Migne Reading Room

PG 38 · cols. 403–408 · Read from the page

Of Cosmas of Jerusalem * Collection and Interpretation of the Histories which the divine Gregory mentions in his Poems, both from Scripture and from profane poets and writers: a work edited in Greek only by Angelo Mai, and by us rendered into Latin

Of Cosmas of Jerusalem * Collection and Interpretation of the Histories which the divine Gregory mentions in his Poems, both from Scripture and from profane poets and writers: a work edited in Greek only by Angelo Mai, and by us rendered into Latin

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 38:403Read from the page
Ἦν γάρ τις Θερσίτης, ὃς τῷ τῶν Ἑλλήνων στρατοπέδῳ παρείπετο, οὐ πολέμου χάριν, τοῦ δὲ γελᾶσθαι· οὗτος δὲ χωλός τε ἦν καὶ στραβὸς, κυρτὸς, μαδαρὸς, ἀλλὰ καὶ προπετὴς, ὥς φησιν Ὅμηρος·
For there was a certain Thersites, who followed the camp of the Greeks not for the sake of war, but to be laughed at; and he was lame and squint-eyed, hunchbacked, bald, and moreover reckless, as Homer says:
Θερσῖτ' ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής.
Thersites of reckless speech, clear-voiced orator though thou art.
Θερσίτην τοίνυν Ὀλύμπιον, τοῦτ' ἔστιν οὐράνιον, τὸν Ἥφαιστον Ἕλληνες καλοῦσιν· οὗτος γὰρ χωλός ἐστι καὶ αἰθαλώδης ὡς ἐκ τῆς ἀνθρακιᾶς· χαλκεὺς γάρ· καὶ προπετὴς καὶ γελωτοποιός· ὡς γὰρ ταῖς πάγαις τὸν Ἄρεα τῆς μοιχείας ἔῤῥιψε, συγκαλέσας ἐπ' αὐτὸν τοὺς θεοὺς, γέλωτα μέγαν ἐποίησε, μὴ φοβηθεὶς τὸν Κυδοιμὸν καὶ τὸν Δειμὸν καὶ τὸν Φόβον, οἵτινές εἰσιν υἱοὶ τοῦ Ἄρεως· Ἄρης γὰρ ὁ πόλεμος λέγεται· ὁ αὐτὸς δὲ Ἄρης λέγεται καὶ ἀνδροφόνος, ὡς Ὅμηρος·
The Greeks therefore call Hephaestus the Olympian, that is, heavenly, Thersites; for he is lame and sooty as from the charcoal fire—for he is a smith—and reckless and a buffoon; for when he cast Ares into the snares of adultery, having summoned the gods against him he caused great laughter, not fearing Tumult and Terror and Fear, who are sons of Ares; for Ares is called war; and the same Ares is also called manslayer, as Homer [says]:
Ἄρες! Ἄρες βροτολοιγέ.
Ares! Ares, bane of mortals.
Βλαπτικὸς τῶν γονέων ὁ Ζεύς ἐστιν· οὗτος γὰρ τὸν ἴδιον ἔῤῥιψε πατέρα τὸν Κρόνον, διὸ καὶ τυραννοκτόνος καλεῖται· Κρόνος γὰρ μισότεκνος ὢν, ἐκ τῆς Ῥέας τοὺς τικτομένους αὐτῷ κατέπινεν. Ἡ Ῥέα τεκοῦσα τὸν Δία, λίθον ἱματίῳ περιελίξασα, τῷ Κρόνῳ καταπιεῖν ἐπιδίδωσιν· ὁ δὲ καταπιὼν τὸν λίθον, ἐξήμεσεν ἅπαντας σὺν αὐτῷ τοὺς προκαταποθέντας· ὥστε πικρὸν λίθον λέγεται καταπιεῖν. Ὁ οὖν Ζεὺς γνοὺς τοιοῦτον εἶναι τὸν ἴδιον πατέρα Κρόνον, ἐπανέστη αὐτῷ, καὶ ἐξέτεμεν αὐτοῦ τὰ αἰδοῖα, καὶ τὴν βασιλείαν ἀφείλατο.
