weakness, became mighty in war, turned to flight armies of aliens; women received their dead by resurrection. For these things Joshua the son of Nave, and Caleb, Jephthah and Gideon, Barak and Samson, and David, and Jonathan, and the mightiest men of David [wrought]: one confining to a small space the whole force of the enemies and alone withstanding tens of thousands, and checking their onward rush as impassable; another in a single onset and leap of eagerness slaying eight hundred, and another so staining his sword with the enemies' [blood] that it was hard to detach from his palm; and those who brought water from the cistern of Bethlehem and broke through the whole