Zeus is a destroyer of parents; for he cast down his own father Cronus, wherefore he is also called tyrannicide; for Cronus, being a hater of his children, used to swallow those born to him from Rhea. Rhea, having given birth to Zeus, wrapped a stone in a garment and handed it to Cronus to swallow; and he, having swallowed the stone, vomited forth along with it all those previously swallowed; so that he is said to have swallowed a bitter stone. Zeus therefore, learning that his own father Cronus was such a one, rose up against him, cut off his genitals, and took away his kingdom.
Κεῖται περὶ τῆς καταπόσεως ἀλλαχοῦ.
The account concerning the swallowing is set out elsewhere.
Ὁμοίως ὁ Κρόνος, ὅντινα καλοῦσιν Οὐρανίδην, βλαπτικός ἐστι τῶν τέκνων· ὡς ἔφημεν γὰρ, ὅτι τοὺς ἐκ τῆς Ῥέας αὐτῷ τικτομένους κατέπινε· καὶ τὸν Δία πανούργως ἔσωσεν ἡ Ῥέα, εἰς Κρήτην φυγαδεύ-
Likewise Cronus, whom they call son of Uranus, is a destroyer of children; for as we have said, he used to swallow those born to him from Rhea; and Rhea craftily saved Zeus, banishing him to Crete
PG 38:404Read from the page
σασα, καὶ περὶ αὐτὸν αὐλοὺς τάξασα καὶ κορύβαντας, ἵνα κλαίοντος Διὸς ἦχον ποιῶσί τινα καὶ σκέπωσι τὸν κλαυθμυρισμόν· ταύτην δὲ πυῤῥίχην ὄρχησίν φασί τινες· ἄλλοι ὁπλιτικὴν, ἐπειδὴ ταῖς ἀσπίσιν ἀλλήλων ἔτυπτον οἱ κορύβαντες· δαίμονες δὲ οὗτοι.
and stationing flutes and Corybants around him, so that when Zeus wept they might make a noise and drown out his wailing; and some call this the pyrrhic dance, others the armed dance, because the Corybants struck against one another's shields; and these are demons.
499 Ἄθρει δὲ πρώτιστον ὃς ἔπλετο μαργοσύνῃσι, 500 Ταῦρος, κύκνος, χρυσὸς, ὄφις, πόσις, ὄρνις, ἅπαντα 501 Ὅσσα μιν ὠκὺς ἄνωξεν ἔρως, κοῦρός τ' ἀλαπαδνός.
499 Look first of all at him who through wantonness became 500 a bull, a swan, gold, a serpent, a husband, a bird, everything 501 that swift love and a feeble boy commanded him.
Ταῦρος ὁ Ζεὺς γίνεται διὰ τὴν Εὐρώπην· ἐρασθεὶς γὰρ αὐτῆς, εἰς ταῦρον μεταβληθεὶς αὐτῇ συνεπλανᾶτο.
Zeus becomes a bull on account of Europa; for having fallen in love with her, he was changed into a bull and wandered with her.
Κύκνος γέγονε διὰ τὴν Λήδαν· ποθήσας γὰρ αὐτὴν καὶ τὴν Νέμεσιν, κύκνος γενόμενος αὐταῖς συνεγένετο.
He became a swan on account of Leda; for having desired her and Nemesis, he became a swan and lay with them.
Χρυσὸς γέγονε διὰ τὴν Δανάην· λέγεται γὰρ χρυσὸς γενέσθαι, καὶ ῥυῆναι, καὶ οὕτως αὐτῇ συγγενέσθαι.
He became gold on account of Danae; for he is said to have become gold, and to have flowed down, and thus to have lain with her.
Ὄφις γέγονε διὰ τὴν Ὀλυμπιάδα τὴν Ἀλεξάνδρου μητέρα· λέγεται γὰρ μεταμορφωθῆναι εἰς δράκοντα καὶ οὕτως αὐτῇ συγγενέσθαι, διὸ καὶ δρακοντιάδης λέγεται ὁ Ἀλέξανδρος. Ἄλλοι δέ φασι τὴν Ὀλυμπιάδα μοιχεύσαντα Νεκτεναβὼ τὸν Βαβυλώνιον· ὅμως Φιλίππου λέγεται παῖς.
He became a serpent on account of Olympias the mother of Alexander; for he is said to have been transformed into a dragon and thus to have lain with her, wherefore Alexander is also called son of the dragon. Others say that Nectanebo the Babylonian committed adultery with Olympias; nevertheless he is called the son of Philip.
Ἀνὴρ γέγονεν ὁ Ζεὺς, διὰ τὴν Σεμέλην τὴν Διονύσου μητέρα· ταύτῃ γὰρ ὡς ἄνθρωπος συνεγένετο. Ἡ δὲ Ἥρα μαθοῦσα καὶ ζηλοτυπήσασα, εἰς λόγους δῆθεν ἔρχεται μετὰ Σεμέλης, ὡς ἀπατωμένης καὶ μὴ ἐρωμένης ὑπὸ Διός· διὸ ταύτῃ συμβουλεύει, τῷ Διῒ παραγενομένῳ πρὸς αὐτὴν αἰτῆσαι μετὰ κεραυνῶν καὶ βροντῶν συγγενέσθαι αὐτῇ, ὥσπερ οὖν καὶ
Zeus became a man on account of Semele the mother of Dionysus; for he lay with her as a human being. But Hera, learning of it and growing jealous, enters as if into conversation with Semele, pretending that she was being deceived and was not loved by Zeus; wherefore she advises her, when Zeus comes to her, to ask him to lie with her with thunderbolts and thunders, just as indeed he also [does]
PG 38:405Read from the page
τῇ Ἥρᾳ· τούτου δὲ γενομένου, μὴ ἐνέγκασα ἡ Σεμέλη ἐκεραυνώθη· Ζεὺς δὲ λαβὼν τὸ ἐν αὐτῇ ἔμβρυον, σχίσας τὸν μηρὸν ἔβαλεν αὐτό· πληρωθέντων δὲ τῶν ἐννέα μηνῶν, ἐξήγαγεν αὐτό· διὰ τοῦτο καὶ μηρὸς ὠδίνων λέγεται, καὶ ἀτελὲς κύημα ὁ Διόνυσος· τινὲς δὲ ταύτῃ καὶ ἀνδρόγυνόν φασιν, ὡς ἐν κοιλίᾳ Σεμέλης καὶ ἐν τῷ μηρῷ τραφέντα τοῦ Διός· ἔχει δὲ οὐχ οὕτως, ἀλλ' ὡς ἔφαμεν φθάσαντες, ὅτι καὶ τὰ ἀνδρῶν ἐποίει, καὶ τὰ γυναικῶν ἔπασχεν.
with Hera; and when this happened, Semele, unable to endure it, was struck by lightning; and Zeus, taking the embryo within her, slit open his thigh and placed it therein; and when the nine months were fulfilled, he brought it forth; on this account Dionysus is called both a travailing thigh and an unfinished foetus; and some on this ground also call him a hermaphrodite, as having been nourished in the womb of Semele and in the thigh of Zeus; but it is not so, rather as we have already said, because he both acted the part of men and submitted to the part of women.
Ὄρνις πάλιν ὁ Ζεὺς γίνεται· ἐρασθεὶς γὰρ τοῦ Γανυμήδους, γενόμενος ἀετὸς ἥρπασε τοῦτον· Φρὺξ δὲ ὁ Γανυμήδης. Ὁ δὲ μῦθος ἔχει, ὅτι ὁ Ζεὺς αὐτὸν ἥρπασε τὸν Γανυμήδην, ἵνα αὐτὸν οἰνοχόον ποιήσῃ ἡνίκα τοῖς θεοῖς ἀριστοποιεῖ· οὐχ οὕτως δὲ, ἀλλ' ἐρασθεὶς αὐτοῦ, πρὸς παιδεραστίαν ἥρπασεν αὐτὸν ὁ Ζεύς. Ὡσαύτως δὲ καὶ Ἡρακλῆς ἐν μιᾷ νυκτὶ ταῖς πεντήκοντα Θυεστίου θυγατράσι συγγενόμενος, καὶ ταύτας πάσας ἐγγαστρώσας, ὁμοῦ θεὸς ἀνηγορεύθη· τοῦτον δε λέγουσι καὶ τριέσπερον, ὡς οἷα διὰ τριῶν γεννηθέντα νυκτῶν.
Again Zeus becomes a bird; for having fallen in love with Ganymede, he became an eagle and carried him off; and Ganymede was a Phrygian. The myth has it that Zeus carried off Ganymede in order to make him cupbearer when he banquets for the gods; yet it was not so, rather having fallen in love with him, Zeus carried him off for pederasty. In like manner also Heracles, having lain in a single night with the fifty daughters of Thyestius and made them all pregnant, was forthwith proclaimed a god; and him they also call Trivesperus [of three evenings], as having been begotten through three nights.
Ταῦτα, φησὶν ὁ θεῖος Γρηγόριος, σέβοντες, ἀτιμάζουσι τὴν παρθενίαν.
Worshipping these things, says divine Gregory, they dishonour virginity.
510 Ὡς πάρος αἱματόεντα ῥόον σχέθεν αἱμοροούσης 511 Ἁψαμένης, κλέφθη γὰρ ἑκὼν Θεὸς, ἡ δὲ ῥεέθρων 512 Αὐαλέη πηγὴ τῆμος θάλεν, εὖτ' ἐμαράνθη.
510 As of old He stayed the bloody flow of the woman with an issue of blood 511 when she touched Him, for God was willingly stolen from, and the parched fount of streams 512 then flourished when it withered away.
Κεῖται ἡ παροῦσα ἱστορία ἐν τῷ αʹ λόγῳ.
The present narrative is set out in the first discourse.
[688 Ἵλαος, ἵλαος ἄμμιν.
[688 Gracious, gracious [be Thou] to us.
Εὐμενὴς, εὐμενὴς ἡμῖν, ὦ καθαρὰ Τριὰς, εἰς τὸ αὐτὸ πορευομένη ἐξ ἑνὸς, ὀφθαλμοῖς βλέπουσα λαμπροῖς σήμερον, τελευταῖον δὲ λαμπρότερον, οἷστισιν ἔλαμψας, εἷς Θεὸς ἐκ Πατρὸς δι' Υἱοῦ εἰς τὸ μέγα Πνεῦμα ἱσταμένης τῆς θεότητος ἐν τελείοις τελείας.]
Favourable, favourable [be Thou] to us, O pure Trinity, proceeding from one into the same, looking with bright eyes today, and at the last more brightly upon those on whom Thou hast shone, one God from the Father through the Son unto the great Spirit, the Godhead resting perfect in perfect [persons].]
Notes, col. 405

On the reading

Printed Θυεστίου, for Θεστίου.

Printed δε, for δὲ.

PG 38:406Read from the page
ΛΟΓΟΣ Δʹ. ΛΟΓΟΣ Εʹ.
Discourse IV. Discourse V.
Εἰς ἐμαυτὸν.
On myself.
3 Οὔτε μόρον παίδων τις ἑῶν ἐκλαύσατο τόσσον, 4 Ἢ κεδνῶν τοκέων, ἠὲ φίλης ἀλόχου.
3 Neither has anyone so wept for the doom of his own children, 4 nor of cherished parents, nor of a dear wife.
Μέμνηται τῆς μὲν φυσικῆς πρότερον διαθέσεως· θάνατον δὲ λέγει παίδων καὶ κλαυθμὸν, ὃν Ἰακὼβ ἐκλαύσατο τὸν υἱὸν αὐτοῦ. Τοῦτον γὰρ κάλλιστον ὄντα, καὶ τῷ πατρὶ προσφιλέστατον, ὡραῖόν τε τῇ ὄψει, ζηλώσαντες οἱ ἀδελφοὶ, πρῶτα μὲν ἀποκτεῖναι βουλεύονται· ὅμως εἰς αὐτὸν φιλανθρωπότερον διατεθέντες, Ἰσμαηλίταις ἀπέδοντο κατάγουσιν εἰς τὴν Αἴγυπτον, οἳ καὶ αὐτοὶ τῶν Αἰγυπτίων ἀπέδοντό τινι σπάδοντι Πεντεφρῇ καλουμένῳ· ὅπου δὴ καὶ σωφροσύνης ἀντιποιούμενος κατ' οἰκονομίαν τοῦ κρείττονος, τῆς Αἰγυπτίων κατεκράτησε γῆς, ἀλλαχοῦ δηλωθήσεται. Ὅμως τὸν χιτῶνα λαβόντες οἱ ἀδελφοὶ ὃν ἐνεδέδυτο Ἰωσὴφ (οὗτος δὲ ποικίλος ἦν), αἱμάξαντες προσφέρουσι τῷ πατρί· ὁ δὲ τοῦτον ἐπιγνοὺς, ὑπολαβών τε τὸν υἱὸν θηριάλωτον γεγονέναι, πένθος εἶχεν ἀπαρηγόρητον ἐπ' αὐτῷ. Τιμίων δὲ γονέων, φησὶν, ὡς Ἰωσὴφ ἐπένθησεν ἐπὶ τῷ ἰδίῳ πατρί· τοῦ γὰρ Ἰακὼβ πανοικίᾳ κατελθόντος εἰς Αἴγυπτον μετὰ τὸ τὸν Ἰωσὴφ βασιλεῦσαι, περὶ τὰ τέλη τῆς ζωῆς, μὴ ταφῆναι κατ' Αἴγυπτον Ἰακὼβ ἐνετείλατο, τελευτήσαντα δὲ πρὸς τὴν Χαναναίαν ὁ Ἰωσὴφ ἀποκομίζει, θάψας πρὸς τοῖς πατράσιν ἐν τῷ σπηλαίῳ τῷ διπλῷ, ὃ ἐκτήσατο τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἐμμὼρ Ἀβραὰμ ἐν Συχὲμ, ἔνθα πρώτη τέθαπται Σάῤῥα· συνανέβη δὲ τῷ Ἰωσὴφ πλῆθος ἱκανὸν ἐξ Αἰγύπτου. Ἐκεῖσε δὲ Ἰωσὴφ ἐπένθησε τὸν πατέρα ἐν τῇ ἅλῳ, καὶ ἐκόψαντο οἱ υἱοὶ Ἰσραὴλ καὶ οἱ Αἰγύπτιοι κοπετῷ μεγάλῳ· καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Πένθος Αἰγύπτου. Γυναικὸς δέ φησι προσφιλοῦς
He makes mention first of natural affection; and he speaks of the death of children and the weeping with which Jacob wept for his son. For his brothers, being jealous of him because he was most handsome, dearest to his father, and fair in countenance, first plan to kill him; yet being more humanely disposed towards him, they sold him to Ishmaelites going down into Egypt, who themselves sold him to a certain eunuch of the Egyptians called Potiphar; and how there, striving after chastity by the dispensation of the Almighty, he came to rule over the land of the Egyptians, will be shown elsewhere. However, the brothers, taking the tunic which Joseph had worn (and it was of many colours) and staining it with blood, bring it to their father; and he, recognizing it and supposing that his son had been devoured by wild beasts, kept inconsolable mourning for him. And of honoured parents, he says, as Joseph mourned for his own father; for when Jacob had gone down with all his household into Egypt after Joseph had become ruler, near the end of his life Jacob commanded that he not be buried in Egypt, and when he died Joseph conveys him back to Canaan, burying him with his fathers in the double cave which Abraham had acquired for a price of silver from the sons of Emmor in Shechem, where Sarah was first buried; and a great multitude went up with Joseph out of Egypt. And there Joseph mourned his father at the threshing-floor, and the sons of Israel and the Egyptians beat their breasts with a great lamentation; and the name of that place was called the Mourning of Egypt. And of a dear wife, he says,
PG 38:407Read from the page
περὶ τῆς Σάῤῥας· καὶ γάρ φησιν ἡ Γραφὴ, ὅτι ἐπένθησεν Ἀβραὰμ τὴν γυναῖκα αὐτοῦ πένθος μέγα, καὶ οἱ Συχεμῖται δὲ σὺν αὐτῷ καὶ οἱ Χεβρωνῖται.
concerning Sarah; for Scripture says that Abraham mourned his wife with a great mourning, and the Shechemites with him, and the Hebronites.
5 Οὐ πάτρην γλυκερὴν μαλερῷ πυρὶ τεφρωθεῖσαν.
5 Not a sweet fatherland reduced to ashes by fierce fire.
Μέμνηται τῶν Ἱερεμίου θρήνων· οὗτος γὰρ ἐμπρησθείσης τῆς Ἱερουσαλὴμ ὑπὸ τῶν Ἀσσυρίων, τοῦ λαοῦ ἀπαχθέντος, ἐθρήνησε σφόδρα, καθήμενος ἀπέναντι τῆς Ἱερουσαλὴμ, αὐτὴ δὲ ἐμπεπύριστο.
He recalls the lamentations of Jeremiah; for when Jerusalem was burned by the Assyrians and the people led away, he lamented exceedingly, sitting opposite Jerusalem, while it had been set on fire.
6 Οὔτε νόσῳ στυγερῇ ἄψεα τειρόμενα.
6 Nor limbs worn down by hateful disease.
Τῆς Ἰὼβ μέμνηται συμφορᾶς· οὗτος γὰρ δίκαιος ὢν ὑπὸ τοῦ διαβόλου εἰς πειρασμὸν ἐξῃτήθη, καὶ πάντα μὲν αὐτοῦ τὰ ὑπάρχοντα διακενῆς ὁ διάβολος ἀπολέσας, θανατώσας δὲ τούτου καὶ τοὺς παῖδας ἐν μιᾷ καιροῦ ῥοπῇ, τοῦτον χαλεπωτάτῃ νόσῳ περιβάλλει. Ὁ δὲ τὸν ἰχῶρα ξύων τοῦ σώματος ὀστράκῳ, ἐπὶ τῆς κοπρίας ἐν τοῖς προπυλαίοις καθήμενος, ἔστενεν ὀδυρόμενος· ὅμως εὐχαρίστως φέρων, περισσῶς ἐστεφανώθη.
He recalls the calamity of Job; for being a righteous man, he was demanded by the devil for trial, and the devil, having destroyed all his possessions to no avail and having put his children to death in a single moment of time, afflicts him with a most grievous disease. And he, scraping the discharge of his body with a potsherd, sitting on the dunghill at the outer gates, groaned in lamentation; yet bearing it with thanksgiving, he was abundantly crowned.
99 Πατρός τ' ἀρχεγόνοιο πλάνην καὶ μητρὸς ἀλιτρὴν 100 Πάρφασιν ἡμετέρης μητέρα μαργοσύνης 101 Καὶ σκολιοῖο δράκοντος ἀτάσθαλον αἱμοβόροιο.
99 Both the error of our primeval father and the sinful beguilement of our mother, 100 mother of our madness, 101 and the reckless [guile] of the crooked, bloodthirsty dragon.
Κεῖται ἡ κατὰ τὸν Ἀδὰμ ἱστορία ἐν τῷ δευτέρῳ λόγῳ.
The narrative concerning Adam is placed in the second discourse.
168... Καὶ κρημνοὺς ὡς λεγεὼν ποθέει.
168... And longs for cliffs like Legion.
Κεῖται ἐν τῷ αʹ λόγῳ.
It is placed in the 1st discourse.
175 Οὔτε λόγον τίοντες, ὃν ἔνδοθι γινομένοισι 176 Θῆκε Θεός.
175 Neither honouring the reason which God placed 176 within them at their birth.
Κεῖται περὶ τοῦ ἐμφυσήματος ἐν τῷ βʹ λόγῳ.
Concerning the inbreathing it is placed in the 2nd discourse.
177 Οὔτε νόμον τρομέοντες, ὃν ἔν ποτε λαϊνέῃσι 178 Γράμματι ἀτρεκίην Χριστὸς ὑποσκιάων 179 Πλαξὶν ἄναξ ἐχάραξε, καὶ ὕστατον ἐν κραδίῃσι.
177 Nor trembling at the law which Christ the King once engraved upon tablets of stone, 178 foreshadowing the truth by the letter, 179 and at the last in hearts.
Κεῖται ἐν νῷ βʹ λόγῳ ἐν τῇ κατὰ τὸν Μωσέα διηγήσει.
It is placed in the 2nd discourse, in the account concerning Moses.
Notes, col. 407

On the reading

Printed νῷ, for τῷ.

PG 38:408Read from the page
ΛΟΓΟΣ Ϛʹ.
Discourse VI.
Εἰς ἐμαυτὸν μετὰ τὴν ἐπάνοδον.
On himself after his return.
31 Ἄλλος Ἰὼβ νέος εἰμὶ, τὸ δ' αἴτιον οὐκ ἔθ' ὅμοιον.
31 I am another new Job, yet the cause is no longer alike.
Ἤδη μὲν περὶ τοῦ μεγάλου βραχέως Ἰὼβ εἴρηται, ἀλλὰ καὶ νῦν εἰπεῖν οὐκ ὀκνητέον. Ἰὼβ ἀνὴρ γέγονε δίκαιος, τὴν Αὐσίτιδα γῆν κατοικῶν, γένος μὲν Ἄραψ, τῶν Ἠσαῦ υἱῶν υἱός. Τούτῳ ὁ Θεὸς ἐμαρτύρησεν εἰπὼν, ὅτι Οὐκ ἔστι κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς ἄνθρωπος ἄκακος, ἀληθινὸς, ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Τοῦτον εἰς πειρασμὸν ὁ διάβολος παρὰ Θεοῦ ἐξῃτήσατο· καὶ πρῶτα μὲν ἀπώλεσεν αὐτοῦ τὰ ὑπάρχοντα, πρόβατα δὲ ἦν αὐτῷ ἑπτακισχίλια, κάμηλοι τρισχίλιαι, ζεύγη βοῶν πεντακόσια, ὄνοι θήλειαι νομάδες πεντακόσιαι, καὶ ὑπηρεσία πολλὴ σφόδρα, καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς· καὶ αὐτὸς εὐγενὴς τῶν ἀφ' ἡλίου ἀνατολῶν· καὶ παῖδες αὐτῷ ὑπῆρχον ἑπτὰ, καὶ θυγατέρες τρεῖς· οὓς ἅπαντας ἄρδην ὁ μισόκαλος ἐξηφάνισε μετὰ τῶν ὑπαρχόντων αὐτοῦ, κινῆσαι βουλόμενος αὐτὸν εἰς βλασφημίαν. Ὡς δὲ καρτερῶς ἔφερεν εὐχαριστήσας, οὐχ ἱκανὰ τὰ ὑπάρχοντα πρὸς τὸν πειρασμὸν ὁ διάβολος ὑπολαβὼν, αὐτὸν ἐξῃτήσατο· λαβὼν δὲ τὴν κατ' αὐτοῦ σωματικὴν ἐξουσίαν, νόσῳ τοῦτον περιβάλλει δεινοτάτῃ· τὸ δὲ πάθος ἀπὸ ποδῶν αὐτῷ μέχρι κεφαλῆς ὑπῆρχε πονηρόν. Ἔξω μὲν οὖν τῆς πόλεως ἐπὶ κοπρίας καθεζομένου, καὶ τὸν ἰχῶρα τοῦ σώματος ἀποξεομένου ὀστράκῳ, τὴν μὲν ἰδίαν γυναῖκα τῆς εἰς Θεὸν βλασφημίας σύμβουλον αὐτῷ πρότερον διεγείρει, τῶν μὲν οἰχομένων εἰς μνήμην ἄγουσαν χρηστῶν, τῶν δὲ ἐν χερσὶ πονηρῶν λυπηρῶς ὑποτιθεμένην τὰς συμφοράς. Ὡς δὲ τοῦ χρόνου τὸ μῆκος, καὶ τῆς ἀπροσδοκήτου σωτηρίας τὴν ἀπόγνωσιν, φίλων τε καὶ πρὸς γένους καὶ τῶν οἰκείων τὴν ἀλλοτρίωσιν, ὀνείδη καὶ γέλωτα καὶ μυκτηρισμὸν, καὶ ἅπαξ εἰπεῖν τὴν πᾶσαν ἀπ'
Mention has already been made briefly of the great Job, yet even now we must not hesitate to speak. Job was a righteous man, dwelling in the land of Ausitis, an Arab by race, a son of the sons of Esau. To him God bore witness, saying: There is no one like him among those on the earth, a guileless, truthful, blameless, righteous, God-fearing man, abstaining from every evil deed. Him the devil demanded from God for trial; and first he destroyed his possessions—he had seven thousand sheep, three thousand camels, five hundred yoke of oxen, five hundred grazing she-asses, and a very great household, and great works were his upon the earth; and he himself was noble among those from the rising of the sun; and he had seven sons and three daughters—all of whom the hater of good utterly wiped out together with his possessions, wishing to move him to blasphemy. But when he bore it steadfastly, giving thanks, the devil, supposing his possessions not sufficient for the trial, demanded his person; and having received bodily power over him, he afflicts him with a most terrible disease, and the evil affliction was upon him from his feet to his head. While he sat outside the city on a dunghill and scraped the discharge of his body with a potsherd, [the devil] first stirs up his own wife as a counsellor of blasphemy against God, bringing to mind the departed good things and grievously setting before him the calamities of present evils. And as [he brought forward] the length of time, and despair of unexpected deliverance, the alienation of friends and kinsmen and household, reproaches and laughter and mockery, and in a word the whole [quiver] against